ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput XCI 第XCI章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 4 sectiones

Dialogus cum Tryphone Iudaeo 91.1

1

Καὶ γὰρ δι᾿ ἄλλου μηνύων τὴν ἰσχὺν τοῦ μυστηρίου τοῦ σταυροῦ ὁ θεὸς διὰ Μωσέως εἶπεν ἐν εὐλογίᾳ, ἣν εὐλόγει τὸν Ἰωσήφ. Ἀπὸ εὐλογίας κυρίου ἡ γῆ αὐτοῦ, ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσων, καὶ ἀπὸ ἀβύσσου πηγῶν κάτωθεν, καὶ καθ᾿ ὥραν γεννημάτων ἡλίου τροπῶν, καὶ ἀπὸ συνόδων μηνῶν, καὶ ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς, καὶ ἀπὸ κορυφῆς βουνῶν, καὶ ποταμῶν ἀεννάων, καὶ καρπῶν γῆς πληρώσεως. Καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῇ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν Ἰωσὴφ καὶ ἐπὶ κορυφῆς. Δοξασθεὶς ἐν ἀδελφοῖς πρωτότοκος, ταύρου τὸ κάλλος αὐτοῦ, κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ, ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἀπὸ ἄκρου τῆς γῆς.

というのも、神は、十字架の奥義の力を別の仕方でも示すために、モーセを通して、ヨセフを祝福したその祝福のうちで語られたからである。『主の祝福より彼の地はあり、天の時と露とから、下なる深淵の泉から、太陽の巡りにしたがう時の実りから、月々の巡り合いから、山々の頂の初めから、丘々の頂から、絶えず流れる川々から、地の実りの満ちるところから。また、柴の中に現れた方に受け入れられたものが、ヨセフの頭の上に、頭の頂の上に来るように。兄弟たちのうちで栄光を受けた初子。牛の美しさは彼のもの、一角獣の角は彼の角。それらによって彼は、地の果てに至るまで、諸国民を一斉に突くであろう。』

Dialogus cum Tryphone Iudaeo 91.2

2

Μονοκέρωτος γὰρ κέρατα οὐδενὸς ἄλλου πράγματος ἢ σχήματος ἔχοι ἄν τις εἰπεῖν καὶ ἀποδεῖξαι, εἰ μὴ τοῦ τύπου ὃς τὸν σταυρὸν δείκνυσιν. Ὄρθιον γὰρ τὸ ἕν ἐστι ξύλον, ἀφ᾿ οὗ ἐστι τὸ ἀνώτατον μέρος εἰς κέρας ὑπερηρμένον, ὅταν τὸ ἄλλο ξύλον προσαρμοσθῇ, καὶ ἑκατέρωθεν ὡς κέρατα τῷ ἑνὶ κέρατι παρεζευγμένα τὰ ἄκρα φαίνηται· καὶ τὸ ἐν τῷ μέσῳ πηγνύμενον ὡς κέρας καὶ αὐτὸ ἐξέχον ἐστίν, ἐφ᾿ ᾧ ἐποχοῦνται οἱ σταυρούμενοι, καὶ βλέπεται ὡς κέρας καὶ αὐτὸ σὺν τοῖς ἄλλοις κέρασι συνεσχηματισμένον καὶ πεπηγμένον.

というのも、一角獣の角は、十字架を示す型のほかには、いかなる他の事柄や形についても、それを語り証明することはできないからである。すなわち、一本の木がまっすぐに立っており、その最上部から、角のように高く突き出た部分がある。そこに別の木が組み合わされると、その両端が、一つの角に対の角のように左右から並ぶかたちで現れる。そして真ん中に打ち込まれた部分もまた、角のように突き出しており、その上に十字架につけられる者たちが乗せられ、それもまた、他の角と共に一つの形をなして組み合わされ、打ち込まれた角のように見えるのである。

