ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput XXXVI 第XXXVI章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 6 sectiones

Dialogus cum Tryphone Iudaeo 36.1

1

Κἀκεῖνος ἀπεκρίνατο· Ἔστω καὶ ταῦτα οὕτως ἔχοντα ὡς λέγεις, καὶ ὅτι παθητὸς Χριστὸς προεφητεύθη μέλλειν εἶναι. καὶ λίθος κέκληται. καὶ ἔνδοξος μετὰ τὴν πρώτην αὐτοῦ παρουσίαν, ἐν ᾖ παθητὸς φαίνεσθαι κεκήρυκτο, ἐλευσόμενος καὶ κριτὴς πάντων λοιπὸν καὶ αἰώνιος βασιλεὺς καὶ ἱερεὺς γενησόμενος· εἰ οὗτος δέ ἐστι περὶ οὗ ταῦτα προεφητεύθη, ἀπόδειξον.

すると彼は答えた。「それらのことも、お前の言うとおりであるとしよう。すなわち、受苦するキリストが来ることは預言されており、彼は石とも呼ばれ、その最初の来臨——そこでは受苦する姿で現れると告げ知らされていた——の後には、栄光あるものとして来て、もはやすべての者の裁き主となり、永遠の王、そして祭司となるであろう、ということも。しかし、これについて預言されたのがこの人物であるということを、証明せよ。」

Dialogus cum Tryphone Iudaeo 36.2

2

Κἀγώ· Ὡς βούλει. ὦ Τρύφων. ἐλεύσομαι πρὸς ἃς βούλει ταύτας ἀποδείξεις ἐν τῷ ἁρμόζοντι τόπῳ. ἔφην· τανῦν δὲ συγχωρήσεις μοι πρῶτον ἐπιμνησθῆναι ὧνπερ βούλομαι προφητειῶν, εἰς ἐπίδειξιν ὅτι καὶ θεὸς καὶ κύριος τῶν δυνάμεων ὁ Χριστὸς καὶ Ἰακὼβ καλεῖται ἐν παραβολῇ ὑπὸ τοῦ ἁγίου πνεύματος, καὶ οἱ παρ᾿ ὑμῖν ἐξηγηταί, ὡς θεὸς βοᾷ, ἀνόητοί εἰσι, μὴ εἰς τὸν Χριστὸν εἰρῆσθαι λέγοντες ἀλλ᾿ εἰς Σολομῶνα, ὅτε εἰσέφερε τὴν σκηνὴν τοῦ μαρτυρίου εἰς τὸν ναὸν ὃν ᾠκοδόμησεν.

すると私は言った。「トリュフォンよ、お前の望むとおりにしよう。お前が望むその証明については、ふさわしい場所で行うことにしよう」と私は言った。「しかし今はまず、私が望む預言のいくつかに言及することを許してほしい。それは、キリストが神であり、もろもろの力の主であるということ、また、聖なる霊によって彼が譬えの中でヤコブとも呼ばれているということを示すためである。そして、神御自身が声高く語っておられるとおり、諸君のもとにいる注解者たちは愚かなのである——それをキリストについて言われたのではなくソロモンについて、しかもソロモンが証しの幕屋を、自分の建てた神殿に運び入れたときのことについて言われたのだと言う点で。」

Dialogus cum Tryphone Iudaeo 36.3

3

Ἔστι δὲ ψαλμὸς τοῦ Δαυῒδ οὗτος· Τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Ἀὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Τίς ἀναβήσεται εἰς τὸ ὅρος τοῦ κυρίου. ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ. ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ.

「これはダビデの詩篇である。『地とその満ちるもの、世界とその中に住むすべての者は、主のものである。彼はもろもろの海の上にそれを据え、もろもろの川の上にそれを備えられた。誰が主の山に登るであろうか。誰がその聖なる場所に立つであろうか。手が汚れなく、心が清らかな者、その魂を虚しいことに向けなかった者、隣人に対して偽って誓わなかった者である。』」

Dialogus cum Tryphone Iudaeo 36.4

4

Οὗτος λήψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ. Αὕτη ἡ γενεὰ ζητούντων τὸν κύριον, ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ. Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν. καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης: κύριος κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ. Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν. καὶ ἐπάρθητε πύλαι αἰώνιοι. καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης: κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.

