Dialogus cum Tryphone Iudaeo 35.1
Καὶ ὁ Τρύφων· Καὶ μὴν πολλοὺς τῶν τὸν Ἰησοῦν λεγόντων ὁμολογεῖν καὶ λεγομένων Χριστιανῶν πυνθάνομαι ἐσθίειν τὰ εἰδωλόθυτα καὶ μηδὲν ἐκ τούτου βλάπτεσθαι λέγειν.
するとトリュフォンが言った。「ところで、イエスを言い表していると自称し、キリスト教徒と呼ばれている者たちの多くが、偶像に献げられた物を食べても、それによって何ら害を受けないと言っているとのことを、私は聞いている。」
Dialogus cum Tryphone Iudaeo 35.2
κἀγὼ ἀπεκρινάμην· Καὶ ἐκ τοῦ τοιούτους εἶναι ἄνδρας, ὁμολογοῦντας ἑαυτοὺς εἶναι Χριστιανοὺς καὶ τὸν σταυρωθέντα Ἰησοῦν ὁμολογεῖν καὶ κύριον καὶ Χριστόν, καὶ μὴ τὰ ἐκείνου διδάγματα διδάσκοντας ἀλλὰ τὰ ἀπὸ τῶν τῆς πλάνης πνευμάτων, ἡμεῖς, οἱ τῆς ἀληθινῆς Ἰησοῦ Χριστοῦ καὶ καθαρᾶς διδασκαλίας. μαθηταί, πιστότεροι καὶ βεβαιότεροι γινόμεθα ἐν τῇ ἐλπίδι τῇ κατηγγελμένῃ ὑπ᾿ αὐτοῦ. Ἃ γὰρ προλαβὼν μέλλειν γίνεσθαι ἐν ὀνόματι αὐτοῦ ἔφη, ταῦτα ὄψει καὶ ἐνεργείᾳ ὁρῶμεν τελούμενα.
そこで私は答えた。「まさに、そのような者たち——自分をキリスト教徒であると言い表し、十字架につけられたイエスを主でありキリストであると言い表しながら、かの方の教えではなく、迷いの霊どもから出た教えを説く者たちがいる、その事実そのものから、真にして清らかなイエス・キリストの教えの弟子である我々は、彼によって告げられた希望において、いっそう信頼を厚くし、確信を強めるのである。なぜなら、彼が自分の名において起こるであろうと予告した数々のことを、我々は今、目のあたりに、また現実の働きにおいて成就するのを見ているからである。」
Dialogus cum Tryphone Iudaeo 35.3
Εἶπε γάρ· Πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, ἔξωθεν ἐνδεδυμένοι δέρματα προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Καί· Ἔσονται σχίσματα καὶ αἱρέσεις. Καί· Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἐλεύσονται πρὸς ὑμᾶς. ἔξωθεν ἐνδεδυμένοι δέρματα προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Καί· Ἀναστήσονται πολλοὶ ψευδόχριστοι καὶ ψευδοαπόστο λοι, καὶ πολλοὺς τῶν πιστῶν πλανήσουσιν.
「彼はこう言ったのである。『多くの者がわが名によって来て、外側には羊の皮を着ているが、内側は略奪する狼である。』また、『分裂と異端が起こるであろう。』また、『偽預言者たちに気をつけよ。彼らは汝らのもとにやって来るが、外側には羊の皮を着ていても、内側は略奪する狼である。』また、『多くの偽キリスト、偽使徒たちが立ち現れ、多くの信者を惑わすであろう。』」
Dialogus cum Tryphone Iudaeo 35.4
Εἰσὶν οὖν καὶ ἐγένοντο, ὦ φίλοι ἄνδρες, πολλοὶ οἳ ἄθεα καὶ βλάσφημα λέγειν καὶ πράττειν ἐδίδαξαν, ἐν ὀνόματι τοῦ Ἰησοῦ προσελθόντες· καὶ καλούμενοί εἰσιν ὑφ᾿ ἡμῶν ἀπὸ τῆς προσωνυμίας τῶν ἀνδρῶν, ἐξ οὗπερ ἑκάστη διδαχὴ καὶ γνώμη ἤρξατο.
「さて、友人たちよ、イエスの名において近づきながら、無神論的で冒瀆的な事柄を語り行うよう教えた者たちが多く存在し、また存在した。彼らはそれぞれ、その教えと見解の起こった人物の呼び名にちなんで、我々によって呼ばれているのである。」
Dialogus cum Tryphone Iudaeo 35.5
Ἄλλοι γὰρ κατ᾿ ἄλλον τρόπον βλασφημεῖν τὸν ποιητὴν τῶν ὅλων καὶ τὸν ὑπ᾿ αὐτοῦ προφητευόμενον ἐλεύσεσθαι Χριστὸν καὶ τὸν θεὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ διδάσκουσιν· ὧν οὐδενὶ κοινωνοῦμεν, οἱ γνωρίζοντες ἀθέους καὶ ἀσεβεῖς καὶ ἀδίκους καὶ ἀνόμους αὐτοὺς ὑπάρχοντας, καὶ ἀντὶ τοῦ τὸν Ἰησοῦν σέβειν ὀνόματι μόνον ὁμολογεῖν.
