Dialogus cum Tryphone Iudaeo 47.1
Καὶ ὁ Τρύφων πάλιν· Ἐὰν δέ τις, εἰδὼς ὅτι ταῦτα οὕτως ἔχει, μετὰ τοῦ καὶ τοῦτον εἶναι τὸν Χριστὸν ἐπίστασθαι δηλονότι καὶ πεπιστευκέναι καὶ πείθεσθαι αὐτῷ. βούλεται καὶ ταῦτα φυλάσσειν, σωθήσεται; ἐπυνθάνετο. Κἀγώ· Ὡς μὲν ἐμοὶ δοκεῖ, ὦ Τρύφων, λέγω ὅτι σωθήσεται ὁ τοιοῦτος, ἐὰν μὴ τοὺς ἄλλους ἀνθρώπους, λέγω δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν διὰ τοῦ Χριστοῦ ἀπὸ τῆς πλάνης περιτμηθέντας, ἐκ παντὸς πείθειν ἀγωνίζηται ταὐτὰ αὐτῷ φυλάσσειν, λέγων οὐ σωθήσεσθαι αὐτοὺς ἐὰν μὴ ταῦτα φυλάξωσιν, ὁποῖον ἐν ἀρχῇ τῶν λόγων καὶ σὺ ἔπραττες, ἀποφαινόμενος οὐ σωθήσεσθαί με ἐὰν μὴ ταῦτα φυλάξω.
するとトリュフォンがまた言った。「では、もしある者が、これらのことがそのとおりであると知り、なおかつ、この方がキリストであるということも知り、信じ、彼に従うことと合わせて、これらのことをも守ることを望むならば、彼は救われるのか。」と彼は尋ねた。そこで私は言った。「私にはこう思われる、トリュフォンよ。私は、そのような者は救われると言う。ただし、彼が——私が言うのは、諸国民のうちからキリストを通して迷いから割礼された者たちのことだが——ほかの人々に対して、自分と同じことを守るようにと、あくまで説き伏せようとし、彼らがそれを守らなければ救われないと言うのでなければ、である。それは、この論の初めに、お前自身が行っていたことと同様であり、お前は私がこれらのことを守らなければ救われないだろうと言明していたのだ。」
Dialogus cum Tryphone Iudaeo 47.2
Κἀκεῖνος· Διὰ τί οὖν εἶπας· Ὡς μὲν ἐμοί δοκεῖ, σωθήσεται ὁ τοιοῦτος, εἰ μήτι εἰσὶν οἱ λέγοντες ὅτι οὐ σωθήσονται οἱ τοιοῦτοι; Εἰσίν, ἀπεκρινάμην, ὦ Τρύφων, καὶ μηδὲ κοινωνεῖν ὁμιλίας ἢ ἑστίας τοῖς τοιούτοις τολμῶντες· οἷς ἐγὼ οὐ σύναινός εἰμι. Ἀλλ᾿ ἐὰν αὐτοὶ διὰ τὸ ἀσθενὲς τῆς γνώμης καὶ τὰ ὅσα δύνανται νῦν ἐκ τῶν Μωσέως, ἅ διὰ τὸ σκληροκάρδιον τοῦ λαοῦ νοοῦμεν διατετάχθαι, μετὰ τοῦ ἐπὶ τοῦτον τὸν Χριστὸν ἐλπίζειν καὶ τὰς αἰωνίους καὶ φύσει δικαιοπραξίας καὶ εὐσεβείας φυλάσσειν βούλωνται καὶ αἱρῶνται συζῆν τοῖς Χριστιανοῖς καὶ πιστοῖς, ὡς προεῖπον, μὴ πείθοντες αὐτοὺς μήτε περιτέμνεσθαι ὁμοίως αὐτοῖς μήτε σαββατίζειν μήτε ἄλλα ὅσα τοιαῦτά ἐστι τηρεῖν, καὶ προσλαμβάνεσθαι καὶ κοινωνεῖν ἁπάντων, ὡς ὁμοσπλάγχνοις καὶ ἀδελφοῖς, δεῖν ἀποφαίνομαι.
すると彼は言った。「では、なぜお前は『私にはこう思われる、そのような者は救われるであろう』と言ったのか。もし、そのような者たちは救われないと言う者たちがいるのでなければ。」私は答えた。「トリュフォンよ、いる。それどころか、そのような者たちと語らいや食卓を共にすることさえも、あえてしない者たちもいる。私はそういう者たちに賛同しない。しかし、もし彼らが、考えの弱さのゆえに、今なお彼らにできる限りのことをモーセの掟から——我々は、それは民の心の頑なさのゆえに定められたのだと理解しているが——守りつつ、このキリストに望みを置くこと、また永遠にして本性上のものである正しい行いと敬虔とを守ることとを合わせて望み、キリスト教徒であり信者である者たちとともに生きることを選ぶのであれば、そして、先に述べたとおり、彼らを説き伏せて、彼らと同じように割礼を受けさせたり、安息日を守らせたり、そのほかそのような事柄を守らせたりしないのであれば、そのような者たちを受け入れ、彼らと、まるで同じ母体から生まれた兄弟であるかのように、あらゆることを共にすべきであると、私は言明する。」
Dialogus cum Tryphone Iudaeo 47.3
Ἐὰν δὲ οἱ ἀπὸ τοῦ γένους τοῦ ὑμετέρου πιστεύειν λέγοντες ἐπὶ τοῦτον τὸν Χριστόν, ὦ Τρύφων, ἔλεγον, ἐκ παντὸς κατὰ τὸν διὰ Μωσέως διαταχθέντα νόμον ἀναγκάζουσι ζῆν τοὺς ἐξ ἐθνῶν πιστεύοντας ἐπὶ τοῦτον τὸν Χριστὸν ἢ μὴ κοινωνεῖν αὐτοῖς τῆς τοιαύτης συνδιαγωγῆς αἱροῦνται, ὁμοίως καὶ τούτους οὐκ ἀποδέχομαι.
