ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput CXI 第CXI章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 4 sectiones

Dialogus cum Tryphone Iudaeo 111.1

1

Καὶ ὅτι δύο παρουσίας συμβολικῶς γενήσεσθαι τούτου τοῦ Χριστοῦ καὶ ὑπὸ Μωσέως προελέγετο, προεῖπον διὰ τοῦ συμβόλου τῶν ἐν τῇ νηστείᾳ προσφερομένων τράγων. Καὶ πάλιν ἐν οἷς ἐποίησαν Μωσῆς καὶ Ἰησοῦς τὸ αὐτὸ προκηρυσσόμενον συμβολικῶς ἦν καὶ λεγόμενον. Ὁ μὲν γὰρ αὐτῶν τὰς χεῖρας ἐκτείνας ἐπὶ τοῦ βουνοῦ μέχρις ἑσπέρας ἔμενεν, ὑποβασταζομένων τῶν χειρῶν, ὃ οὐδενὸς ἄλλου τύπον δείκνυσιν ἢ τοῦ σταυροῦ, ὁ δὲ τῷ Ἰησοῦ ὀνόματι μετονομασθεὶς ἦρχε τῆς μάχης, καὶ ἐνίκα Ἰσραήλ.

「このキリストの二つの来臨がしるしをもって起こることを、モーセもまた予告していたということは、断食の日に献げられる雄山羊たちのしるしを通して、私はすでに述べておいた。さらにまた、モーセとイエスとが行ったことのうちにも、同じ事柄がしるしをもって前もって告げ知らされ、語られていた。すなわち、彼らのうち一方は、両手を伸ばして丘の上に夕方まで留まっており、その手は支えられていたが、これは十字架の予型にほかならないことを示しており、他方、イエスの名に改名された者は戦いを指揮し、イスラエルは勝っていった。」

Dialogus cum Tryphone Iudaeo 111.2

2

Ἦν δὲ καὶ τοῦτο ἐπ᾿ ἀμφοτέρων τῶν ἁγίων ἀνδρῶν ἐκείνων καὶ προφητῶν τοῦ θεοῦ νοῆσαι γεγενημένον, ὅτι ἀμφότερα τὰ μυστήρια εἷς αὐτῶν βαστάσαι οὐκ ἦν δυνατός, λέγω δὲ τὸν τύπον τοῦ σταυροῦ καὶ τὸν τύπον τῆς τοῦ ὀνόματος ἐπικλήσεως· ἑνὸς γὰρ μόνου ἡ ἰσχὺς αὕτη ἐστὶ καὶ ἦν καὶ ἔσται, οὗ καὶ τὸ ὄνομα πᾶσα ἀρχὴ δέδιεν, ὠδίνουσα ὅτι δι᾿ αὐτοῦ καταλύεσθαι μέλλουσιν. Ὁ οὖν παθητὸς ἡμῶν καὶ σταυρωθεὶς Χριστὸς οὐ κατηράθη ὑπὸ τοῦ νόμου, ἀλλὰ μόνος σώσειν τοὺς μὴ ἀφισταμένους τῆς πίστεως αὐτοῦ ἐδήλου.

「そして、これもまた、あの聖なる両人、すなわち神の預言者たちにおいて理解されるべく起こっていたことである。すなわち、二つの奥義をひとりの者が担うことはできなかった、ということである——私が言っているのは、十字架の予型と、名を呼び求めることの予型である。というのも、この力はただひとりの者だけのものであり、あった、そしてこれからもあるであろうからであり、その名を、あらゆる権勢が恐れ、それによって自分たちが滅ぼされることを産みの苦しみのように恐れているのである。それゆえ、我々の受苦しまた十字架につけられたキリストは、律法によって呪われたのではなく、ただひとり、その信仰から離れない者たちを救うであろうことを示していたのである。」

