Dialogus cum Tryphone Iudaeo 134.1
Εἰ οὖν καὶ ὑμᾶς δυσωπεῖ τά τε τῶν προφητῶν διδάγματα καὶ τὰ ἐκείνου αὐτοῦ, βέλτιόν ἐστιν ὑμᾶς τῷ θεῷ ἕπεσθαι ἢ τοῖς ἀσυνέτοις καὶ τυφλοῖς διδασκάλοις ὑμῶν, οἵτινες καὶ μέχρι νῦν καὶ τέσσαρας καὶ πέντε ἔχειν ὑμᾶς γυναῖκας ἕκαστον συγχωροῦσι, καὶ ἑὰν εὔμορφόν τις ἰδὼν ἐπιθυμήσῃ αὐτῆς, τὰς Ἰακὼβ τοῦ Ἰσραὴλ καὶ τῶν ἄλλων πατριαρχῶν πράξεις ἀνιστοροῦντες καὶ μηδὲν ἀδικεῖν λέγοντες τοὺς τὰ ὅμοια πράττοντας, τάλανες καὶ ἀνόητοι καὶ κατὰ τοῦτο ὄντες.
それゆえ、もし預言者たちの教えと、あの方ご自身の教えとが諸君を恥じ入らせるのであれば、諸君にとっては、諸君の無分別で目の見えない教師たちに従うよりも、神に従う方がよい。彼らは、今なお、各人が四人も五人も妻を持つことを許しており、もし誰かが美しい女を見て欲しく思うなら、イスラエルなるヤコブや他の父祖たちの行いを物語り、同じことを行う者たちは何ら不義を犯していないのだと言う者たちである。この点でも、彼らは哀れで愚かな者どもである。
Dialogus cum Tryphone Iudaeo 134.2
Ὡς προέφην γάρ, οἰκονομίαι τινὲς μεγάλων μυστηρίων ἐν ἑκάστῃ τινί τοιαύτῃ πράξει ἀπετελοῦντο. Ἐν γὰρ τοῖς γάμοις τοῦ Ἰακὼβ τίς οἰκονομία καὶ προκήρυξις ἀπετελεῖτο, ἐρῶ, ὅπως καὶ ἐν τούτοις ἐπιγνῶτε ὅτι οὐδὲν πρὸς τὸ θειωδέστερον, δι᾿ ὅ ἑκάστη πρᾶξις γέγονεν, ἀπεῖδον ὑμῶν ἀεὶ οἱ διδάσκαλοι, ἀλλὰ πρὸς τὰ χαμαιπετῆ καὶ τὰ διαφθορᾶς μᾶλλον πάθη. Προσέχετε τοιγαροῦν οἷς λέγω.
なぜなら、私が先に述べたとおり、大いなる奥義のいくつかの経綸が、そのようなそれぞれの行いにおいて果たされていたからである。ヤコブの結婚においてどのような経綸と予告とが果たされていたか、私は語ろう。それによって、これらのことにおいても諸君は理解するであろう——それぞれの行いがそのために生じた、より神的な事柄を、諸君の教師たちは常に見ておらず、むしろ卑俗なもの、堕落の情念に向けていたということを。それゆえ、私が語ることに注意を払え。
Dialogus cum Tryphone Iudaeo 134.3
Τῆς ὑπὸ τοῦ Χριστοῦ μελλούσης ἀπαρτίζεσθαι πράξεως τύποι ἦσαν οἱ γάμοι τοῦ Ἰακώβ. Δύο γὰρ ἀδελφὰς κατὰ τὸ αὐτὸ οὐ θεμιτὸν γαμῆσαι τὸν Ἰακώβ· καὶ δουλεύει δὲ τῷ Λάβαν ὑπὲρ τῶν θυγατέρων, καὶ ψευσθεὶς ἐπὶ τῇ νεωτέρᾳ πάλιν ἐδούλευσεν ἑπτὰ ἔτη. Ἀλλὰ Λεία μὲν ὁ λαὸς ὑμῶν καὶ ἡ συναγωγή, Ῥαχὴλ δὲ ἡ ἐκκλησία ἡμῶν. Καὶ ὑπὲρ τούτων δουλεύει μέχρι νῦν ὁ Χριστὸς καὶ τῶν ἐν ἀμφοτέραις δούλων.
