Dialogus cum Tryphone Iudaeo 118.1
Ὥστε μᾶλλον παυσάμενοι τοῦ φιλεριστεῖν μετανοήσατε πρὶν ἐλθεῖν τὴν μεγάλην ἡμέραν τῆς κρίσεως, ἐν ᾗ κόπτεσθαι μέλλουσι πάντες οἱ ἀπὸ τῶν φυλῶν ὑμῶν ἐκκεντήσαντες τοῦτον τὸν Χριστόν, ὡς ἀπὸ γραφῆς ἀπέδειξα προειρημένον. Καὶ ὅτι ὤμοσε κύριος κατὰ τὴν τάξιν Μελχισεδέκ, καὶ τί τὸ προειρημένον ἐστίν, ἐξηγησάμην. Καὶ ὅτι περὶ τοῦ θάπτεσθαι μέλλοντος καὶ ἀνίστασθαι Χριστοῦ ἦν ἡ προφητεία τοῦ Ἡσαΐου, φήσαντος· Ἡ ταφὴ αὐτοῦ ᾔρται ἐκ τοῦ μέσου, προεῖπον. Καὶ ὅτι κριτὴς ζώντων καὶ νεκρῶν ἁπάντων αὐτὸς οὗτος ὁ Χριστός, εἶπον ἐν πολλοῖς.
「それゆえ、むしろ争いを好むことをやめて、悔い改めよ、あの大いなる裁きの日が来る前に。その日には、諸君の部族から出て、このキリストを突き刺したすべての者たちが、胸を打って嘆くことになるであろう。私はこれを、あらかじめ語られていたこととして、聖書から証明した。また、主が『メルキゼデクの位に従って』と誓われたこと、そして、あらかじめ語られていたこととは何であるかを、私は解き明かした。そして、葬られ、そして甦ることになるキリストについての預言が、イザヤの『彼の葬りはその只中から取り去られた』という言葉であったことを、私は先に述べた。そして、生ける者と死せる者とのすべての裁き主が、このキリストご自身であることを、私は幾度も述べた。」
Dialogus cum Tryphone Iudaeo 118.2
Καὶ Νάθαν δὲ ὁμοίως περὶ τούτου λέγων πρὸς Δαυῒδ οὕτως ἐπήνεγκεν· Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν, καὶ τὸ ἔλεός μου οὐ μὴ ἀποστήσω ἀπ᾿ αὐτοῦ, καθὼς ἐποίησα ἀπὸ τῶν ἔμπροσθεν αὐτοῦ· καὶ στήσω αὐτὸν ἐν τῷ οἴκῳ μου καὶ ἐν τῇ βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος. Καὶ τὸν ἡγούμενον δὲ ἐν τῷ οἴκῳ οὐκ ἄλλον Ἰεζεκιὴλ λέγει ἢ τοῦτον αὐτόν. Οὗτος γὰρ ἐξαίρετος ἱερεὺς καὶ αἰώνιος βασιλεύς, ὁ Χριστός, ὡς υἱὸς θεοῦ· οὗ ἐν τῇ πάλιν παρουσίᾳ μὴ δόξητε λέγειν Ἡσαΐαν ἢ τοὺς ἄλλους προφήτας θυσίας ἀφ᾿ αἱμάτων ἢ σπονδῶν ἐπὶ τὸ θυσιαστήριον ἀναφέρεσθαι, ἀλλὰ ἀληθινοὺς καὶ πνευματικοὺς αἴνους καὶ εὐχαριστίας.
「そしてナタンもまた、これと同じことについて、ダビデに向かってこう言い添えた。『私は彼にとって父となり、彼は私にとって子となるであろう。そして私の憐れみを、彼より先の者たちから取り去ったようには、彼から取り去りはしない。そして私は、彼を私の家に、また彼の王国に、世々限りなく立てるであろう。』そして、家における指導者について、エゼキエルもこの方以外の誰かのことを語ってはいない。この方こそ、卓越した祭司にして永遠の王、神の子としてのキリストだからである。この方の再びの来臨において、イザヤやほかの預言者たちが、血や献酒からなる供犠が祭壇の上に献げられると語っていると、諸君は思ってはならない。そうではなく、真にして霊的な賛美と感謝のことを語っているのである。」
Dialogus cum Tryphone Iudaeo 118.3
Καὶ οὐ μάτην ἡμεῖς εἰς τοῦτον πεπιστεύκαμεν, οὐδ᾿ ἐπλανήθημεν ὑπὸ τῶν οὕτως διδαξάντων, ἀλλὰ καὶ θαυμαστῇ προνοίᾳ θεοῦ τοῦτο γέγονεν, ἵνα ἡμεῖς ὑμῶν, τῶν νομιζομένων οὐκ ὄντων δὲ οὔτε φιλοθέων οὔτε συνετῶν, συνετώτεροι καὶ θεοσεβέστεροι εὑρεθῶμεν διὰ τῆς κλήσεως τῆς καινῆς καὶ αἰωνίου διαθήκης, τουτέστι τοῦ Χριστοῦ.
「そして、我々がこの方を信じたのは無駄ではなく、我々はこのように教えた者たちによって惑わされたのでもない。むしろ、神の驚くべき摂理によってこのことが起こったのである。それは、我々が、神を愛する者とも思慮ある者とも思われながら実はそうではない諸君よりも、新しくして永遠の契約、すなわちキリストへの召しを通して、より思慮深く、より敬神なる者として見いだされるためであった。」
Dialogus cum Tryphone Iudaeo 118.4
Τοῦτο θαυμάζων Ἡσαίας ἔφη· Καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι. Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; Καὶ ταῦτα λέγων, ἔφην, ὦ Τρύφων, ὡς ἐγχωρεῖ, διὰ τοὺς σήμερον σὺν σοὶ ἀφιγμένους ταὐτὰ λέγειν πειρῶμαι, βραχέως μέντοι καὶ περικεκομμένως.
「このことに驚嘆して、イザヤはこう言った。『そして王たちはその口を閉ざすであろう。彼について告げられなかった者たちが見、聞かなかった者たちが悟るであろうからである。主よ、誰が我々の聞いたことを信じたか。そして主の御腕は誰に現されたか。』」そしてこれらのことを語りながら、私は言った。「トリュフォンよ、できる限り、今日お前と共にやって来た者たちのために、私は同じことを語ろうと試みているのだ。しかし手短に、かいつまんでのことではあるが。」
Dialogus cum Tryphone Iudaeo 118.5
Κὰκεῖνος· Εὖ ποιεῖς, ἔφη· κἂν διὰ πλειόνων δὲ καὶ τὰ αὐτὰ πάλιν λέγῃς, χαίρειν με καὶ τοὺς συνόντας τῇ ἀκροάσει γίνωσκε.
するとかの者は言った。「それはよいことだ。たとえ、より多くの言葉によって同じことを繰り返し語るとしても、私も、共にいる者たちも、それを聞くことを喜んでいると知ってほしい。」