「『この者は主から祝福を、救いの神から憐れみを受けるであろう。これこそ主を求める者たちの世代、ヤコブの神の御顔を求める者たちの世代である。汝らの頭たちよ、門を上げよ。永遠の門よ、上がれ。そうすれば栄光の王が入って来る。この栄光の王とは誰か。強く、戦いにおいて力ある主である。汝らの頭たちよ、門を上げよ。永遠の門よ、上がれ。そうすれば栄光の王が入って来る。この栄光の王とは誰か。もろもろの力の主、彼こそが栄光の王である。』」

Dialogus cum Tryphone Iudaeo 36.5

5

Κύριος οὖν τῶν δυνάμεων ὅτι οὐκ ἔστιν ὁ Σολομὼν ἀποδέδεικται· ἀλλὰ ὁ ἡμέτερος Χριστὸς ὅτε ἐκ νεκρῶν ἀνέστη καὶ ἀνέβαινεν εἰς τὸν οὐρανόν, κελεύονται οἱ ὲν τοῖς οὐρανοῖς ταχθέντες ὑπὸ τοῦ θεοῦ ἄρχοντες ἀνοῖξαι τὰς πύλας τῶν οὐρανῶν, ἵνα εἰσέλθῃ οὗτος ὅς ἐστι βασιλεὺς τῆς δόξης, καὶ ἀναβὰς καθίσῃ ἐν δεξιᾷ τοῦ πατρός, ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, ὡς διὰ τοῦ ἄλλου ψαλμοῦ δεδήλωται.

「さて、もろもろの力の主がソロモンでないことは証明された。むしろ、我々のキリストが死者のうちから甦り、天へと上って行ったとき、神によって天に配置された頭たちに、天の門を開くよう命じられたのである。それは、栄光の王であるこの方が入るためであり、上って父の右に座すためである——彼がその敵どもをその足の足台とするまで、と、もう一つの詩篇によって示されているとおりに。」

Dialogus cum Tryphone Iudaeo 36.6

6

Ἐπειδὴ γὰρ οἱ ἐν οὐρανῷ ἄρχοντες ἑώρων ἀειδῆ καὶ ἄτιμον τὸ εἶδος καὶ ἄδοξον ἔχοντα αὐτόν, οὐ γνωρίζοντες αὐτόν, ἐπυνθάνοντο· τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Καὶ ἀποκρίνεται αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον ἢ ἀπὸ προσώπου τοῦ πατρὸς ἢ ἀπὸ τοῦ ἰδίου· Κύριος τῶν δυνάμεων, αὐτὸς οὗτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Ὅτι γὰρ οὕτε περὶ Σολομῶνος, ἐνδόξου οὕτω βασιλέως ὄντος, οὔτε περὶ τῆς σκηνῆς τοῦ μαρτυρίου τῶν ἐφεστώτων ταῖς πύλαις τοῦ ναοῦ τῶν Ἱεροσολύμων ἐτόλμησεν ἄν τις εἰπεῖν· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; πᾶς ὁστισοῦν ὁμολογήσει.

「なぜなら、天にいる頭たちは、彼が姿なく、卑しく、栄光のない姿をしているのを見て、彼を見分けられず、『この栄光の王とは誰か』と尋ねたからである。すると聖なる霊が、父の人格において、あるいは自らの人格において、彼らに答える。『もろもろの力の主、彼こそがこの栄光の王である。』というのも、ソロモンについても——彼はそれほどまでに栄光ある王であったが——また証しの幕屋についても、エルサレムの神殿の門に立っていた者たちのうち誰一人、『この栄光の王とは誰か』とあえて言いはしなかったであろうということを、誰であれ認めるであろうから。」