Dialogus cum Tryphone Iudaeo 5.1
Οὐδὲν οὖν ἴσασι περὶ τούτων ἐκεῖνοι οἱ φιλόσοφοι· οὐδὲ γὰρ ὅ τί ποτέ ἐστι ψυχὴ ἔχουσιν εἰπεῖν. Οὐκ ἔοικεν. Οὐδὲ μὴν ἀθάνατον χρὴ λέγειν αὐτήν· ὅτι εἰ ἀθάνατός ἐστι, καὶ ἀγέννητος δηλαδή. Ἀγέννητος δὲ καὶ ἀθάνατός ἐστι κατά τινας λεγομένους Πλατωνικούς. Ἦ καὶ τὸν κόσμον σὺ ἀγέννητον λέγεις; Εἰσὶν οἱ λέγοντες, οὐ μέντοι γε αὐτοῖς συγκατατίθεμαι ἐγώ.
「では、あの哲学者たちはこれらについて何一つ知らないことになる」と彼は言った。「魂とは何であるかということすら、語ることができないのだから」。「そのようだ」。「かといって、魂を不死であると言うべきでもない。もし不死であるなら、明らかに不生でもあることになるからだ」。「ある種のプラトン派と呼ばれる人々によれば、魂は不生であり不死である」。「では、お前は世界もまた不生であると言うのか」。「そう言う者たちもいる。だが私自身はその者たちに同意してはいない」。
Dialogus cum Tryphone Iudaeo 5.2
Ὀρθῶς ποιῶν. Τίνα γὰρ λόγον ἔχει σῶμα οὕτω στερεὸν καὶ ἀντιτυπίαν ἔχον καὶ σύνθετον καὶ ἀλλοιούμενον καὶ φθίνον καὶ γινόμενον ἑκάστης ἡμέρας μὴ ἀπ᾿ ἀρχῆς τινος ἡγεῖσθαι γεγονέναι; Εἰ δὲ ὁ κόσμος γεννητός, ἀνάγκη καὶ τὰς ψυχὰς γεγονέναι καὶ οὐκ εἶναὶ ποι τάχα· διὰ γὰρ τοὺς ἀνθρώπους ἐγένοντο καὶ τὰ ἄλλα ζῶα, εἰ ὅλως κατ᾿ ἰδίαν καὶ μὴ μετὰ τῶν ἰδίων σωμάτων φήσεις αὐτὰς γεγονέναι. Οὕτως δοκεῖ ὀρθῶς ἔχειν. Οὐκ ἄρα ἀθάνατοι. Οὔκ, ἐπειδὴ καὶ ὁ κόσμος γεννητὸς ἡμῖν ἐφάνη.
「それは正しいことだ。これほど堅固で反発する力を持ち、複合され、変化し、衰え、日ごとに生じ変わりゆく物体を、何らかの始まりから生じたと考えないことに、いったいどんな道理があろうか。もし世界が生じたものであるなら、必然的に魂もまた生じたものであり、おそらくどこにも存在しなかったことになる。というのも、人間や他の生き物のためにこそ魂は生じたのだから——もしお前が、魂はまったく独立に、自分自身の肉体とともにではなく生じたと言うのであれば」。「そのように考えるのが正しいと思われる」。「では魂は不死ではないことになる」。「不死ではない。世界が生じたものであると我々には見えたのだから」。
Dialogus cum Tryphone Iudaeo 5.3
Ἀλλὰ μὴν οὐδὲ ἀποθνήσκειν φημὶ πάσας τὰς ψυχὰς ἐγώ· ἕρμαιον γὰρ ἦν ὡς ἀληθῶς τοῖς κακοῖς. Ἀλλὰ τί: Τὰς μὲν τῶν εὐσεβῶν ἐν κρείττονί ποι χώρῳ μένειν. τὰς δὲ ἀδίκους καὶ πονηρὰς ἐν χείρονι, τὸν τῆς κρίσεως ἐκδεχομένας χρόνον τότε. Οὕτως αἱ μέν, ἄξιαι τοῦ θεοῦ φανεῖσαι, οὐκ ἀποθνήσκουσιν ἔτι· αἱ δὲ κολά ζονται. ἔστ᾿ ἂν αὐτὰς καὶ εἶναι καὶ κολάζεσθαι ὁ θεὸς θέλῃ.