ヤコブの結婚は、キリストによってこれから成し遂げられようとしている行いの予型であった。というのも、ヤコブが同時に二人の姉妹を娶ることは許されぬことであったからである。彼は娘たちのためにラバンに仕え、年下の娘のことで欺かれて、再びさらに七年仕えたのである。しかしレアは諸君の民であり会堂であり、ラケルは我々の教会である。そしてこの両者のために、キリストは今なお仕えており、両者のうちにいる奴隷たちのためにも仕えている。
Dialogus cum Tryphone Iudaeo 134.4
Ἐπεὶ γὰρ τοῖς δυσὶν υἱοῖς τὸ τοῦ τρίτου σπέρμα εἰς δουλείαν ὁ Νῶε ἔδωκε, νῦν πάλιν εἰς ἀποκατάστασιν ἀμφοτέρων τε τῶν ἐλευθέρων τέκνων καὶ τῶν ἐν αὐτοῖς δούλων Χριστὸς ἐλήλυθε, τῶν αὐτῶν πάντας καταξιῶν τοὺς φυλάσσοντας τὰς ἐντολὰς αὐτοῦ, ὃν τρόπον καὶ οἱ ἀπὸ τῶν ἐλευθέρων καὶ οἱ ἀπὸ τῶν δούλων γενόμενοι τῷ Ἰακὼβ πάντες υἱοὶ καὶ ὁμότιμοι γεγόνασι· κατὰ δὲ τὴν τάξιν καὶ κατὰ τὴν πρόγνωσιν, ὁποῖος ἕκαστος ἔσται, προλέλεκται.
なぜなら、ノアが二人の息子に、三番目の子孫を奴隷として与えたので、今また、自由な子らと、彼らのうちにいる奴隷たる者たちと、その両者の回復のために、キリストは来られたのであり、その戒めを守る者すべてを、同じ〔栄誉〕に値する者とされる。それは、自由な女たちから生まれた者も、奴隷の女たちから生まれた者も、ヤコブにとっては皆等しく息子となり、同等の栄誉を得たのと同じ仕方である。しかし、それぞれの秩序と、それぞれがどのような者になるかについての予知とに従って、それは先に語られていたのである。
Dialogus cum Tryphone Iudaeo 134.5
Ἐβούλευσεν Ἰακὼβ τῷ Λάβαν ὑπὲρ τῶν ῥαντῶν καὶ πολυμόρφων θρεμμάτων· ἐδούλευσε καὶ τὴν μέχρι σταυροῦ δουλείαν ὁ Χριστὸς ὑπὲρ τῶν ἐκ παντὸς γένους ποικίλων καὶ πολυειδῶν ἀνθρώπων, δι᾿ αἵματος καὶ μυστηρίου τοῦ σταυροῦ κτησάμενος αὐτούς· Λείας ἀσθενεῖς ἦσαν οί ὀφθαλμοί· καὶ γὰρ ὑμῶν σφόδρα οἱ τῆς ψυχῆς ὀφθαλμοί. Ἔκλεψε Ῥαχὴλ τοὺς θεοὺς Λάβαν καὶ κατέκρυψεν αὐτοὺς ἕως τῆς σήμερον ἡμέρας· καὶ ἡμῖν ἀπολώλασιν οἱ πατρικοὶ καὶ ὑλικοὶ θεοί.
ヤコブはラバンのために、まだらで多様な姿の家畜のことで働いた。キリストもまた、十字架に至るまでの奉仕を、あらゆる族から出た様々な、多様な姿の人間たちのために果たし、その血と十字架の奥義とによって彼らを獲得された。レアの目は弱かった。まことに諸君の魂の目も甚だしく弱いのである。ラケルはラバンの神々を盗み、今日に至るまでそれらを隠している。そして我々にとっても、父祖伝来の物質的な神々は失われたのである。
Dialogus cum Tryphone Iudaeo 134.6
Τὸν χρόνον πάντα ἐμισεῖτο ὑπὸ τοῦ ἀδελφοῦ ὁ Ἰακώβ· καὶ ἡμεῖς νῦν καὶ αὐτὸς ὁ κύριος ἡμῶν μισεῖται ὑφ᾿ ὑμῶν καὶ ὑπὸ τῶν ἄλλων ἁπλῶς ἀνθρώπων, ὄντων πάντων τῇ φύσει ἀδελφῶν. Ἰσραὴλ ἐπεκλήθη Ἰακώβ· καὶ Ἰσραὴλ καὶ ὁ Χριστὸς ἀποδέδεικται, ὁ ὢν καὶ καλούμενος Ἰησοῦς.
ヤコブは終始その兄弟に憎まれていた。そして今、我々もまた、我々の主ご自身も、諸君によって、また単純に他のすべての人間によって——本性においては皆兄弟でありながら——憎まれている。ヤコブはイスラエルと呼ばれた。そしてキリストもまたイスラエルであることが証示されている。この方こそイエスと呼ばれ、またそのようにある方である。