Dialogus cum Tryphone Iudaeo 39.1
Καὶ οὐδὲν θαυμαστόν, ἐπεῖπον, εἰ καὶ ἡμᾶς μισεῖτε, τοὺς ταῦτα νοοῦντας καὶ ἐλέγχοντας ὑμῶν τὴν ἀεὶ σκληροκάρδιον γνώμην. Καὶ γὰρ Ἡλίας περὶ ὑμῶν πρὸς τὸν θεὸν ἐντυγχάνων οὕτως λέγει· Κύριε. τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Καὶ ἀποκρίνεται αὐτῷ· Ἔτι εἰσί μοι ἑπτακισχίλιοι ἄνδρες, οἳ οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.
そして私は言い添えた。「我々を——このように考え、諸君の常に頑ななる心の思いを論駁する我々を——諸君が憎んでいるとしても、何ら不思議はない。実際、エリヤも諸君について、神に向かってこう訴えている。『主よ、彼らは汝の預言者たちを殺し、汝の祭壇を打ち壊しました。私だけが残されましたが、彼らは私の命を狙っています。』すると、彼に答えて言われる。『なお私には七千人の男が残っている、彼らはバアルに膝をかがめなかった。』」
Dialogus cum Tryphone Iudaeo 39.2
Ὃν οὖν τρόπον διὰ τοὺς ἑπτακισχιλίους ἐκείνους τὴν ὀργὴν οὐκ ἐπέφερε τότε ὁ θεός, τὸν αὐτὸν τρόπον καὶ νῦν οὐδέπω τὴν κρίσιν ἐπήνεγκεν ἢ ἐπάγει, γινώσκων ἔτι καθ᾿ ἡμέραν τινὰς μαθητευομένους εἰς τὸ ὄνομα τοῦ Χριστοῦ αὐτοῦ καὶ ἀπολείποντας τὴν ὁδὸν τῆς πλάνης, οἲ καὶ λαμβάνουσι δόματα ἕκαστος ὡς ἄξιοί εἰσι, φωτιζόμενοι διὰ τοῦ ὀνόματος τοῦ Χριστοῦ τούτου· ὁ μὲν γὰρ λαμβάνει συνέσεως πνεῦμα, ὁ δὲ βουλῆς, ὁ δὲ ἰσχύος, ὁ δὲ ἰάσεως, ὁ δὲ προγνώσεως, ὁ δὲ διδασκαλίας, ὁ δὲ φόβου θεοῦ.
「さて、あの七千人ゆえに、当時、神が怒りをもたらさなかったのと同じ仕方で、今もなお、神は裁きをもたらしておらず、またもたらそうともしないのである。それは、なお日々、彼のキリストの名に弟子入りし、迷いの道を離れる者たちがいることを、神が知っておられるからであり、彼らはこのキリストの名によって照らされ、それぞれふさわしいだけの賜物を受け取っている。ある者は理解の霊を、ある者は思慮の霊を、ある者は強さの霊を、ある者は癒やしの霊を、ある者は予知の霊を、ある者は教えの霊を、ある者は神への畏れの霊を受け取るのである。」
Dialogus cum Tryphone Iudaeo 39.3
Καὶ ὁ Τρύφων πρὸς ταῦτα εἶπέ μοι· Ὅτι παραφρονεῖς ταῦτα λέγων, ἐπίστασθαί σε βούλομαι.
するとトリュフォンは、これに対して私にこう言った。「お前がこのようなことを言うのは、正気を失っているからだと、私はお前に分からせたい。」
Dialogus cum Tryphone Iudaeo 39.4
Κἀγὼ πρὸς αὐτόν· Ἄκουσον, ὦ οὗτος, ἔλεγον, ὅτι οὐ μέμηνα οὐδὲ παραφρονῶ· ἀλλὰ μετὰ τὴν τοῦ Χριστοῦ εἰς τὸν οὐρανὸν ἀνέλευσιν προεφητεύθη αἰχμαλωτεῦσαι αὐτον ἡμᾶς ἀπὸ τῆς πλάνης καὶ δοῦναι ἡμῖν δόματα. Εἰσὶ δὲ οἱ λόγοι οὗτοι· Ἀνέβη εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα τοῖς ἀνθρώποις.
そこで私は彼に向かって言った。「聞け、そこの者よ」と私は言った。「私は狂っておらず、正気を失ってもいない。むしろ、キリストが天への上りを果たされた後、彼が我々を迷いから捕虜としてとらえ、我々に賜物を与えるであろうことが、預言されていたのである。その言葉は次のとおりである。『彼は高きところへ上り、捕虜を捕虜としてとらえ、人々に賜物を与えられた。』」
Dialogus cum Tryphone Iudaeo 39.5
Οἱ λαβόντες οὗν ῄμεῖς δόματα παρὰ τοῦ εἰς ὕψος ἀναβάντος Χριστοῦ ὑμᾶς, τοὺς σοφοὺς ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονας, ἀπὸ τῶν προφητικῶν λόγων ἀποδείκνυμεν ἀνοήτους καὶ χείλεσι μόνον τιμῶντας τὸν θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ· ἡμεῖς δὲ καὶ ἐν ἔργοις καὶ γνώσει καὶ καρδίᾳ μέχρι θανάτου, οἱ ἐκ πάσης τῆς ἀληθείας μεμαθητευμένοι τιμῶμεν.
