ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput LIII 第LIII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 6 sectiones

Dialogus cum Tryphone Iudaeo 53.1

1

Καὶ τὸ Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου καὶ τῶν ἔργων, τῶν ἐπὶ τῆς πρώτης αὐτοῦ παρουσίας γενομένων ὑπ᾿ αὐτοῦ, καὶ τῶν ἐθνῶν ὁμοίως, τῶν μελλόντων πιστεύειν αὐτῷ, προδήλωσις ἦν. Οὗτοι γὰρ ὡς πῶλος ἀσαγὴς καὶ ζυγὸν ἐπὶ αὐχένα μὴ ἔχων τὸν ἑαυτοῦ, μέχρις ὁ χριστὸς οὗτος ἐλθὼν διὰ τῶν μαθητῶν αὐτοῦ πέμψας ἐμαθήτευσεν αὐτούς, καὶ τὸν ζυγὸν τοῦ λόγου αὐτοῦ βαστάσαντες τὸν νῶτον ὑπέθηκαν πρὸς τὸ πάντα ὑπομένειν διὰ τὰ προσδοκώμενα καὶ ὑπ᾿ αὐτοῦ κατηγγελμένα ἀγαθά.

「そして『その子馬を葡萄の木に、その雌驢馬の子を蔓に繋ぐ』という言葉は、彼の最初の来臨において彼自身が行った業と、同様に、やがて彼を信じるようになる諸国民についての、あらかじめの示しであった。というのも、この諸国民は、荷を負わせられたことのない子馬のように、自分の首に軛を負ったことがなかったが、このキリストが来て、その弟子たちを遣わして彼らを弟子とし、彼らはその言葉の軛を担って、その背にこれを負い、彼によって告げられ、期待されている善きものを得るために、あらゆることに耐えるようになった。」

Dialogus cum Tryphone Iudaeo 53.2

2

Καὶ ὄνον δέ τινα ἀληθῶς σὺν πώλῳ αὐτῆς προσδεδεμένην ἔν τινι εἰσόδῳ κώμης Βηθφαγῆς λεγομένης, ὅτε ἔμελλεν εἰσέρχεσθαι εἰς τὰ Ἱεροσόλυμα ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἐκέλευσε τοὺς μαθητὰς αὐτοῦ ἀγαγεῖν αὐτῷ, καὶ ἐπικαθίσας ἐπεισελήλυθεν εἰς τὰ Ἱεροσόλυμα· ὅπερ ὡς ἐπεπροφήτευτο διαρρήδην γενήσεσθαι ὑπὸ τοῦ Χριστοῦ, γενόμενον ὑπ᾿ αὐτοῦ καὶ γνωσθέν, τὸν Χριστὸν ὄντα αὐτὸν φανερὸν ἐποίει. Καί, τούτων ἁπάντων γενομένων καὶ ἀπὸ τῶν γραφῶν ἀποδεικνυμένων, ὑμεῖς ἔτι σκληροκάρδιοί ἐστε.

「また、実際にある一頭の雌驢馬が、その子とともに、ベツファゲと呼ばれる村の入り口につながれていたのを、我々の主イエス・キリストがエルサレムに入ろうとしたとき、弟子たちに命じて自分のもとに引いてこさせ、それに乗ってエルサレムに入られた。それはキリストによってはっきりと起こると預言されていたことであり、それが彼によって実現し、知られたことは、彼こそキリストであることを明らかにした。しかも、これらすべてのことが起こり、聖書からも証明されているというのに、諸君はなおも心を頑なにしている。」

Dialogus cum Tryphone Iudaeo 53.3

3

Προεφητεύθη δὲ ὑπὸ Ζαχαρίου, ἑνὸς τῶν δώδεκα, τοῦτο μέλλειν γίνεσθαι οὕτως· Χαῖρε σφόδρα, θύγατερ Σιών, ἀλάλαξον, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἥξει σοι δίκαιος καὶ σώζων αὐτὸς καὶ πραὺς καὶ πτωχός. ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον ὄνου.