「だが、私はすべての魂が死ぬとも言わない。もしそうなら、それは実に悪人たちにとって思わぬ幸運となるであろうから」。「では、どうなのか」。「敬虔な者たちの魂はより良い場所にとどまり、不正で邪悪な者たちの魂はより悪い場所にとどまり、そのとき審判の時を待ち受けるのだ。このようにして、神にふさわしいと示された魂たちはもはや死なず、他の魂たちは、神がそれらを存在させ、また罰することを望まれるかぎり、罰せられ続けるのだ」。
Dialogus cum Tryphone Iudaeo 5.4
Ἆρα τοιοῦτόν ἐστιν ὅ λέγεις, οἶον καὶ Πλάτων ἐν Τιμαίῳ αἰνίσσεται περὶ τοῦ κόσμου, λέγων ὅτι αὐτὸς μὲν καὶ φθαρτός ἐστιν ἧ γέγονεν, οὐ λυθήσεται δὲ οὐδὲ τεύξεται θανάτου μοίρας διὰ τὴν βούλησιν τοῦ θεο(??); Τοῦτ᾿ αὐτό σοι δοκεῖ καὶ περὶ ψυχῆς καὶ ἀπλῶς πάντων πέρι λέγεσθαι; Ὅσα γάρ ἐστι μετὰ τὸν θεὸν ἢ ἔσται ποτέ. ταῦτα φύσιν φθαρτὴν ἔχειν, καὶ οἶά τε ἐξαφανισθῆναι καὶ μὴ εἶναι ἔτι· μόνος γὰρ ἀγέννητος καὶ ἄφθαρτος ὁ θεὸς καὶ διὰ τοῦτο θεός ἐστι, τὰ δὲ λοιπὰ πάντα μετὰ τοῦτον γεννητὰ καὶ φθαρτά.
「では、お前が言っているのは、プラトンが『ティマイオス』で世界について仄めかしていることと同じようなことなのか。彼は、世界自体は生じたゆえに滅びうるものであるが、神の意志によって、解体されることも死の運命に遭うこともないと言っている。お前には、これと同じことが、魂について、そして端的にすべてのものについても言われうると思われるのか」。「神の後にあり、あるいはいつか在るであろうものはすべて、滅びうる本性を持ち、消滅してもはや存在しなくなることもありうる。なぜなら、ただ神のみが不生にして不滅であり、それゆえに神なのであって、他のすべてのものは、この神の後にあるものとして、生じたものであり滅びうるものだからだ」。
Dialogus cum Tryphone Iudaeo 5.5
Τούτου χάριν καὶ ἀποθνήσκουσιν αἱ ψυχαὶ καὶ κολάζονται· ἐπεὶ εἰ ἀγέννητοι ἦσαν, οὔτ᾿ ἂν ἐξημάρτανον οὔτε ἀφροσύνης ἀνάπλεῳ ἦσαν. οὐδὲ δειλαὶ καὶ θρασεῖαι πάλιν, ἀλλ᾿ οὐδὲ ἑκοῦσαί ποτε εἰς σύας ἐχώρουν καὶ ὄφεις καὶ κύνας, οὐδὲ μὴν ἀναγκάζεσθαι αὐτὰς θέμις, εἴπερ εἰσὶν ἀγέννητοι. Τὸ γὰρ ἀγέννητον τῷ ἀγεννήτῳ ὅμοιόν ἐστι καὶ ἴσον καὶ ταὐτόν, καὶ οὔτε δυνάμει οὔτε τιμῇ προκριθείῃ ἂν θατέρου τὸ ἕτερον.
「このゆえにこそ、魂は死にもし、罰せられもするのだ。もし魂が不生であったなら、罪を犯すこともなく、無分別に満ちていることもなく、また臆病であったり大胆であったりすることもなかったであろうし、自ら進んで豚や蛇や犬の中へ入っていくこともなかったであろう。またもし不生であるなら、強いられるということも道理に反する。というのも、不生なるものは不生なるものと似ており、等しく、同一であって、力においても栄誉においても、一方が他方より優れているとは決してならないからだ」。
Dialogus cum Tryphone Iudaeo 5.6
Ὅθεν οὐδὲ πολλά ἐστι τὰ ἀγέννητα· εἰ γὰρ διαφορά τις ἦν ἐν αὐτοῖς, οὐκ ἂν εὕροις ἀναζητῶν τὸ αἴτιον τῆς διαφορᾶς, ἀλλ᾿, ἐπ᾿ ἄπειρον ἀεὶ τὴν διάνοιαν πέμπων, ἐπὶ ἑνός ποτε στήσῃ ἀγεννήτου καμὼν καὶ τοῦτο φήσεις ἁπάντων αἴτιον. Ἢ ταῦτα ἔλαθε, φημὶ ἐγώ, Πλάτωνα καὶ Πυθαγόραν. σοφοὺς ἄνδρας, οἳ ὥσπερ τεῖχος ἡμῖν καὶ ἔρεισμα φιλοσοφίας ἐξεγένοντο;
「それゆえ、不生なるものが多くあるということもない。もしそれらの間に何らかの相違があったとすれば、その相違の原因を求めても見出せず、思考を無限にどこまでも送り続けたあげく、ついにはある一つの不生なるもののところで力尽きて立ち止まり、これをすべての原因だと言うことになるだろう」。「では、これらのことは」と私は言った、「プラトンやピュタゴラスのような、我々にとって哲学の城壁とも支柱ともなった知恵ある人々の目を逃れていたというのか」。