Dialogus cum Tryphone Iudaeo 38.1
Καὶ ὁ Τρύφων εἶπεν· Ὦ ἄνθρωπε, καλὸν ἦν πεισθέντας ἡμᾶς τοῖς διδασκάλοις, νομοθετήσασι μηδενὶ ἐξ ὑμῶν ὁμιλεῖν, μηδέ σοι τούτων κοινωνῆσαι τῶν λόγων· βλάσφημα γὰρ πολλὰ λέγεις, τὸν σταυρωθέντα τοῦτον ἀξιῶν πείθειν ἡμᾶς γεγενῆσθαι μετὰ Μωσέως καὶ Ἀαρὼν καὶ λελαληκέναι αὐτοῖς ἐν στύλῳ νεφέλης, εἶτα ἄνθρωπον γενόμενον σταυρωθῆναι, καὶ ἀναβεβηκέναι εἰς τὸν οὐρανόν, καὶ πάλιν παραγίνεσθαι ἐπὶ τῆς γῆς, καὶ προσκυνητὸν εἶναι.
すると、トリュフォンが言った。「人よ、我々が師たちに説得され、彼らが定めたとおり、諸君のうちの誰とも語らないようにし、お前ともこうした言葉を交わさないようにしていたなら、よかったであろう。お前は冒瀆的なことを数多く語っており、この十字架につけられた者が、モーセとアロンとともにあり、雲の柱の中で彼らに語ったのだと我々に信じ込ませようとし、それから、人となって十字架につけられ、天に上り、また再び地上に来て、拝まれるべき方であるなどと言っているからである。」
Dialogus cum Tryphone Iudaeo 38.2
Κἀγὼ ἀπεκρινάμην· Οἶδα ὅτι, ὡς ὁ τοῦ θεου λόγος ἔφη, κέκρυπται ἀφ᾿ ὑμῶν ἡ σοφία ἡ μεγάλη αὕτη τοῦ ποιητοῦ τῶν ὅλων καὶ παντοκράτορος θεοῦ. Διὸ συμπαθῶν ὑμῖν προσκάμνειν ἀγωνίζομαι, ὅπως τὰ παράδοξα ἡμῶν ταῦτα νοήσητε, εἰ δὲ μή, ἵνα κἂν αὐτὸς ἀθῷος ᾦ ἐν ἡμέρᾳ κρίσεως. Ἔτι γὰρ καὶ παραδοξοτέρους δοκοῦντας ἄλλους λόγους ἀκούσετε· μὴ ταράσσεσθε δέ, ἀλλὰ μᾶλλον προθυμότεροι γινόμενοι ἀκροαταὶ ἐξετασταὶ μένετε, καταφρονοῦντες τῆς παραδόσεως τῶν ὑμετέρων διδασκάλων, ἐπεὶ οὐ τὰ διὰ τοῦ θεοῦ ὑπὸ τοῦ προφητικοῦ πνεύματος ἐλέγχονται νοεῖν δυνάμενοι, ἀλλὰ τὰ ἴδια μᾶλλον διδάσκειν προαιρούμενοι.
そこで私は答えた。「私は知っている、神の言葉が言ったとおり、この万物の造り主にして全能の神の大いなる知恵は、諸君から隠されているのだと。それゆえ私は諸君に同情し、労苦をいとわず、諸君がこの我々の逆説的な事柄を理解できるように努めているのであり、たとえそうならなくとも、せめて私自身が裁きの日において咎めなしであるようにと努めているのである。というのも、諸君はなお、さらに逆説的だと思われるほかの言葉をも聞くことになるであろうから。だが、うろたえてはならない。むしろいっそう意欲を持って聴く者、吟味する者であり続けよ。諸君の教師たちの伝承を軽んじよ。彼らは、神によって預言の霊を通して語られたことを理解する力がないと論駁されており、むしろ自分たちのことを教えることを選んでいるのだから。」
Dialogus cum Tryphone Iudaeo 38.3
Ἐν τεσσαρακοστῷ οὖν τετάρτῳ ψαλμῷ ὁμοίως εἴρηται εἰς τὸν Χριστὸν ταῦτα· Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν· λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσί σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ θεὸς εἰς τὸν αἰῶνα. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ· τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου καὶ ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε, ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης· καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Τὰ βέλη σου ἠκονημένα, δυνατέ, λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.
「さて第四十四詩篇において、同様にキリストについて次のように言われている。『わが心は良き言葉を吐き出した。私は王に向かって、わがわざを語る。わが舌は速く書く書記の筆である。汝は人の子らにまさって麗しく、汝の唇には恩寵が注がれた。それゆえ神は永遠に汝を祝福された。力ある者よ、その股に汝の剣を帯びよ、汝の秀麗と汝の麗しさとともに。そして張り、進み行き、王となれ、真理と柔和と正義のゆえに。そうすれば汝の右手は汝を驚くべき仕方で導くであろう。汝の矢は研がれている、力ある者よ、もろもろの民は汝のもとに倒れ伏す、王の敵どもの心のうちに。』」
Dialogus cum Tryphone Iudaeo 38.4
Ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. (??)γάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε, ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Σμύρναν καὶ στακτὴν καὶ κασίαν ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρανάν σε. Θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ὲν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι κύριός σου. καὶ προσκυνήσουσιν αὐτῷ.
「『汝の御座は、神よ、世々限りなくある。正しさの杖は汝の王国の杖である。汝は正義を愛し、不法を憎んだ。それゆえ神、汝の神は、喜びの油を汝に注がれた、汝の仲間たちにまさって。没薬と、香油と、桂皮とが、汝の衣から、象牙の宮殿から立ちのぼり、それらによって彼らは汝を喜ばせた。もろもろの王の娘たちは汝の誉れのうちにある。王妃は汝の右に立つ、金をちりばめた衣をまとい、彩られて。娘よ、聞け、そして見よ、そして汝の耳を傾けよ、そして汝の民と汝の父の家とを忘れよ。そうすれば王は汝の麗しさを慕うであろう、彼こそ汝の主であるゆえに。そして彼らは彼を拝むであろう。』」
Dialogus cum Tryphone Iudaeo 38.5
Καὶ θυγάτηρ Τύρου ἐν δώροις· τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, ἐν κροσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτοῦ· αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Ἀπενεχθήσονται ὲν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, ἀχθήσονται εἰς ναὸν βασιλέως. Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν οἱ υἱοί σου· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
「『そしてツロの娘は贈り物とともに、民の富める者たちは汝の顔に嘆願するであろう。王の娘の栄光はすべて内にあり、金の房飾りをまとい、彩られている。処女たちは王のもとに、彼の後に従って連れて来られるであろう。彼女に近しい者たちは汝のもとに連れて来られるであろう。彼女たちは喜びと歓喜のうちに連れて来られ、王の宮殿へと導かれるであろう。汝の父祖たちに代わって汝の子らが生まれた。汝は彼らを全地の頭たちとして立てるであろう。私は汝の名を代々に至るまで覚えるであろう。それゆえもろもろの民は世々限りなく汝をたたえるであろう。』」