ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput CV 第CV章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 6 sectiones

Dialogus cum Tryphone Iudaeo 105.1

1

Τὰ δὲ ἀκόλουθα τοῦ ψαλμοῦ· Σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν σου ἀπ᾿ ἐμοῦ· εἰς τὴν ἀντίληψίν μου πρόσχες· ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου· ὁμοίως πάλιν διδασκαλία καὶ προαγγελία τῶν ὄντων αὐτῷ καὶ συμβαίνειν μελλόντων. Μονογενὴς γὰρ ὅτι ἦν τῷ πατρὶ τῶν ὅλων οὗτος, ἰδίως ἐξ αὐτοῦ λόγος καὶ δύναμις γεγεννημένος, καὶ ὕστερον ἄνθρωπος διὰ τῆς παρθένου γενόμενος, ὡς ἀπὸ τῶν ἀπομνημονευμάτων ἐμάθομεν, προεδήλωσα.

詩篇に続く言葉、「されど主よ、あなたの助けを私から遠ざけるな。わが救援に心を留めよ。剣よりわが魂を、犬の手よりわが独り子なるものを救い出せ。獅子の口より私を、一角獣の角よりわが卑しさを救え」も同様に、彼にあった事柄と、これから起こることになる事柄についての教えであり予告であった。実に、この方が万物の父にとって独り子であったこと、すなわち父から特別に生まれたロゴスにして力であり、のちに処女を通して人となったことは、我々が回想録から学んだとおり、私はすでに明らかにした。

Dialogus cum Tryphone Iudaeo 105.2

2

Καὶ ὅτι σταυρωθεὶς ἀπέθανεν, ὁμοίως προεῖπε. Τὸ γὰρ Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου· ὁμοίως μηνύοντος δι᾿ οὖ πάθους ἔμελλεν ἀποθνήσκειν, τουτέστι σταυροῦσθαι· τὸ γὰρ Κεράτων μονοκερώτων ὅτι τὸ σχῆμα τοῦ σταυροῦ ἐστι μόνου, προεξηγησάμην ὑμῖν.

そして彼が十字架にかけられて死んだことも、同様にあらかじめ語られていた。実に、「剣よりわが魂を、犬の手よりわが独り子なるものを救い出せ。獅子の口より私を、一角獣の角よりわが卑しさを救え」という言葉は、同様に、彼がいかなる苦しみによって死のうとしていたか、すなわち十字架にかけられることを示していた。実に「一角獣の角」とは、十字架のみが持つ形であることを、私はすでに諸君に説き明かした。

Dialogus cum Tryphone Iudaeo 105.3

3

Καὶ τὸ ἀπὸ ῥομφαίας καὶ στόματος λέοντος καὶ ἐκ χειρὸς κυνὸς αἰτεῖν αὐτὸν τὴν ψυχὴν σωθῆναι, ἵνα μηδεὶς κυριεύσῃ τῆς ψυχῆς αὐτοῦ αἴτησις ἦν, ἵνα, ἡνίκα ἡμεῖς πρὸς τῇ ἐξόδῳ τοῦ βίου γινόμεθα, τὰ αὐτὰ αἰτῶμεν τὸν θεόν, τὸν δυνάμενον ἀποστρέψαι πάντα ἀναιδῆ πονηρὸν ἄγγελον μὴ λαβέσθαι ἡμῶν τῆς ψυχῆς.

そして、彼が剣と獅子の口と犬の手から自分の魂が救われるようにと求めたことは、誰も彼の魂を支配することのないようにという求めであった。それは、我々が人生の終わりに臨むとき、同じことを神に求めるためである。神は、いかなる恥知らずの悪しき天使も我々の魂を捕らえることのないよう、退けることがおできになる方である。

Dialogus cum Tryphone Iudaeo 105.4

4

Καὶ ὅτι μένουσιν αἱ ψυχαὶ ἀπέδειξα ὑμῖν ἐκ τοῦ καὶ τὴν Σαμουὴλ ψυχὴν κληθῆναι ὑπὸ τῆς ἐγγαστριμύθου, ὡς ἠξίωσεν ὁ Σαούλ. Φαίνεται δὲ καὶ ὅτι πᾶσαι αἱ ψυχαὶ τῶν οὕτως δικαίων καὶ προφητῶν ὑπὸ ἐξουσίαν ἔπιπτον τῶν τοιούτων δυνάμεων, ὁποία δὴ καὶ ἐν τῇ ἐγγαστριμύθῳ ἐκείνῃ ἐξ αὐτῶν τῶν πραγμάτων ὁμολογεῖται.

そして、魂が存続することは、サムエルの魂が腹話の術を行う女によって呼び出されたことから、私は諸君に示した。それはサウルが求めたとおりである。そして、そのように正しい者たちや預言者たちの魂もすべて、このような力の権能のもとに置かれうることが分かる。それは、あの腹話の女の一件において、事実そのものから認められるとおりである。

Dialogus cum Tryphone Iudaeo 105.5

5

Ὅθεν καὶ ὁ θεὸς διδάσκει ἡμᾶς καὶ διὰ τοῦ υἱοῦ αὐτοῦ τὸ πάντως ἀγωνίζεσθαι δικαίους γίνεσθαι, καὶ πρὸς τῇ ἐξόδῳ αἰτεῖν μὴ ὑπὸ τοιαύτην τινὰ δύναμιν ὑποπεσεῖν τὰς ψυχὰς ἡμῶν. Καὶ γὰρ ἀποδιδοὺς τὸ πνεῦμα ἐπὶ τῷ σταυρῷ εἶπε· Πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου, ὡς καὶ ἐκ τῶν ἀπομνημονευμάτων καὶ τοῦτο ἔμαθον.

それゆえ神は、ご自身の子を通しても、我々に、あらゆる仕方で正しい者となるよう努めること、また人生の終わりに臨んでは、我々の魂がそのような力に陥ることのないようにと求めることを教えておられる。実に、彼は十字架の上で霊を渡すとき、こう言われた。「父よ、私はあなたの手に、わが霊をゆだねる」と。これも、私は回想録から学んだことである。

Dialogus cum Tryphone Iudaeo 105.6

6

Καὶ γὰρ πρὸς τὸ ὑπερβάλλειν τὴν Φαρισαίων πολιτείαν τοὺς μαθητὰς αὐτοῦ συνωθῶν, εἰ δὲ μή γε, ἐπίστασθαι ὅτι οὐ σωθήσονται, ταῦτα εἰρηκέναι ἐν τοῖς ἀπομνημονεύμασι γέγραπται· Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

実に、弟子たちにファリサイ派の生き方を凌駕するよう促すために、そうでなければ救われないと知らせるべく、彼が回想録の中でこう言ったと書かれている。「もし汝らの正義が律法学者やファリサイ派の人々の正義にまさって満ちあふれるのでなければ、汝らは決して天の王国に入ることはないであろう。」