Dialogus cum Tryphone Iudaeo 139.1
Καὶ γὰρ ἄλλο μυστήριον ἐπὶ τοῦ Νῶε προεφητεύθη τελούμενον. ὃ οὐκ ἐπίστασθε. Ἔστι δὲ τοῦτο. Ἐν ταῖς εὐλογίαις, αἷς εὐλόγει ὁ Νῶε τοὺς δύο υἱοὺς αὐτου, καὶ τὸν υἱὸν τοῦ υἱοῦ αὐτοῦ καταρᾶται· τὸν γὰρ υἱόν, συνευλογηθέντα ὑπὸ τοῦ θεοῦ, τὸ προφητικὸν πνεῦμα καταρᾶσθαι οὐκ ἔμελλεν, ἀλλ᾿, ἐπεὶ δι᾿ ὅλου τοῦ γένους τοῦ ἐπιγελάσαντος τῇ γυμνώσει υἱοῦ αὐτοῦ ἡ προστίμησις τοῦ ἁμαρτήματος εἶναι ἔμελλεν, ἀπὸ τοῦ υἱοῦ τὴν κατάραν πεποίηται.
なぜなら、ノアにまつわる別の奥義もまた、成就されるものとして予め預言されていたからである。それを諸君は知らない。それはこうである。ノアが自分の二人の息子たちを祝福した祝福の中で、その息子の息子〔孫〕を呪っている。なぜなら、神によって〔ほかの者たちとともに〕祝福されていた息子を、預言の霊が呪うはずはなかったからであり、むしろ、〔父の〕裸を嘲笑ったその息子の族全体に、その罪の罰が及ぶことになっていたので、〔ノアは〕息子から呪いを発したのである。
Dialogus cum Tryphone Iudaeo 139.2
Ἐν δὲ οἶς εἶπε προέλεγεν ὅτι καὶ οἱ ἀπὸ Σὴμ γενησόμενοι διακαθέξουσι τὰς κτήσεις καὶ οἰκήσεις τοῦ Χαναάν, καὶ πάλιν οἱ ἀπὸ τοῦ Ἰάφεθ αὐτάς, ἃς διακατέσχον παρὰ τῶν τοῦ Χαναὰν οἱ ἀπὸ Σὴμ παραλαβόντες, διακαθέξουσιν, ἀφελόμενοι τοὺς ἀπὸ Σὴμ γενομένους, ὃν τρόπον ἀφαιρεθέντων αὐτὰ τῶν υἱῶν Χαναὰν αὐτοὶ διακατέσχον.
そして〔ノアが〕語ったことの中で、彼は予め、セムから出る者たちがカナンの所有地と住まいとを引き継いで保持すること、そしてまた、ヤフェトから出る者たちが、セムから出た者たちがカナンの者たちから受け取って保持していたその同じものを、セムから出た者たちから奪って、引き継いで保持することを予告していた。それは、カナンの子らからそれが奪われて〔セムの者たちが〕それを保持したのと同じ仕方である。
Dialogus cum Tryphone Iudaeo 139.3
Καὶ ὅτι οὕτω γέγονεν, ἀκούσατε. Ὑμεῖς γάρ, οἱ ἀπὸ τοῦ Σὴμ κατάγοντες τὸ γένος, ἐπήλθετε κατὰ τὴν τοῦ θεοῦ βουλὴν τῇ γῇ τῶν υἱῶν Χαναὰν καὶ διακατέσχετε αὐτήν. Καὶ ὅτι οἱ υἱοὶ Ἰάφεθ, κατὰ τὴν τοῦ θεοῦ κρίσιν ἐπελθόντες καὶ αὐτοὶ ὑμῖν, ἀφείλοντο ὑμῶν τὴν γῆν καὶ διακατέσχον αὐτήν, φαίνεται. Εἴρηται δὲ ταῦτα οὕτως· Ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Καὶ εἶπεν· Ἐπικατάρατος Χαναὰν παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. Καὶ εἶπεν· Εὐλογητὸς κύριος, ὁ θεὸς Σήμ, καὶ ἔσται Χαναὰν παῖς αὐτοῦ. Πλατύναι κύριος τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς οἴκοις Σήμ, καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ.
