Dialogus cum Tryphone Iudaeo 88.1
Καὶ παρ᾿ ἡμῖν ἔστιν ἰδεῖν καὶ θηλείας καὶ ἄρσενας, χαρίσματα ἀπὸ τοῦ πνεύματος τοῦ θεοῦ ἔχοντας. Ὥστε οὐ διὰ τὸ εἶναι αὐτὸν ἐνδεῆ δυνάμεως ἐπεπροφήτευτο ἐλεύσεσθαι ἐπ᾿ αὐτὸν τὰς δυνάμεις τὰς κατηριθμημένας ὑπὸ Ἡσαΐου, ἀλλὰ διὰ τὸ ἐπέκεινα μὴ μέλλειν ἔσεσθαι. Μαρτύριον δὲ καὶ τοῦτο ἔστω ὑμῖν, ὃ ἔφην πρὸς ὑμᾶς γεγονέναι ὑπὸ τῶν ἀπὸ Ἀρραβίας μάγων, οἵτινες ἅμα τῷ γεννηθῆναι τὸ παιδίον ἐλθόντες προσεκύνησαν αὐτῷ.
そして我々のもとには、神の霊からの賜物を持つ女たちも男たちも見ることができる。したがって、イザヤによって数え上げられたもろもろの力が彼の上に来るであろうと預言されていたのは、彼が力を欠いていたからではなく、それより先には起こらないはずであったからである。そして、私が諸君に対して、アラビアから来た博士たちによって起こったと語ったこと――彼らは幼子が生まれると同時に来て、彼を拝んだのである――も、諸君にとって証となるがよい。
Dialogus cum Tryphone Iudaeo 88.2
Καὶ γὰρ γεννηθεὶς δύναμιν τὴν αὐτοῦ ἔσχε· καὶ αὐξάνων κατὰ τὸ κοινὸν τῶν ἄλλων ἁπάντων ἀνθρώπων, χρώμενος τοῖς ἁρμόζουσιν, ἑκάστῃ αὐξήσει τὸ οἰκεῖον ἀπένειμε, τρεφόμενος τὰς πάσας τροφάς, καὶ τριάκοντα ἔτη ἢ πλείονα ἢ καὶ ἐλάσσονα μείνας, μέχρις οὗ προελήλυθεν Ἰωάννης κῆρυξ αὐτοῦ τῆς παρουσίας καὶ τὴν τοῦ βαπτίσματος ὁδὸν προϊών, ὡς καὶ προαπέδειξα.
というのも、生まれたときすでに彼はご自身の力を持っておられたからである。そして、他のすべての人間たちと共通のありかたにしたがって成長し、それにふさわしいものを用い、成長のそれぞれの段階にふさわしいものを割り当て、あらゆる食物によって養われ、三十年か、あるいはそれより多く、あるいはそれより少なく過ごされた。ヨハネが彼の来臨の告知者として先んじて現れ、洗礼の道を先立って進むまで、そうであった。私が前に示したとおりである。
Dialogus cum Tryphone Iudaeo 88.3
Καὶ τότε ἐλθόντος τοῦ Ἰησοῦ ἐπὶ τὸν Ἰορδάνην ποταμόν, ἔνθα ὁ Ἰωάννης ἐβάπτιζε, κατελθόντος τοῦ Ἰησοῦ ἐπὶ τὸ ὕδωρ καὶ πῦρ ἀνήφθη ἐν τῷ Ἰορδάνῃ, καὶ ἀναδύντος αὐτοῦ ἀπὸ τοῦ ὕδατος ὡς περιστερὰν τὸ ἅγιον πνεῦμα ἐπιπτῆναι ἐπ᾿ αὐτὸν ἔγραψαν οἱ ἀπόστολοι αὐτοῦ τούτου τοῦ Χριστοῦ ἡμῶν.
そしてそのとき、イエスがヨルダン川へ、ヨハネが洗礼を授けていた場所へ来られ、イエスが水へと下られると、ヨルダン川に火が燃え上がった。そして彼が水から上がられたとき、聖なる霊が鳩のように彼の上に舞い降りたと、我々のこのキリストの使徒たちが書き記している。
Dialogus cum Tryphone Iudaeo 88.4
Καὶ οὐχ ὡς ἐνδεᾶ αὐτὸν τοῦ βαπτισθῆναι ἢ τοῦ ἐπελθόντος ἐν εἴδει περιστερᾶς πνεύματος οἴδαμεν αὐτὸν ἐληλυθέναι ἐπὶ τὸν ποταμόν, ὥσπερ οὐδὲ τὸ γεννηθῆναι αὐτὸν καὶ σταυρωθῆναι ὡς ἐνδεὴς τούτων ὑπέμεινεν, ἀλλ᾿ ὑπὲρ τοῦ γένους τοῦ τῶν ἀνθρώπων, ὃ ἀπὸ τοῦ Ἀδὰμ ὑπὸ θάνατον καὶ πλάνην τὴν τοῦ ὄφεως ἐπεπτώκει, παρὰ τὴν ἰδίαν αἰτίαν ἑκάστου αὐτῶν πονηρευσαμένου.