「さて、高きところへ上られたキリストから賜物を受け取った我々は、自分自身においては知恵ある者、自分自身の前では知識ある者であると自任している諸君を、預言の言葉によって、愚かな者であり、ただ唇だけで神とそのキリストを敬っている者であると示すのである。それに対して我々は、行いにおいても、知識においても、心においても、死に至るまで——あらゆる真理から弟子とされた者として——敬っているのである。」
Dialogus cum Tryphone Iudaeo 39.6
Ὑμεῖς δὲ ἴσως καὶ διὰ τοῦτο διστάζετε ὁμολογῆσαι ὅτι οὗτός ἐστιν ὁ Χριστός, ὡς αἱ γραφαὶ ἀποδεικνύουσι καὶ τὰ φαινόμενα καὶ τὰ γινόμενα ἐπὶ τῷ ὀνόματι αὐτοῦ, ἵνα μὴ διώκησθε ὑπὸ τῶν ἀρχόντων, οἳ οὐ παύσονται ἀπὸ τῆς τοῦ πονηροῦ καὶ πλάνου πνεύματος, τοῦ ὄφεως, ἐνεργείας θανατοῦντες καὶ διώκοντες τοὺς τὸ ὄνομα τοῦ Χριστοῦ ὁμολογοῦντας, ἕως πάλιν παρῇ καὶ καταλύσῃ πάντας καὶ τὸ κατ᾿ ἀξίαν ἑκάστῳ προσνείμῃ.
「しかし諸君はおそらく、まさにそれゆえに、この方がキリストであると言い表すことをためらっているのであろう。聖書も、彼の名において現れ、また起こっていることどもも、それを証示しているにもかかわらず。それは、支配者たちによって迫害されないためである。彼らは、悪しく迷わせる霊、すなわち蛇の働きから離れることをやめず、キリストの名を言い表す者たちを死に至らせ、迫害し続けるであろう——彼が再び臨み、すべての者を滅ぼし、各人にふさわしいところを分け与えるまでは。」
Dialogus cum Tryphone Iudaeo 39.7
Καὶ ὁ Τρύφων· Ἤδη οὖν τὸν λόγον ἀπόδος ἡμῖν, ὅτι οὗτος, ὃν φῂς ἐσταυρῶσθαι καὶ ἀνεληλυθέναι εἰς τὸν οὐρανόν, ἐστὶν ὁ Χριστὸς τοῦ θεοῦ. Ὅτι γὰρ καὶ παθητὸς ὁ Χριστὸς διὰ τῶν γραφῶν κηρύσσεται, καὶ μετὰ δόξης πάλιν παραγίνεσθαι, καὶ αἰώνιον τὴν βασιλείαν πάντων τῶν ἐθνῶν λήψεσθαι, πάσης βασιλείας αὐτῷ ὑποτασσομένης, ἱκανῶς διὰ τῶν προανιστορημένων ὑπὸ σοῦ γραφῶν ἀποδέδεικται· ὅτι δὲ οὗτός ἐστιν, ἀπόδειξον ἡμῖν.
するとトリュフォンが言った。「では今こそ、お前が十字架につけられ天へ上ったと言うこの人物が神のキリストであるという論証を、我々に示してくれ。実に、キリストが受苦する方であると聖書によって告げ知らされていること、そして再び栄光とともに来て、すべての諸国民に対する永遠の王国を受け取り、あらゆる王国が彼に服従することは、お前がすでに語った聖書によって十分に証明されている。しかし、彼がこの人物であるということを、我々に証明せよ。」
Dialogus cum Tryphone Iudaeo 39.8
Κἀγώ· Ἀποδέδεικται μὲν ἤδη, ὦ ἄνδρες, τοῖς ὦτα ἔχουσι καὶ ἐκ τῶν ὁμολογουμένων ὑφ᾿ ὑμῶν· ἀλλ᾿ ὅπως μὴ νομίσητε ἀπορεῖν με καὶ μὴ δύνασθαι καὶ πρὸς ἃ ἀξιοῦτε ἀποδείξεις ποιεῖσθαι, ὡς ὑπεσχόμην, ἐν τῷ προσήκοντι τόπῳ ποιήσομαι, τανῦν δὲ ἐπὶ τὴν συνάφειαν ὧν ἐποιούμην λόγων ἀποτρέχω.
すると私は言った。「耳のある者たちにとっては、また諸君自身が認めていることからしても、すでに証明されている、方々よ。しかし、私が答えに窮していて、諸君の求める証明を行うことができないのだと諸君が思わないように、約束したとおり、ふさわしい場所でそれを行うことにしよう。今はしかし、私が語っていた言葉のつながりへと戻ることにする。」