ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput CXXVII 第CXXVII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 5 sectiones

Dialogus cum Tryphone Iudaeo 127.1

1

Καὶ τὰ ἄλλα δὲ τοιαῦτά ἐστιν εἰρημένα τῷ νομοθέτῃ καὶ τοῖς προφήταις. Καὶ ἱκανῶς εἰρῆσθαί μοι ὑπολαμβάνω ὅτι, ὅταν μου ὁ θεὸς λέγῃ· Ἀνέβη ὁ θεὸς ἀπὸ Ἀβραάμ, ἢ Ἐλάλησε κύριος πρὸς Μωσῆν, καὶ Κατέβη κύριος τὸν πύργον ἰδεῖν ὅν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων, ἢ ὅτε Ἔκλεισεν ὁ θεὸς τὴν κιβωτὸν Νῶε ἔξωθεν, μὴ ἡγεῖσθε αὐτὸν τὸν ἀγέννητον θεὸν καταβεβηκέναι ἢ ἀναβεβηκέναι ποθέν.

「その他にも、律法制定者〔モーセ〕と預言者たちによって語られたことは、これと同様である。そして私には、次のことは十分に語られたと思われる。すなわち、私の神が『神はアブラハムから上って行った』とか、『主はモーセに語った』とか、『主は人の子らが築いた塔を見るために下って来た』とか、あるいは『神はノアの箱舟を外から閉じた』などと語る時、諸君は、不出生の神ご自身がどこかから下って来た、あるいは上って行ったなどと考えてはならない、ということである。」

Dialogus cum Tryphone Iudaeo 127.2

2

Ὁ γὰρ ἄρρητος πατὴρ καὶ κύριος τῶν πάντων οὔτε ποι ἀφῖκται οὔτε περιπατεῖ οὔτε καθεύδει οὔτε ἀνίσταται, ἀλλ᾿ ἐν τῇ αὐτοῦ χώρᾳ, ὅπου ποτέ, μένει, ὀξὺ ὁρῶν καὶ ὀξὺ ἀκούων, οὐκ ὀφθαλμοῖς οὐδὲ ὠσὶν ἀλλὰ δυνάμει ἀλέκτῳ· καὶ πάντα ἐφορᾷ καὶ πάντα γινώσκει, καὶ οὐδεὶς ἡμῶν λέληθεν αὐτόν· οὔτε κινούμενος, ὁ τόπῳ τε ἀχώρητος καὶ τῷ κόσμῳ ὅλῳ ὅς γε ἦν καὶ πρὶν τὸν κόσμον γενέσθαι.

「なぜなら、言い表しえない父にして万物の主は、どこへも行き着くこともなく、歩き回ることもなく、眠ることもなく、立ち上がることもなく、ただ自らの座所に、それがどこであれ、とどまっているからである。目によってでも耳によってでもなく、言い表しえない力によって、鋭く見、鋭く聞きながら。そしてすべてを見渡し、すべてを知っており、我々のうち誰一人としてその目を逃れる者はない。動くこともなく、場所にも世界全体にも収まりきらない方であり、世界が生じる以前からすでに存在していた方である。」

Dialogus cum Tryphone Iudaeo 127.3

3

Πῶς ἄν οὖν οὗτος ἢ λαλήσειε πρὸς τινα ἢ ὀφθείη τινὶ ἢ ἐν ἐλαχίστῳ μέρει γῆς φανείη, ὁπότε γε οὐδὲ τὴν δόξαν τοῦ παρ᾿ αὐτοῦ πεμφθέντος ἴσχυεν ὁ λαὸς ἰδεῖν ἐν Σινᾶ, οὐδ᾿ αὐτὸς Μωσῆς ἴσχυσεν εἰσελθεῖν εἰς τὴν σκηνήν, ἥν ἐποίησεν, εἰ μὲν ἐπληρώθη τῆς παρὰ τοῦ θεοῦ δόξης, οὐδὲ μὴν ὁ ἱερεὺς ὑπέμεινε κατενώπιον τοῦ ναοῦ στῆναι, ὅτε τὴν κιβωτὸν Σολομὼν εἰσεκόμισεν εἰς τὸν οἶκον τὸν ἐν Ἱερουσαλήμ., ὅν αὐτὸς ὁ Σολομὼν ᾠκοδομήκει;

「それゆえ、この方がどうして誰かに語りかけたり、誰かに現れたり、地のごく小さな一部分に姿を現したりすることがあろうか。民はシナイにおいて、彼のもとから遣わされた方の栄光さえも見ることができなかったし、モーセ自身も、それが神からの栄光に満たされていたのであれば、自ら造った天幕に入ることができなかった。ソロモンが、自ら建てたエルサレムにある家に契約の箱を運び入れた時、祭司でさえ神殿の前に立ち続けることができなかったではないか。」

Dialogus cum Tryphone Iudaeo 127.4

4

Οὔτε οὖν Ἀβραὰμ οὔτε Ἰσαὰκ οὔτε Ἰακὼβ οὔτε ἄλλος ἀνθρώπων εἶδε τὸν πατέρα καὶ ἄρρητον κύριον τῶν πάντων ἀπλῶς καὶ αὐτοῦ τοῦ Χριστοῦ, ἀλλ᾿ ἐκεῖνον τὸν κατὰ βουλὴν τὴν ἐκείνου καὶ θεὸν ὄντα, υἱὸν αὐτοῦ, καὶ ἄγγελον ἐκ τοῦ ὑπηρετεῖν τῇ γνώμῃ αὐτοῦ· ὅν καὶ ἄνθρωπον γεννηθῆναι διὰ τῆς παρθένου βεβούληται, ὅς καὶ πῦρ ποτε γέγονε τῇ πρὸς Μωσέα ὁμιλίᾳ τῇ ἀπὸ τῆς βάτου.

「それゆえ、アブラハムもイサクもヤコブも、また他のいかなる人間も、父にして、端的に万物の、またキリストご自身の、言い表しえない主であるその方を見たのではない。むしろ彼らが見たのは、かの方の計らいに従って神であり、その方の子であり、その意向に仕えることから御使いでもある方である。この方が処女によって人として生まれることを、〔父は〕欲したのであり、この方はまた、柴からモーセに語りかけた際には、かつて火ともなったのである。」

Dialogus cum Tryphone Iudaeo 127.5

5

Ἐπεὶ ἐὰν μὴ οὕτω νοήσωμεν τὰς γραφάς, συμβήσεται τὸν πατέρα καὶ κύριον τῶν ὅλων μὴ γεγενῆσθαι τότε ἐν τοῖς οὐρανοῖς, ὅτε διὰ Μωσέως λέλεκται· Καὶ κύριος ἔβρεξεν ἐπὶ Σόδομα πῦρ καὶ θεῖον παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ· καὶ πάλιν διὰ Δαυῒδ ὅτε λέλεκται οὕτως· Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης· καὶ πάλιν ὅτε φησί· Λέγει κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἄν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

「なぜなら、もし我々がこのように聖書を理解しないならば、モーセによって『そして主はソドムの上に、天から、主のもとより火と硫黄を降らせた』と語られているその時、父にして万物の主が天にいなかった、という結果になってしまうからである。またダビデによって、このように語られている時にも同様である。『汝らの頭領たちよ、門を上げよ。そして上がれ、永遠の門よ。そして栄光の王が入って来る。』そしてまた、こう語られている時にも。『主は我が主に言われた。私がお前の敵をお前の足台とするまで、我が右に座れ。』」