ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput XXI 第XXI章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 4 sectiones

Dialogus cum Tryphone Iudaeo 21.1

1

Καὶ ὅτι διὰ τὰς ἀδικίας ὑμῶν καὶ τῶν πατέρων ὑμῶν εἰς σημεῖον, ὡς προέφην, καὶ τὸ σάββατον ἐντέταλται ὁ θεὸς φυλάσσειν ὑμᾶς καὶ τὰ ἄλλα προστάγματα προσετετάχει, καὶ σημαίνει ὅτι διὰ τὰ ἔθνη, ἵνα μὴ βεβηλωθῇ τὸ ὄνομα αὐτοῦ παρ᾿ αὐτοῖς, διὰ τοῦτο εἴασέ τινας ἐξ ὑμῶν ὅλως ζῶντας. αὐταὶ αἱ φωναί αὐτοῦ τὴν ἀπόδειξιν ποιήσασθαι δύνανται ὑμῖν.

「そして、先に述べたとおり、諸君と諸君の父祖たちの不義のゆえに、しるしとして、神が安息日を守るよう諸君に命じ、他の掟をも課したこと、そして諸国民のゆえに、彼らの間で御名が汚されないようにと、それゆえ諸君のうちの幾人かをともかく生かしておいたのだということ――これらを、まさに神ご自身の言葉が諸君に対して証明することができる。」

Dialogus cum Tryphone Iudaeo 21.2

2

Εἰσὶ δὲ εἰρημέναι διὰ τοῦ Ἰεζεκιὴλ οὕτως· Ἐγὼ κύριος ὁ θεὸς ὑμῶν· ἐν τοῖς προστάγμασί μου πορεύεσθε, καὶ τὰ δικαιώματά μου φυλάσσετε, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν Αἰγύπτου μὴ συναναμίγνυσθε, καὶ τὰ σάββατά μου ἁγιάζετε, καὶ ἔσται εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν τοῦ γινώσκειν ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν. Καὶ παρεπικράνατέ με, καὶ τὰ τέκνα ὑμῶν ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθησαν, καὶ τὰ δικαιώματά μου οὐκ ἐφύλαξαν τοῦ ποιεῖν αὐτά. ἃ πονήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς, ἀλλὰ τὰ σάββατά μου ἐβεβήλουν.

「それはエゼキエルを通してこう語られている。『私は汝らの主なる神である。私の掟のうちを歩み、私の定めを守れ。エジプトの慣わしに交わるな。私の安息日を聖とせよ。それは私と汝らの間のしるしとなり、私が汝らの主なる神であることを知るためである。しかるに汝らは私を怒らせ、汝らの子らは私の掟のうちを歩まず、私の定めを行うために守ることもなかった――それらを行う人は、それらによって生きるであろうに。彼らはかえって私の安息日を汚した。』」

Dialogus cum Tryphone Iudaeo 21.3

3

Καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ᾿ αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ συντελέσαι ὀργήν μου ἐπ᾿αὐτούς, καὶ οὐκ ἐποίησα, ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, καὶ ἐξήγαγον αὐτοὺς κατ᾿ ὀφθαλμοὺς αὐτῶν. Καὶ ἐγὼ ἐξῇρα τὴν χεῖρά μου ἐπ᾿ αὐτοὺς ἐν τῇ ἐρήμῳ. τοῦ διασκορπίσαι ἐν τοῖς ἔθνεσι καὶ διασπεῖραι αὐτοὺς ἐν ταῖς χώραις, ἀνθ᾿ ὧν τὰ δικαιώματά μου οὐκ ἐποίησαν, καὶ τὰ προστάγματά μου ἀπώσαντο, καὶ τὰ σάββατά μου ἐβεβήλουν, καὶ ὀπίσω τῶν ἐνθυμημάτων τῶν πατέρων αὐτῶν ἦσαν οἱ ὀφθαλμοὶ αὐτῶν.

「そして私は、荒野で彼らの上に私の憤りを注ぎ、彼らに対する私の怒りを果たし尽くそうと言った。しかし私はそうしなかった。それは、私の名がまったく諸国民の前で汚されないためであり、私は彼らの目の前で彼らを導き出した。そして私は荒野で彼らの上に手を上げた。彼らを諸国民の中に散らし、もろもろの地に撒き散らすために。それは、彼らが私の定めを行わず、私の掟を退け、私の安息日を汚し、その目は父祖たちの企ての後を追っていたためである。」

Dialogus cum Tryphone Iudaeo 21.4

4

Καὶ ἐγὼ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλά, καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς· καὶ μιανῶ αὐτοὺς ἐν τοῖς δώμασιν αὐτῶν, ἐν τῷ διαπορεύεσθαί με πᾶν διανοῖγον μήτραν ὅπως ἀφανίσω.

「そして私は彼らに、善くない掟と、それによっては生きることのない定めを与えた。そして私は彼らを、その住まいのうちに汚す。すなわち、すべて胎を開く者を過ぎ行かせることによって、彼らを滅ぼし尽くすために。」