Dialogus cum Tryphone Iudaeo 80.1
Καὶ ὁ Τρύφων πρὸς ταῦτα ἔφη· Εἶπον πρός σε, ὦ ἄνθρωπε, ὅτι ἀσφαλὴς ἐν πᾶσι σπουδάζεις εἶναι ταῖς γραφαῖς προσπλεκόμενος. Εἰπὲ δέ μοι. ἀληθῶς ὑμεῖς ἀνοικοδομηθῆναι τὸν τόπον Ἱερουσαλὴμ τοῦτον ὁμολογεῖτε, καὶ συναχθήσεσθαι τὸν λαὸν ὑμῶν καὶ εὐφρανθῆναι σὺν τῷ Χριστῷ, ἅμα τοῖς πατριάρχαις καὶ τοῖς προφήταις καὶ τοῖς ἁγίοις τοῦ ἡμετέρου γένους ἢ καὶ τῶν προσηλύτων γενομένων πρὶν ἐλθεῖν ὑμῶν τὸν Χριστόν, προσδοκᾶτε, ἤ, ἵνα δόξῃς περικρατεῖν ἡμῶν ἐν ταῖς ζητήσεσι, πρὸς τὸ ταῦτα ὁμολογεῖν ἐχώρησας;
これに対してトリュフォンは言った。「人よ、私はお前に言った、お前はあらゆる点で聖書に結びつけながら、間違いのない者であろうと努めていると。ところで私に言ってくれ。諸君は本当に、このエルサレムの地が再建されること、そして諸君の民が集められ、我々の族の族長たちや預言者たち、聖なる者たち、また諸君のキリストが来る前になった改宗者たちと共に、キリストと共に喜び楽しむことを、公に認め、また期待しているのか。それとも、我々との論争において優位に立っているように見せようとして、これらを認めるところへと進んだだけなのか。」
Dialogus cum Tryphone Iudaeo 80.2
Κἀγὼ εἶπον· Οὐχ οὕτω τάλας ἐγώ, ὦ Τρύφων, ὡς ἕτερα λέγειν παρ᾿ ἃ φρονῶ. Ὡμολόγησα οὖν σοι καὶ πρότερον ὅτι ἐγὼ μὲν καὶ ἄλλοι πολλοὶ ταῦτα φρονοῦμεν, ὡς καὶ πάντως ἐπίστασθαι τοῦτο γενησόμενον· πολλοὺς δ᾿ αὖ καὶ τῶν τῆς καθαρᾶς καὶ εὐσεβοῦς ὄντων Χριστιανῶν γνώμης τοῦτο μὴ γνωρίζειν ἐσήμανά σοι.
そこで私は言った。「トリュフォンよ、私は、自分が考えていることとは異なることを言うほどに惨めではない。私は以前にもお前に、私自身も、また他の多くの者たちも、このことが起こるであろうと全く確信するほどに、こう考えている、と告白した。しかし、清らかで敬虔な考えを持つキリスト教徒たちのうちにも、多くの者がこのことを認めていない、と私はお前に示したのである。」
Dialogus cum Tryphone Iudaeo 80.3
Τοὺς γὰρ λεγομένους μὲν Χριστιανούς, ὄντας δὲ ἀθέους καὶ ἀσεβεῖς αἱρεσιώτας, ὅτι κατὰ πάντα βλάσφημα καὶ ἄθεα καὶ ἀνόητα διδάσκουσιν, ἐδήλωσά σοι. Ὅτι δ᾿ οὐκ ἐφ᾿ ὑμῶν μόνων τοῦτο λέγειν με ἐπίστασθε, τῶν γεγενημένων ἡμῖν λόγων ἁπάντων, ὡς δύναμίς μου, σύνταξιν ποιήσομαι, ἐν οἷς καὶ τοῦτο ὁμολογοῦντά με, ὃ καὶ πρὸς ὑμᾶς ὁμολογῶ, ἐγγράψω. Οὐ γὰρ ἀνθρώποις μᾶλλον ἢ ἀνθρωπίνοις διδάγμασιν αἱροῦμαι ἀκολουθεῖν, ἀλλὰ θεῷ καὶ τοῖς παρ᾿ ἐκείνου διδάγμασιν.