そしてそれがこのように起こったことを、聞くがよい。諸君は、セムからその族の血筋を引く者たちであり、神の計らいに従ってカナンの子らの地に攻め入り、それを引き継いで保持した。そしてヤフェトの子らが、神の裁きに従って諸君にも攻め入り、諸君から地を奪ってそれを引き継いで保持したことが明らかである。これらはこのように語られている。『ノアは酒から覚めて、彼の年下の息子が自分に何をしたかを知った。そして言った——「カナンなる僕は呪われよ、その兄弟たちの下僕となるであろう。」そして言った——「セムの神、主は祝福されよ、そしてカナンは彼の僕となるであろう。主はヤフェトを広げてくださるように、そして彼はセムの家々に住むように、そしてカナンは彼の僕となるように。」』
Dialogus cum Tryphone Iudaeo 139.4
Δύο οὖν λαῶν εὐλογηθέντων, τῶν ἀπὸ τοῦ Σὴμ καὶ τοῦ Ἰάφεθ, καὶ πρώτων κατασχεῖν τοὺς οἴκους τοῦ Χαναὰν ἐγνωσμένων τῶν ἀπὸ Σήμ, καὶ πάλιν διαδέξασθαι παρ᾿ αὐτῶν τὰς αὐτὰς κτήσεις τῶν ἀπὸ Ἰάφεθ προειρημένων, καὶ τοῖς δυσὶ λαοῖς τοῦ ἑνὸς λαοῦ τοῦ ἀπὸ Χαναὰν εἰς δουλείαν παραδοθέντος, ὁ Χριστὸς κατὰ τὴν τοῦ παντοκράτορος πατρὸς δύναμιν δοθεῖσαν αὐτῷ παρεγένετο, εἰς φιλίαν καὶ εὐλογίαν καὶ μετάνοιαν καὶ συνοικίαν καλῶν, τὴν ὲν τῇ αὐτῇ γῇ τῶν ἁγίων πάντων μέλλουσαν γίνεσθαι, ἧς, ὡς προαποδέδεικται, διακατάσχεσιν ἐπήγγελται.
こうして二つの民、セムから出た者とヤフェトから出た者とが祝福され、セムから出た者たちがまずカナンの家々を保持することが知られており、また再び、ヤフェトから出た者たちが、先に述べたとおり、彼らからその同じ所有地を受け継ぐことになっており、この二つの民に対して、カナンから出た一つの民が奴隷として引き渡されている中で、キリストは全能の父から与えられた力に従って来られたのであり、友愛と祝福と悔い改めと、すべての聖なる者たちがその同じ地において共に住むこととへと招くために来られたのである。この地の保持を、先に証示されたとおり、〔神は〕約束されている。
Dialogus cum Tryphone Iudaeo 139.5
Ὅθεν οἱ πάντοθεν ἄνθρωποι, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, πιστεύοντες ἐπὶ τὸν Χριστὸν καὶ ἐγνωκότες τὴν ἐν τοῖς λόγοις αὐτοῦ καὶ τῶν προφητῶν αὐτοῦ ἀλήθειαν, ἐπίστανται ἅμα αὐτῷ ἐν τῇ γῇ ἐκείνῇ γενησόμενοι καὶ τὰ αἰώνια καὶ ἄφθαρτα κληρονομήσειν.
それゆえ、あらゆる所から来た人間たち、奴隷であれ自由な者であれ、キリストを信じ、この方とその預言者たちの言葉における真理を知った者たちは、この方とともにあの地に至り、永遠で朽ちることのないものを受け継ぐことになることを知っている。