ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput CI 第CI章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 3 sectiones

Dialogus cum Tryphone Iudaeo 101.1

1

Τὰ δὲ ἀκόλουθα τοῦ ψαλμοῦ ταῦτα ἐν οἷς λέγει· Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν καὶ ἐρρύσω αὐτούς· πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν· ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένωμα λαοῦ· δηλωτικά ἐστι τοῦ καὶ πατέρας αὐτὸν ὁμολογεῖν τοὺς ἐλπίσαντας ἐπὶ τὸν θεὸν καὶ σωθέντας ὑπ᾿ αὐτοῦ, οἵτινες καὶ πατέρες ἦσαν τῆς παρθένου, δι᾿ ἧς ἐγεννήθη ἄνθρωπος γενόμενος, καὶ αὐτὸς σωθήσεσθαι ὑπὸ τοῦ αὐτοῦ θεοῦ μηνύων, ἀλλ᾿ οὐ τῇ αὐτοῦ βουλῇ ἢ ἰσχύϊ πράττειν τι καυχώμενος.

詩篇に続く言葉は、彼がこう言っているところのものである。「我々の父祖たちはあなたに望みを置き、望みを置いて、あなたは彼らを救い出した。彼らはあなたに向かって叫び、救われた。あなたに望みを置いて、辱められなかった。されど私は虫であって人ではない。人々の恥辱、民の蔑みである。」これは、彼が、神に望みを置き、神によって救われた者たちを自分の父祖と認めていることを示している。彼らはまた、彼が生まれた人間となったその処女の父祖でもあった。そして、彼自身も同じ神によって救われるであろうことを示し、自分の意志や力によって何かを行うと誇っているのではないことを示している。

Dialogus cum Tryphone Iudaeo 101.2

2

Καὶ γὰρ ἐπὶ γῆς τὸ αὐτὸ ἔπραξε· λέγοντος αὐτῷ τινος· Διδάσκαλε ἀγαθέ, ἀπεκρίνατο· Τί με λέγεις ἀγαθόν; Εἶς ἐστιν ἀγαθός, ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Τὸ δὲ εἰπεῖν Ἐγώ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ, ἅπερ φαίνεται καὶ ὄντα καὶ γινόμενα αὐτῷ προέλεγεν. Ὄνειδος μὲν γὰρ ἡμῖν, τοῖς εἰς αὐτὸν πιστεύουσιν ἀνθρώποις, πανταχοῦ ἐστιν· ἐξουθένημα δὲ τοῦ λαοῦ, ὅτι ὑπὸ τοῦ λαοῦ ὑμῶν ἐξουδενωθεὶς καὶ ἀτιμωθεὶς ταῦτα ἔπαθεν ἅπερ διεθήκατε αὐτόν.

実に、彼は地上でも同じことを行った。ある者が彼に「善き師よ」と言ったとき、彼はこう答えた。「なぜお前は私を善いと呼ぶのか。善い方はただおひとり、天にいますわが父である。」また、「私は虫であって人ではない。人々の恥辱、民の蔑みである」と言っていることは、彼自身に生じ、また実際にそうであると見える事柄をあらかじめ語っていたのである。というのも、彼を信じる我々人間にとっては、彼はいたるところで恥辱の的とされているからであり、また民の蔑みであるというのは、彼が諸君の民によって蔑まれ、辱められ、諸君が彼に対して行ったこれらの仕打ちを被ったからである。

Dialogus cum Tryphone Iudaeo 101.3

3

Καὶ τὰ ἀκόλουθα· Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, καὶ ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν· Ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν, σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν· τὰ αὐτὰ ὁμοίως ἐγγίνεσθαι αὐτῷ προεῖπεν. Οἱ γὰρ θεωροῦντες αὐτὸν ἐσταυρωμένον καὶ κεφαλὰς ἕκαστος ἐκίνουν καὶ τὰ χείλη διέστρεφον, καὶ τοῖς μυξωτῆρσιν ἐν ἀλλήλοις διαρρινοῦντες ἔλεγον εἰρωνευόμενοι ταῦτα ἃ καὶ ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων αὐτοῦ γέγραπται· Υἱὸν θεοῦ ἑαυτὸν ἔλεγε, καταβὰς περιπατείτω· σωσάτω αὐτὸν ὁ θεός.

そしてこれに続く「私を見る者はみな私をあざけり、唇をもって語り、頭を振った。彼は主に望みを置いた、主が彼を救い出すがよい、主が彼を救うがよい、主が彼を望んでいるのなら」も、同様に彼の身に起こることをあらかじめ語っていた。実に、彼が十字架にかけられているのを見た者たちは、それぞれ頭を振り、唇をゆがめ、互いに鼻であしらいながら、あざけって、こう言ったからである。これは彼の使徒たちの回想録にも書かれている。「彼は自分を神の子だと言っていた。降りて歩くがよい。神が彼を救うがよい。」