Dialogus cum Tryphone Iudaeo 91.3

3

Καὶ τὸ Ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἀπ᾿ ἄκρου τῆς γῆς δηλωτικόν ἐστι τοῦ νῦν γεγενημένου πράγματος ἐν πᾶσι τοῖς ἔθνεσι. Κερατισθέντες γάρ, τουτέστι κατανυγέντες, οἱ ἐκ πάντων τῶν ἐθνῶν διὰ τούτου τοῦ μυστηρίου εἰς τὴν θεοσέβειαν ἐτράπησαν ἀπὸ τῶν ματαίων εἰδώλων καὶ δαιμόνων, τοῖς δὲ ἀπίστοις τὸ αὐτὸ σχῆμα εἰς κατάλυσιν καὶ καταδίκην δηλοῦται· ὃν τρόπον ἐν τῷ ἀπ᾿ Αἰγύπτου ἐξελθόντι λαῷ διά τε τοῦ τύπου τῆς ἐκτάσεως τῶν χειρῶν τοῦ Μωσέως καὶ τῆς τοῦ Ναυῆ υἱοῦ ἐπικλήσεως τοῦ ὀνόματος Ἰησοῦ ὁ Ἀμαλὴκ μὲν ἡττᾶτο, Ἰσραὴλ δὲ ἐνίκα.

そして『それらによって彼は、地の果てに至るまで、諸国民を一斉に突くであろう』という言葉は、今やすべての諸国民のうちに起こっている事柄を示している。すなわち、突かれた者たち、すなわち、心を刺し貫かれた者たちが、あらゆる諸国民の中から、この奥義によって、空しい偶像やダエモーンたちから離れて、神への敬虔へと向きを変えたのである。しかし、信じない者たちにとっては、同じ姿が滅びと断罪のしるしとして示される。それはちょうど、エジプトから出た民のうちで、モーセの両手を伸ばす型と、ナウェの子がイエスの名を与えられたこととによって、アマレクは打ち負かされ、イスラエルは勝利したのと同じ仕方である。

Dialogus cum Tryphone Iudaeo 91.4

4

Καὶ διὰ τοῦ τύπου δὲ καὶ σημείου τοῦ κατὰ τῶν δακόντων τὸν Ἰσραὴλ ὄφεων ἡ ἀνάθεσις φαίνεται γεγενημένη ἐπὶ σωτηρίᾳ τῶν πιστευόντων ὅτι διὰ τοῦ σταυροῦσθαι μέλλοντος θάνατος γενήσεσθαι ἔκτοτε προεκηρύσσετο τῷ ὄφει, σωτηρία δὲ τοῖς καταδακνομένοις ὑπ᾿ αὐτοῦ καὶ προσφεύγουσι τῷ τὸν ἐσταυρωμένον υἱὸν αὐτοῦ πέμψαντι εἰς τὸν κόσμον· οὐ γὰρ ἐπὶ ὄφιν ἡμᾶς πιστεύειν τὸ προφητικὸν πνεῦμα διὰ Μωσέως ἐδίδασκεν, ὁπότε καὶ κατηρᾶσθαι αὐτὸν τὴν ἀρχὴν ὑπὸ τοῦ θεοῦ δηλοῖ, καὶ ἐν τῷ Ἡσαίᾳ ἀναιρεθήσεσθαι ὡς πολέμιον διὰ τῆς μεγάλης μαχαίρας, ἥτις ἐστὶν ὁ Χριστός, σημαίνει.

また、イスラエルを噛んだ蛇たちに対する型としるしを通して、掲げられたことは、信じる者たちの救いのために行われたと見える。すなわち、十字架につけられようとしている方を通して、蛇には死が、そして蛇に噛まれ、ご自身の十字架につけられた子を世に遣わされた方のもとへ逃れる者たちには救いが、その時からすでにあらかじめ宣べ伝えられていたのである。というのも、預言の霊は、モーセを通して、我々が蛇を信じるようにと教えたのではなかったからである。それどころか、その蛇は初めから神によって呪われていたことを示しており、またイザヤにおいては、大いなる剣――それはキリストである――によって、敵として滅ぼされるであろうことを意味しているからである。