ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput L 第L章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 5 sectiones

Dialogus cum Tryphone Iudaeo 50.1

1

Καὶ ὁ Τρύρων· Ἔοικάς μοι ἐκ πολλῆς προστρίψεως τῆς πρὸς πολλοὺς περὶ πάντων τῶν ζητουμένων γεγονέναι καὶ διὰ τοῦτο ἑτοίμως ἔχειν ἀποκρίνεσθαι πρὸς πάντα ἃ ἄν ἐπερωτηθῇς. Ἀπόκριναι οὖν μοι πρότερον, πῶς ἔχεις ἀποδεῖξαι ὅτι καὶ ἄλλος θεὸς παρὰ τὸν ποιητὴν τῶν ὅλων. καὶ τότε ἀποδείξεις ὅτι καὶ γεννηθῆναι διὰ τῆς παρθένου ὑπέμεινε.

するとトリュフォンが言った。「お前は、あらゆる問題について多くの人々と論じ合い、擦れ合いを重ねてきた者のように見える。それゆえ、何を問われてもすぐさま答える構えができているのだろう。ではまず私に答えよ。万物の造り主のほかにもう一人の神がいることを、どのようにして証明できるのか。それができてから、この方が処女によって生まれることを甘んじて受けたことを証明せよ。」

Dialogus cum Tryphone Iudaeo 50.2

2

Κἀγὼ ἔφην· Πρότερόν μοι συγχώρησον εἰπεῖν λόγους τινὰς ἐκ τῆς Ἡσαίου προφητείας, τοὺς εἰρημένους περὶ τῆς προελεύσεως, ἣν προελήλυθεν αὐτοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τούτου Ἰωάννης ὁ βαπτιστὴς καὶ προφήτης γενόμενος. Κἀκεῖνος· Συγχωρῶ.

そこで私は言った。「まず、洗礼者にして預言者となったヨハネが、この我々の主イエス・キリストに先立って進み出た、その先駆けについて語られた言葉を、イザヤの預言からいくつか述べることを許してほしい。」するとかれは言った。「許そう。」

Dialogus cum Tryphone Iudaeo 50.3

3

Κἀγὼ εἶπον· Ἡσαίας οὖν περὶ τῆς Ἰωάννου προελεύσεως οὕτως προεῖπε· Καὶ εἶπεν Ἐζεκίας πρὸς Ἡσαίαν· Ἀγαθὸς ὁ λόγος κυρίου, ὃν ἐλάλησε· Γενέσθω εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου. Καί· Παρακαλεῖτε τὸν λαόν· ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἰερουσαλὴμ καὶ παρακαλέσατε αὐτήν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς· λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὰς ὁδοὺς κυρίου. εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὅρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας· καὶ ὀφθήσεται ἡ δόξα κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ, ὅτι κύριος ἐλάλησε.

私は言った。「では、イザヤはヨハネの先駆けについてこう預言した。『エゼキアはイザヤに、主が語られた言葉は良い、私の日々に平和と正義があるようにと言った。また、民を慰めよ、祭司たちよ、エルサレムの心に語りかけ、これを慰めよ、その卑しめは満たされ、その罪は解かれた、主の手からその罪過の二倍を受け取ったのだから。荒れ野で叫ぶ声がある、主の道を整えよ、我々の神の道筋をまっすぐにせよ。すべての谷は満たされ、すべての山と丘は低くされる。曲がったものはすべてまっすぐになり、険しい道は平らな道になる。そして主の栄光が現れ、すべての肉なる者が神の救いを見るであろう、主が語られたのだから。』」

Dialogus cum Tryphone Iudaeo 50.4

4

Φωνὴ λέγοντος· Βόησον. Καὶ εἶπον· Τί βοήσω; Πᾶσα σὰρξ χόρτος. καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. Ἐπ᾿ ὄρους ὑψηλοῦ ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἰερουσαλήμ. Ὑψώσατε, μὴ φοβεῖσθε. Εἶπον ταῖς πόλεσιν Ἰούδα· Ἰδοὺ ὁ θεὸς ὑμῶν· κύριος ἰδοὺ μετ᾿ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας ἔρχεται. Ἰδοὺ ὁ μισθὸς μετ᾿ αὐτοῦ, καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ. Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι συνάξει ἄρνας, καὶ τὴν ἐν γαστρὶ ἔχουσαν παρακαλέσει.

「『声があって言う、叫べと。私は言った、何を叫びましょうかと。すべての肉は草である。人のすべての栄光は草の花のようなものである。草は枯れ、その花は落ちる。しかし主の言葉は永遠にとどまる。高い山に登れ、シオンに良い知らせを伝える者よ。力強くお前の声を上げよ、エルサレムに良い知らせを伝える者よ。声を上げよ、恐れるな。ユダの町々に言え、見よ、汝らの神をと。見よ、主は力とともに来られる。その腕は権威とともに来る。見よ、その報いは主とともにあり、その業はその前にある。主は羊飼いのようにその群れを飼い、その腕で子羊たちを集め、身重の羊をいたわる。』」

Dialogus cum Tryphone Iudaeo 50.5

5

Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ; Τίς ἔγνω νοῦν κυρίου, καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο, ὃς συμβιβάσει αὐτόν; Ἢ πρὸς τίνα συνεβουλεύσατο, καὶ συνεβίβασεν αὐτόν; Ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; Ἢ ὁδὸν συνέσεως τίς ἐγνώρισεν αὐτῷ; Πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς πτύελος λογισθήσονται. Ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάντα τὰ ἔθνη οὐθέν, καὶ εἰς οὐδὲν ἐλογίσθησαν.

「『誰が手で水を量り、天を手のひらの幅で、地の全土を一つかみで量ったか。誰が山々を秤にかけ、谷々を天秤にかけて立てたか。誰が主の心を知り、誰がその相談役となって、主に助言できたか。誰に主は相談し、その者が主を導いたか。誰が主に裁きを示したか、あるいは誰が主に悟りの道を教えたか。すべての諸国民は桶からしたたる一滴のようなものであり、秤の分銅の傾きのようなものと見なされ、唾のようなものと見なされるであろう。レバノンは薪として十分ではなく、四足の獣たちも全焼のいけにえとして十分ではない。すべての諸国民は無に等しく、無に等しいと見なされている。』」