ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput CXXXV 第CXXXV章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 6 sectiones

Dialogus cum Tryphone Iudaeo 135.1

1

Καὶ ὅταν ἡ γραφὴ λέγῃ· Ἐγὼ κύριος ὁ θεός, ὁ ἄγιος Ἰσραήλ, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν· οὐχὶ ἀληθῶς τὸν Χριστὸν τὸν αἰώνιον βασιλέα ἀκούσεσθε; Καὶ Ἰακὼβ γάρ, ὁ τοῦ Ἰσαὰκ υἱός, ὅτι οὐδέποτε βασιλεὺς γέγονεν, ἐπίστασθε καὶ διὰ τοῦτο ἡ γραφή, πάλιν ἐξηγουμένη ἡμῖν τίνα λέγει βασιλέα Ἰακὼβ καὶ Ἰσραήλ, οὕτως ἔφη·

そして聖書が『我は主なる神、イスラエルの聖なる者、イスラエルを汝らの王として立てた者である』と語る時、諸君は本当にキリストを永遠の王として聞くのではないだろうか。なぜなら、イサクの子ヤコブが、決して王となったことがないことを諸君は知っているからである。そしてこのゆえに、聖書は再び、ヤコブとイスラエルという語によって誰を王と呼んでいるのかを我々に解き明かして、このように語った。

Dialogus cum Tryphone Iudaeo 135.2

2

Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· καὶ Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσδέξεται αὐτὸν ἡ ψυχή μου. Δέδωκα τὸ πνεῦμά μου ἐπ᾿ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. Οὐ κεκράξεται, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ· κάλαμον τεθραυσμένον οὐ συντρίψει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως οὗ νῖκος ἐξοίσει, κρίσιν ἀναλήψει, καὶ οὐ θραυσθήσεται, ἕως ἄν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἐλπιοῦσιν ἔθνη.

『ヤコブは我が僕、私は彼を支持するであろう。イスラエルは我が選び、私の魂は彼を受け入れるであろう。私は我が霊を彼の上に置いた。そして彼は諸国民に裁きをもたらすであろう。彼は叫ぶことなく、その声が外に聞かれることもない。彼は砕けた葦を折ることなく、くすぶる燈心を消すこともなく、勝利をもたらすまで、裁きを担い、地に裁きを置くまで、砕かれることはないであろう。そして諸国民はその名に望みを置くであろう。』

Dialogus cum Tryphone Iudaeo 135.3

3

Μήτι οὖν ἐπὶ τὸν Ἰακὼβ τὸν πατριάρχην οἱ απὸ τῶν ἐθνῶν ἐλπίζουσιν, ἀλλ᾿ οὐκ ἐπὶ τὸν Χριστόν, καὶ ὑμεῖς δὲ αὐτοί; Ὡς οὖν Ἰσραὴλ τὸν Χριστὸν καὶ Ἰακὼβ λέγει, οὕτως καὶ ἡμεῖς ἐκ τῆς κοιλίας τοῦ Χριστοῦ λατομηθέντες ἰσραηλιτικὸν τὸ ἀληθινόν ἐσμεν γένος. Αὐτῷ δὲ μᾶλλον τῷ ῥητῷ προσέχωμεν.

それでは、諸国民から出た者たちが——そして諸君自身もまた——父祖ヤコブに望みを置いていて、キリストにではない、などということがあろうか。それゆえ、〔聖書が〕キリストをイスラエルともヤコブとも呼ぶように、我々もまた、キリストの胎から切り出された、真のイスラエルの族なのである。しかしむしろ、この言葉そのものに注意を向けようではないか。

Dialogus cum Tryphone Iudaeo 135.4

4

Καὶ ἐξάξω, φησί, τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ ἐξ Ἰούδα· καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ· καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων, καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ οἳ ἐζήτησάν με. Ὑμεῖς δέ, οἱ ἐγκαταλείποντές με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τοῖς δαιμονίοις τράπεζαν καὶ πληροῦντες τῷ δαίμονι κέρασμα, ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν· πάντες σφαγῇ πεσεῖσθε ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐνώπιόν μου, καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε.