私はお前に、キリスト教徒と称しながら実は無神論者であり不敬虔な異端者たちがいて、彼らがあらゆる点で冒瀆的で無神論的で愚かなことを教えている、ということを示した。そして、私がこのことを諸君に対してだけ言っているのではないと諸君に知らせるために、私は我々の間で交わされたこれらすべての言葉を、力の及ぶかぎり一書にまとめ、その中に、私が諸君に対して告白するとおりのことを、私自身も告白していると書き記すことにしよう。私は、人間や人間の教えに従うことよりも、神と神からの教えとに従うことを選ぶからである。
Dialogus cum Tryphone Iudaeo 80.4
Εἰ γὰρ καὶ συνεβάλετε ὑμεῖς τισι λεγομένοις Χριστιανοῖς. καὶ τοῦτο μὴ ὁμολογοῦσιν, ἀλλὰ καὶ βλασφημεῖν τολμῶσι τὸν θεὸν Ἀβραὰμ καὶ τὸν θεὸν Ἰσαὰκ καὶ τὸν θεὸν Ἰακώβ. οἳ καὶ λέγουσι μὴ εἶναι νεκρῶν ἀνάστασιν, ἀλλὰ ἅμα τῷ ἀποθνήσκειν τὰς ψυχὰς αὐτῶν ἀναλαμβάνεσθαι εἰς τὸν οὐρανόν, μὴ ὑπολάβητε αὐτοὺς Χριστιανούς, ὥσπερ οὐδὲ Ἰουδαίους, ἄν τις ὀρθῶς ἐξετάσῃ, ὁμολογήσειεν εἶναι τοὺς Σαδδουκαίους ἢ τὰς ὁμοίας αἱρέσεις Γενιστῶν καὶ Μεριστῶν καὶ Γαλιλαίων καὶ Ἑλληνιανῶν καὶ Φαρισαίων καὶ Βαπτιστῶν (καὶ μὴ ἀηδῶς ἀκούσητέ μου πάντα ἃ φρονῶ λέγοντος), ἀλλὰ λεγομένους μὲν Ἰουδαίους καὶ τέκνα Ἀβραάμ, καὶ χείλεσιν ὁμολογοῦντας τὸν θεόν, ὡς αὐτὸς κέκραγεν ὁ θεός, τὴν δὲ καρδίαν πόρρω ἔχειν ἀπ᾿ αὐτοῦ.
というのも、もし諸君が、キリスト教徒と称する或る者たちと出会ったとして、彼らがこのことを認めないばかりか、アブラハムの神、イサクの神、ヤコブの神を冒瀆することさえ敢えてし、また死者の復活はなく、ただ死ぬと同時にその魂が天へと引き上げられるのだ、と言うような者たちであるなら、彼らをキリスト教徒だと思ってはならない。それはちょうど、正しく吟味するならば、サドカイ派や、それに類する分派――ゲニスタイ派、メリスタイ派、ガリライオイ派、ヘレニアノイ派、ファリサイ派、バプティスタイ派――の者たちを、誰もユダヤ人であると認めないのと同じである(私が思うところをすべて語っても、不愉快に聞かないでもらいたい)。むしろ彼らは、ユダヤ人、アブラハムの子らと称しながら、口先では神を告白しているが、神ご自身が叫ばれたように、その心は神から遠く離れている者たちなのである。
Dialogus cum Tryphone Iudaeo 80.5
Ἐγὼ δέ, καὶ εἴ τινές εἰσιν ὁρθογνώμονες κατὰ πάντα Χριστιανοί, καὶ σαρκὸς ἀνάστασιν γενήσεσθαι ἐπιστάμεθα καὶ χίλια ἔτη ἐν Ἱερουσαλὴμ οἰκοδομηθείσῃ καὶ κοσμηθείσῃ καὶ πλατυνθείσῃ. ὡς οἱ προφῆται Ἰεζεκιὴλ καὶ Ήσαΐας καὶ οἱ ἄλλοι ὁμολογοῦσιν.
「しかし私自身は、そしてあらゆる点で正しい考えを持つキリスト教徒たちがいるとすれば彼らも同様であるが、肉の復活が起こることを知っており、また、預言者エゼキエルやイザヤ、その他の者たちが認めているとおり、再建され、飾られ、広げられたエルサレムにおいて千年が過ごされることを知っている。」