ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput XII 第XII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 3 sectiones

Dialogus cum Tryphone Iudaeo 12.1

1

Ἔλεγον δὲ ἔτι καὶ προσέφερον ὅτι καὶ ἐν ἄλλοις λόγοις Ἡσαΐας βοᾷ· Ἀκούσατέ μου τοὺς λόγους, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυῒδ τὰ πιστά. Ἰδοὺ μάρτυρα αὐτὸν ἔθνεσι δέδωκα. Ἔθνη, ἅ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, λαοί, οἳ οὐκ ἐπίστανταί σε, καταφεύξονται ἐπὶ σέ, ἕνεκεν τοῦ θεοῦ σου τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε.

さらに私は語り、こう付け加えた。イザヤは他の言葉でもこう叫んでいる、「汝ら、我が言葉を聞け、そうすれば汝らの魂は生きるであろう。私は汝らと永遠の契約を結ぶであろう、ダビデへの確かな聖なる約束を。見よ、私は彼を諸国民への証人として与えた。お前を知らなかった諸国民はお前を呼び求め、お前を知らなかった民はお前のもとへ逃れ来るであろう、お前の神、イスラエルの聖なる方のゆえに。この方がお前を輝かしめたからである」と。

Dialogus cum Tryphone Iudaeo 12.2

2

Τοῦτον αὐτὸν ὑμεῖς ἠτιμώσατε τὸν νόμον καὶ τὴν καινὴν ἁγίαν αὐτοῦ διαθήκην ἐφαυλίσατε, καὶ οὐδὲ νῦν παραδέχεσθε οὐδὲ μετανοεῖτε πράξαντες κακῶς. Ἔτι γὰρ τὰ ὦτα ὑμῶν πέφρακται, οἱ ὀφθαλμοὶ ὑμῶν πεπήρωνται, καὶ πεπάχυται ἡ καρδία. Κέκραγεν Ἱερεμίας, καὶ οὐδ᾿ οὕτως ἀκούετε· πάρεστιν ὁ νομοθέτης, καὶ οὐκ ὁρᾶτε· πτωχοὶ εὐαγγελίζονται, τυφλοὶ βλέπουσι, καὶ οὐ συνίετε.

「まさにこの律法を諸君は辱め、その新しい聖なる契約を蔑ろにした。そして今もなお、これを受け入れず、悪しきことを行ったと悔い改めることもない。諸君の耳はなお塞がれ、諸君の目は見えなくなり、心は鈍くなっているからだ。エレミヤが叫んでも、諸君はそれでも聞かない。立法者はここにいるのに、諸君は見ない。貧しい者たちには福音が告げられ、盲人たちは見えるようになっているのに、諸君は理解しない」。

Dialogus cum Tryphone Iudaeo 12.3

3

Δευτέρας ἤδη χρεία περιτομῆς, καὶ ὑμεῖς ἐπὶ τῇ σαρκὶ μέγα φρονεῖτε. Σαββατίζειν ὑμᾶς ὁ καινὸς νόμος διὰ παντὸς ἐθέλει, καὶ ὑμεῖς μίαν ἀργοῦντες ἡμέραν εὐσεβεῖν δοκεῖτε, μὴ νοοῦντες διὰ τί ὑμῖν προσετάγη· καὶ ἐὰν ἄζυμον ἄρτον φάγητε, πεπληρωκέναι τὸ θέλημα τοῦ θεοῦ φατε. Οὐκ ἐν τούτοις εὐδοκεῖ κύριος ὁ θεὸς ἡμῶν. Εἴ τις ἐστὶν ἐν ὑμῖν ἐπίορκος ἢ κλέπτης, παυσάσθω· εἴ τις μοιχός, μετανοησάτω, καὶ σεσαββάτικε τὰ τρυφερὰ καὶ ἀληθινὰ σάββατα τοῦ θεοῦ· εἴ τις καθαρὰς οὐκ ἔχει χεῖρας, λουσάσθω, καὶ καθαρός ἐστιν.

「すでに第二の割礼が必要であるのに、諸君は肉における割礼を誇りとしている。新しい律法は、諸君が絶えず安息日を守ることを望んでいるのに、諸君はただ一日だけ働きを休むことで敬虔であると思い込み、それが何のために命じられたのかを理解していない。そして種なしパンを食べれば、神の御心を満たしたと諸君は言う。我々の主なる神は、これらのことを喜んではおられない。諸君のうちに偽誓する者、盗む者があれば、それをやめよ。姦淫する者があれば、悔い改めよ。そうすればその者は、神の快い、真の安息日を守ったことになる。清くない手を持つ者があれば、洗え、そうすれば清くなる」。