「これが起こることは、十二人の預言者の一人、ゼカリヤによって、こう預言されていた。『大いに喜べ、シオンの娘よ、歓呼せよ、告げ知らせよ、エルサレムの娘よ。見よ、お前の王がお前のもとに来る。正しく、また救う方、柔和にして貧しい方、荷を負う獣、驢馬の子に乗って。』」

Dialogus cum Tryphone Iudaeo 53.4

4

Τὸ δὲ καὶ ὄνον ὑποζύγιον ἤδη μετὰ τοῦ πώλου αὐτῆς ὀνομάζειν τὸ προφητικὸν πνεῦμα μετὰ τοῦ πατριάρχου Ἰακὼβ ἐν τῇ κτήσει αὐτὸν ἔχειν. ἀλλὰ καὶ αὐτὸν τοῖς μαθηταῖς αὐτοῦ, ὡς προέφην, ἀμφότερα τὰ ζῶα κελεῦσαι ἀγαγεῖν, προαγγελία ἦν καὶ τοῖς ἀπὸ τῆς συναγωγῆς ὑμῶν ἅμα τοῖς ἀπὸ τῶν ἐθνῶν πιστεύειν ἐπ᾿ αὐτὸν μέλλουσιν. Ὡς γὰρ τῶν ἀπὸ τῶν ἐθνῶν σύμβολον ἦν ὁ ἀσαγὴς πῶλος, οὕτως καὶ τῶν ἀπὸ τοῦ ὑμετέρου λαοῦ ἡ ὑποσαγὴς ὄνος· τὸν γὰρ διὰ τῶν προφητῶν νόμον ἐπικείμενον ἔχετε.

「そして、預言の霊が、族長ヤコブとともに、すでに、荷を負う獣である驢馬をその子とともに、彼の持ち物として名指していたこと、また、私が先に述べたように、彼自身が弟子たちに両方の獣を引いてくるよう命じたこと、これは、諸君の会堂に属する者たちが、諸国民に属する者たちとともに、彼を信じるようになるであろうことの予告でもあった。というのも、荷を負わせられたことのない子馬が諸国民に属する者たちのしるしであったように、荷を負う驢馬もまた諸君の民に属する者たちのしるしだったからである。実際、諸君は預言者たちを通して与えられた律法を、すでに身に負っているのだから。」

Dialogus cum Tryphone Iudaeo 53.5

5

Ἀλλὰ καὶ διὰ τοῦ προφήτου Ζαχαρίου, ὅτι παταχθήσεται αὐτὸς οὗτος ὁ Χριστὸς καὶ διασκορπισθήσονται οἱ μαθηταὶ αὐτοῦ, προεφητεύθη· ὅπερ καὶ γέγονε. Μετὰ γὰρ τὸ σταυρωθῆναι αὐτὸν οἱ σὺν αὐτῷ ὄντες μαθηταὶ αὐτοῦ διεσκεδάσθησαν, μέχρις ὅτου ἀνέστη ἐκ νεκρῶν καὶ πέπεικεν αὐτοὺς ὅτι οὕτως προεπεφήτευτο περὶ αὐτοῦ παθεῖν αὐτόν· καὶ οὕτω πεισθέντες καὶ εἰς τὴν πᾶσαν οἰκουμένην ἐξελθόντες ταῦτα ἐδίδαξαν.

「さらに、預言者ゼカリヤによっても、このキリストご自身が打たれ、その弟子たちが散らされることが預言されていた。そしてそれはまさにそのとおりに起こった。というのも、彼が十字架につけられた後、ともにいた弟子たちは散り散りになったが、彼が死者の中から甦り、彼が苦しみを受けることはこのように預言されていたのだと彼らを説得するまでは、そうであった。そして彼らはこうして説得され、全世界に出て行って、これらのことを教えたのである。」

Dialogus cum Tryphone Iudaeo 53.6

6

Ὅθεν καὶ ἡμεῖς βέβαιοι ἐν τῇ πίστει καὶ μαθητείᾳ αὐτοῦ ἐσμεν, ἐπειδὴ καὶ ἀπὸ τῶν προφητῶν καὶ ἀπὸ τῶν κατὰ τὴν οἰκουμένην εἰς ὄνομα τοῦ ἐσταυρωμένου ἐκείνου ὁρωμένων καὶ γενομένων θεοσεβῶν τὴν πειθὼ ἔχομεν. Ἔστι δὲ τὰ λεχθέντα ὑπὸ τοῦ Ζαχαρίου ταῦτα· Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου καὶ ἐπ᾿ ἄνδρα τοῦ λαοῦ μου, λέγει κύριος τῶν δυνάμεων· πάταξον τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα αὐτοῦ.

「それゆえ我々もまた、彼への信仰と師弟の関係において確固としている。というのも、預言者たちからも、また、あの十字架につけられた方の名によって全世界にわたって敬神な者と見なされ、そう成った人々からも、我々は確信を得ているからである。ゼカリヤによって語られた言葉とは、これである。『剣よ、我が牧者に対して、我が民の男に対して立ち上がれ、万軍の主は言われる。牧者を打て、そうすればその羊は散らされるであろう。』」