Dialogus cum Tryphone Iudaeo 111.3

3

Καὶ τοὺς ἐν Αἰγύπτῳ δὲ σωθέντας, ὅτε ἀπώλλυντο τὰ πρωτότοκα τῶν Αἰγυπτίων, τὸ τοῦ πάσχα ἐρρύσατο αἷμα, τὸ ἑκατέρωσε τῶν σταθμῶν καὶ τοῦ ὑπερθύρου χρισθέν. Ἦν γὰρ τὸ πάσχα ὁ Χριστός, ὁ τυθεὶς ὕστερον, ὡς καὶ Ἡσαςΐας ἔφη· Αὐτὸς ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. Καὶ ὅτι ἐν ἡμέρᾳ τοῦ πάσχα συνελάβετε αὐτὸν καὶ ὁμοίως ἐν τῷ πάσχα ἐσταυρώσατε, γέγραπται. Ὡς δὲ τοὺς ἐν Αἰγύπτῳ ἔσωσε τὸ αἷμα τοῦ πάσχα, οὕτως καὶ τοῦς πιστεύσαντας ῥύσεται ἐκ θανάτου τὸ αἷμα τοῦ Χριστοῦ.

「また、エジプトにいた者たちが救われたのも——エジプト人の初子が滅ぼされたとき——過越の血が彼らを救い出したのであり、それは戸口の柱の両脇とかもいに塗られていた。というのも、過越とは、のちに屠られることになるキリストのことであったからである。イザヤも語っているとおりである。『彼は羊のように屠り場に引かれて行った。』そして、過越の日に諸君が彼を捕らえ、同様に過越の祭りにおいて彼を十字架につけたことは、書かれているとおりである。エジプトにいた者たちを過越の血が救ったように、こうして信じた者たちをもキリストの血が死から救い出すであろう。」

Dialogus cum Tryphone Iudaeo 111.4

4

Ἔμελλεν οὖν ὁ θεὸς πλανᾶσθαι, εἰ μὴ τὸ σημεῖον τοῦτο ἐπὶ τῶν θυρῶν ἐγεγόνει; Οὔ φημι ἐγώ, ἀλλ᾿ ὅτι προεκήρυσσε τὴν μέλλουσαν δι᾿ αἵματος τοῦ Χριστοῦ γενήσεσθαι σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων. Καὶ γὰρ τὸ σύμβολον τοῦ κοκκίνου σπαρτίου, οὗ ἔδωκαν ἐν Ἱεριχῶ οἱ ἀπὸ Ἰησοῦ τοῦ Ναυῆ πεμφθέντες κατάσκοποι Ῥαὰβ τῇ πόρνῃ, εἰπόντες προσδῆσαι αὐτὸ τῇ θυρίδι, δι᾿ ἧς αὐτοὺς ἐχάλασεν ὅπως λάθωσι τοὺς πολεμίους, ὁμοίως τὸ σύμβολον τοῦ αἵματος τοῦ Χριστοῦ ἐδήλου, δι᾿ οὗ οἱ πάλαι πόρνοι καὶ ἄδικοι ἐκ πάντων τῶν ἐθνῶν σώζονται, ἄφεσιν ἁμαρτιῶν λαβόντες καὶ μηκέτι ἁμαρτάνοντες.

「それでは、もしこのしるしが戸口の上に置かれていなかったなら、神は思い違いをすることになっていたであろうか。私は、そうは言わない。そうではなく、それは、キリストの血を通して人間の族にもたらされることになる救いを、あらかじめ告げ知らせていたのである。実に、緋色の糸のしるしも——ヌンの子イエスから遣わされた斥候たちが、エリコにいた娼婦ラハブに与え、それを窓に結びつけるように言った、あの窓、彼らを敵の目から逃れさせるためにそこから吊り降ろしたその窓に結ばれたしるしも——同様にキリストの血のしるしを示していた。それによって、あらゆる諸国民のうちの、かつて淫行を犯し不義であった者たちが、罪の赦しを受け、もはや罪を犯さぬようになって、救われるのである。」