『そして私は』と〔主は〕言う、『ヤコブから、そしてユダから、種を導き出すであろう。そして彼は我が聖なる山を受け継ぐであろう。そして我が選ばれた者たち、我が僕たちが受け継ぎ、そこに住むであろう。そして森の中には羊の群れの宿営が、アコルの谷には、我を尋ね求めた民のための牛の群れの憩いの場があるであろう。しかし汝ら、我を見捨て、我が聖なる山を忘れ、悪霊どものために食卓を整え、ダエモーンに混ぜ酒を満たす者どもよ、私は汝らを剣に引き渡すであろう。汝らは皆、屠られて倒れるであろう。なぜなら私は汝らを呼んだのに汝らは聞き従わず、私は語ったのに汝らは聞き入れず、私の前で悪を行い、私の望まなかったことを選び取ったからである。』

Dialogus cum Tryphone Iudaeo 135.5

5

Καὶ τὰ μὲν τῆς γραφῆς ταῦτα· συννοεῖτε δὲ καὶ αὐτοὶ ὅτι ἄλλο τί ἐστι τὸ ἐξ Ἰακὼβ σπέρμα νῦν λεγόμενον, οὐχ ὡς οἰηθείη τις ἂν περὶ τοῦ λαοῦ λέγεσθαι. Οὐ γὰρ ἐνδέχεται τοῖς ἐξ Ἰακὼβ γεγεννημένοις ἀπολιπεῖν ἐπείσαξιν τοὺς ἐξ Ἰακὼβ σπαρέντας, οὐδὲ ὀνειδίζοντα τῷ λαῷ, ὡς μὴ ἀξίῳ τῆς κληρονομίας, πάλιν, ὡς ὑπολαβόμενος, τοῖς αὐτοῖς ὑπισχνεῖσθαι.

聖書の言葉はこれである。そして諸君自身も理解せよ——ここで語られる『ヤコブから出る種』とは何か別のものであって、誰かが思うように民について語られているのではない、ということを。なぜなら、ヤコブから生まれた者たちに対して、ヤコブから種として生まれた者たちを差し置いて他の者を導き入れるということはあり得ないからであり、また民を、相続に値しないと責めておきながら、それを取り上げ直したかのように、再びその同じ者たちに約束するということもあり得ないからである。

Dialogus cum Tryphone Iudaeo 135.6

6

Ἀλλ᾿ ὅνπερ τρόπον ἐκεῖ φησιν ὁ προφήτης· Καὶ νῦν σὺ οἶκος τοῦ Ἰακώβ, δεῦρο καὶ πορευθῶμεν ἐν φωτὶ κυρίου· ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον Ἰακώβ, ὅτι ἐπλήσθη ἡ χώρα αὐτῶν, ὡς τὸ ἀπ᾿ ἀρχῆς, μαντειῶν καὶ κληδονισμῶν· οὕτω καὶ ἐνθάδε δεῖ νοεῖν ἡμᾶς δύο σπέρματα Ἰούδα καὶ δ(??)ο γένη, ὡς δύο οἴκους Ἰακώβ, τὸν μὲν ἐξ αἵματος καὶ σαρκός, τὸν δὲ ἐκ πίστεως καὶ πνεύματος γεγεννημένον.

むしろ、預言者があの箇所で語るとおりである。『そして今、お前、ヤコブの家よ、来たれ、我々は主の光のうちを歩もう。〔主は〕その民、ヤコブの家を見捨てたからである。彼らの地が、初めからのように、占いと卜占とに満ちていたからである。』それと同じように、ここでもまた、我々はユダの二つの種と二つの族とを理解しなければならない。ヤコブの二つの家のように、一つは血と肉から、もう一つは信仰と霊から生まれた家である。