「なぜなら、ある者たちは、万物の造り主と、彼によって預言されて来るはずのキリストと、アブラハム・イサク・ヤコブの神とを、それぞれ異なった仕方で冒瀆するよう教えているからである。我々は、彼らが無神論者、不敬虔な者、不正な者、法を無視する者であり、イエスを敬うことの代わりにただ名だけを言い表していると知っているので、彼らのいずれとも交わりを持たない。」
Dialogus cum Tryphone Iudaeo 35.6
Καὶ Χριστιανοὺς ἑαυτοὺς λέγουσιν, ὃν τρόπον οἱ ἐν τοῖς ἔθνεσι τὸ ὄνομα τοῦ θεοῦ ἐπιγράφουσι τοῖς χειροποιήτοις, καὶ ἀνόμοις καὶ ἀθέοις τελεταῖς κοινωνοῦσι. Καί εἰσιν αὐτῶν οἱ μέν τινες καλούμενοι Μαρκιανοί. οἱ δὲ Οὐαλεντινιανοί, οἱ δὲ Βασιλειδιανοί, οἱ δὲ Σατορνιλιανοί, καὶ ἄλλοι ἄλλῳ ὀνόματι. ἀπὸ τοῦ ἀρχηγέτου τῆς γνώμης ἕκαστος ὀνομαζόμενος, ὃν τρόπον καὶ ἕκαστος τῶν φιλοσοφεῖν νομιζόντων, ὡς ἐν ἀρχῇ προεῖπον, ἀπὸ τοῦ πατρὸς τοῦ λόγου τὸ ὄνομα ἧς φιλοσοφεῖ φιλοσοφίας ἡγεῖται φέρειν.
「そして彼らは自らをキリスト教徒と呼んでいる。ちょうど諸国民の中にいる者たちが、人の手で造られたものに神の名を書きつけ、法を無視した無神論的な秘儀に与っているのと同じ仕方である。彼らのうちある者はマルキオン派と呼ばれ、ある者はウァレンティヌス派、ある者はバシレイデス派、ある者はサトゥルニヌス派と呼ばれ、そのほかもそれぞれ別の名を持っており、それぞれがその見解の創始者にちなんで名づけられている。ちょうど、初めに私が述べたとおり、哲学を営むと自任する者がそれぞれ、自分の奉じる哲学の名を、その論を立てた祖から受け継いでいると考えているのと同じである。」
Dialogus cum Tryphone Iudaeo 35.7
Ὥστε καὶ ἐκ τούτων ἡμεῖς, ὡς ἔφην, τὸν Ἰησοῦν καὶ τῶν μετ᾿ αὐτὸν γενησομένων προγνώστην ἐπιστάμεθα, καὶ ἐξ ἄλλων δὲ πολλῶν ὧν προεῖπε γενήσεσθαι τοῖς πιστεύουσι καὶ ὁμολογοῦσιν αὐτὸν Χριστόν. Καὶ γὰρ ἃ πάσχομεν πάντα, ἀναιρούμενοι ὑπὸ τῶν οἰκείων, προεῖπεν ἡμῖν μέλλειν γενέσθαι, ὡς κατὰ μηδένα τρόπον ἐπιλήψιμον αὐτοῦ λόγον ἢ πρᾶξιν φαίνεσθαι.
「したがって、こうしたことからも、我々は、イエスが彼の後に起こるはずのことどもをあらかじめ知っていた方であると理解しているのであり、また、彼を信じ、彼をキリストであると言い表す者たちに起こるであろうと彼が予告した、そのほか多くのことからも、同様に理解しているのである。実際、我々が身内の者たちによって殺されながらこうむっているすべてのことは、彼の言葉あるいは行いが何ら咎められるところのないものとして現れるように、彼が我々にあらかじめ、起こるであろうと告げていたことなのである。」
Dialogus cum Tryphone Iudaeo 35.8
Διὸ καὶ ὑπὲρ ὑμῶν καὶ ὑπὲρ τῶν ἄλλων ἁπάντων ἀνθρώπων τῶν ἐχθραινόντων ἡμῖν εὐχόμεθα, ἵνα μεταγνόντες σὺν ἡμῖν μὴ βλασφημῆτε τὸν διά τε τῶν ἔργων καὶ τῶν ἀπὸ τοῦ ὀνόματος αὐτοῦ καὶ νῦν γινομένων δυνάμεων καὶ ἀπὸ τῶν τῆς διδαχῆς λόγων καὶ ἀπὸ τῶν προφητευθεισῶν εἰς αὐτὸν προφητειῶν ἄμωμον καὶ ἀνέγκλητον κατὰ πάντα Χριστὸν Ἰησοῦν, ἀλλὰ πιστεύσαντες εἰς αὐτὸν ἐν τῇ πάλιν γενησομένῃ ἐνδόξῳ αὐτοῦ παρουσίᾳ σωθῆτε καὶ μὴ καταδικασθῆτε εἰς τὸ πῦρ ὑπ᾿ αὐτοῦ.
「それゆえ我々は、諸君のためにも、また我々に敵対するそのほかすべての人々のためにも、祈っている。それは、悔い改めて我々とともになり、そのわざによっても、今なお彼の名からもたらされる数々の力によっても、教えの言葉によっても、彼について預言された預言によっても、あらゆる点で咎めるところなく非のうちどころのないと示されるキリスト・イエスを、諸君が冒瀆することのないようにであり、むしろ彼を信じて、再び起こるであろう彼の栄光ある来臨において救われ、彼によって火に断罪されることのないようにである。」