「しかし、もし諸君の族から出た者たちで、このキリストを信じると言いながら、モーセを通して定められた律法に従って生きることを、諸国民のうちからこのキリストを信じる者たちに、あくまで強いるか、あるいはそうした交わりを彼らと共にすることを選ばないのであれば、トリュフォンよ、私は言うが、そのような者たちについても、同様に私は受け入れない。」
Dialogus cum Tryphone Iudaeo 47.4
Τοὺς δὲ πειθομένους αὐτοῖς ἐπὶ τὴν ἔννομον πολιτείαν μετὰ τοῦ φυλάσσειν τὴν εἰς τὸν Χριστὸν τοῦ θεοῦ ὁμολογίαν καὶ σωθήσεσθαι ἴσως ὑπολαμβάνω. Τοὺς δὲ ὁμολογήσαντας καὶ ἐπιγνόντας τοῦτον εἶναι τὸν Χριστὸν καὶ ᾑτινιοῦν αἰτίᾳ μεταβάντας ἐπὶ τὴν ἔννομον πολιτείαν, ἀρνησαμένους ὅτι οὗτός ἐστιν ὁ Χριστός, καὶ πρὶν τελευτῆς μὴ μεταγνόντας, οὐδ᾿ ὅλως σωθήσεσθαι ἀποφαίνομαι. Καὶ τοὺς ἀπὸ τοῦ σπέρματος τοῦ Ἀβραὰμ ζῶντας κατὰ τὸν νόμον καὶ ἐπὶ τοῦτον τὸν Χριστὸν μὴ πιστεύοντας πρὶν τελευτῆς τοῦ βίου οὐ σωθήσεσθαι ὁμοίως ἀποφαίνομαι, καὶ μάλιστα τοὺς ἐν ταῖς συναγωγαῖς καταναθεματίσαντας καὶ καταναθεματίζοντας τοὺς ἐπ᾿ αὐτὸν τοῦτον τὸν Χριστὸν πιστεύοντας ὅπως τύχωσι τῆς σωτηρίας καὶ τῆς τιμωρίας τῆς ἐν τῷ πυρὶ ἀπαλλαγῶσιν.
「しかし、彼らに説き伏せられて、神のキリストへの言い表しを守ることと合わせて、律法にかなった生活へと向かう者たちは、おそらく救われるであろうと私は考える。しかし、この方がキリストであると言い表し、認めていながら、何であれ理由をもって、律法にかなった生活へと移り、この方がキリストであることを否定し、死ぬまでに悔い改めない者たちは、まったく救われないであろうと私は言明する。そして、アブラハムの子孫から出た者たちで、律法に従って生きながら、このキリストを、生涯の終わりより前に信じない者たちも、同様に救われないであろうと私は言明する。とりわけ、会堂において、このキリストを信じる者たちを呪詛した者たち、また、自分たちが救いにあずかり、火の刑罰から逃れようとして、今も呪詛し続けている者たちについては、なおさらである。」
Dialogus cum Tryphone Iudaeo 47.5
Ἡ γὰρ χρηστότης καὶ ἡ φιλανθρωπία τοῦ θεοῦ καὶ τὸ ἄμετρον τοῦ πλούτου αὐτοῦ τὸν μετανοοῦντα ἀπὸ τῶν ἁμαρτημάτων, καὶ ὡς δι᾿ Ἰεζεκιὴλ μηνύει, ὡς δίκαιον ἀναμάρτητον ἔχει· καὶ τὸν ἀπὸ εὐσεβείας ἢ δικαιοπραξίας μετατιθέμενον ἐπὶ ἀδικίαν καὶ ἀθεότητα ὡς ἁμαρτωλὸν καὶ ἄδικον καὶ ἀσεβῆ ἐπίσταται. Διὸ καὶ ὁ ἡμέτερος κύριος Ἰησοῦς Χριστὸς εἶπεν· Ἐν οἶς ἂν ὑμᾶς καταλάβω, ἐν τούτοις καὶ κρινῶ.
「なぜなら、神の善良さと人間への愛と、その富の無限さは——エゼキエルを通しても示されているとおり——罪から悔い改める者を、罪なき正しい者と見なすからである。そして、敬虔あるいは正しい行いから不義と無神論とへと移り変わる者を、罪ある者、不正な者、不敬虔な者と見なすのである。それゆえ、我々の主イエス・キリストも言われた。『私が汝らを見出すその有様において、私はそれによって裁くであろう。』」