そして我々は、彼が洗礼を受けることを必要としていたから、あるいは鳩の姿で来た霊を必要としていたから、川に来られたのだと知っているのではない。それはちょうど、彼が生まれ、十字架につけられたことも、それらを必要としていたから耐えられたのではないのと同じである。むしろ、アダムから死と蛇の惑わしのもとに陥っていた人類のために、それぞれが自分自身の責めによって悪をなしたのにもかかわらず、そうされたのである。
Dialogus cum Tryphone Iudaeo 88.5
Βουλόμενος γὰρ τούτους ἐν ἐλευθέρᾳ προαιρέσει καὶ αὐτεξουσίους γενομένους, τούς τε ἀγγέλους καὶ τοὺς ἀνθρώπους, ὁ θεὸς πράττειν ὅσα ἕκαστον ἐνεδυνάμωσε δύνασθαι ποιεῖν, ἐποίησεν, εἰ μὲν τὰ εὐάρεστα αὐτῷ αἱροῖντο, καὶ ἀφθάρτους καὶ ἀτιμωρήτους αὐτοὺς τηρῆσαι, ἐὰν δὲ πονηρεύσωνται, ὡς αὐτῷ δοκεῖ, ἕκαστον κολάζειν.
というのも、神は、天使たちも人間たちも、自由な選びのうちに、また自ら権能を持つ者として生じることを望まれ、それぞれが行いうる力をお与えになったものを行うようにされたのであり、もし彼らが神に喜ばれることを選ぶなら、彼らを朽ちることなく、罰を受けることなく保たれ、もし悪をなすなら、神が良しとされるとおりに、それぞれを罰せられるのである。
Dialogus cum Tryphone Iudaeo 88.6
Καὶ γὰρ οὐδὲ τὸ καθεσθέντα αὐτὸν ὄνῳ εἰσελθεῖν εἰς Ἱεροσόλυμα, ὡς ἀπεδείξαμεν πεπροφητεῦσθαι, δύναμιν αὐτῷ ἐνεποίει εἰς τὸ Χριστὸν εἶναι, ἀλλὰ τοῖς ἀνθρώποις γνώρισμα ἔφερεν ὅτι αὐτός ἐστιν ὁ Χριστός, ὅνπερ τρόπον καὶ ἐπὶ τοῦ Ἰωάννου ἔδει γνώρισμα τοῖς ἀνθρώποις εἶναι, ὅπως ἐπιγνῶσι τίς ἐστιν ὁ Χριστός.
というのも、彼がロバに乗ってエルサレムに入られたことも、我々が示したとおり預言されていたことであるが、それによって彼にキリストであるための力が生じたのではなく、それは、彼こそがキリストであるということの、人々へのしるしをもたらしたのである。それはちょうど、ヨハネについても、人々が誰がキリストであるかを知るために、しるしとなることが必要であったのと同じ仕方である。
Dialogus cum Tryphone Iudaeo 88.7
Ἰωάννου γὰρ καθεζομένου ἐπὶ τοῦ Ἰορδάνου καὶ κηρύσσοντος βάπτισμα μετανοίας, καὶ ζώνην δερματίνην καὶ ἔνδυμα ἀπὸ τριχῶν καμήλου μόνον φοροῦντος καὶ μηδὲν ἐσθίοντος πλὴν ἀκρίδας καὶ μέλι ἄγριον, οἱ ἄνθρωποι ὑπελάμβανον αὐτὸν εἶναι τὸν Χριστόν· πρὸς οὓς καὶ αὐτὸς ἐβόα· Οὐκ εἰμὶ ὁ Χριστός, ἀλλὰ φωνὴ βοῶντος· ἥξει γὰρ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι.
というのも、ヨハネがヨルダン川のほとりに座って、悔い改めの洗礼を宣べ伝え、革の帯とらくだの毛で作られた衣だけを身にまとい、いなごと野蜜のほかは何も食べていなかったとき、人々は彼こそキリストであると思い込んでいたからである。それに対して彼自身も、こう叫んでいた。『私はキリストではない。むしろ、叫ぶ者の声である。私よりも強い方が来られるであろう、私はその方の履物を運ぶにも値しない者である。』
Dialogus cum Tryphone Iudaeo 88.8
Καὶ ἐλθόντος τοῦ Ἰησοῦ ἐπὶ τὸν Ἰορδάνην, καὶ νομιζομένου Ἰωσὴφ τοῦ τέκτονος υἱοῦ ὑπάρχειν, καὶ ἀειδοῦς, ὡς αἱ γραφαὶ ἐκήρυσσον, φαινομένου, καὶ τέκτονος νομιζομένου (ταῦτα γὰρ τὰ τεκτονικὰ ἔργα εἰργάζετο ἐν ἀνθρώποις ὤν, ἄροτρα καὶ ζυγά, διὰ τούτων καὶ τὰ τῆς δικαιοσύνης σύμβολα διδάσκων καὶ ἐνεργῆ βίον ), τὸ πνεῦμα οὖν τὸ ἅγιον καὶ διὰ τοὺς ἀνθρώπους, ὡς προέφην, ἐν εἴδει περιστερᾶς ἐπέπτη αὐτῷ, καὶ φωνὴ ἐκ τῶν οὐρανῶν ἅμα ἐληλύθει. ἥτις καὶ διὰ Δαυῒδ λεγομένη, ὡς ἀπὸ προσώπου αὐτοῦ λέγοντος ὅπερ αὐτῷ ἀπὸ τοῦ πατρὸς ἔμελλε λέγεσθαι· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· τότε γένεσιν αὐτοῦ λέγων γίνεσθαι τοῖς ἀνθρώποις, ἐξ ὅτου ἡ γνῶσις αὐτοῦ ἔμελλε γίνεσθαι.
そしてイエスがヨルダン川に来られたとき、彼は大工ヨセフの息子だと思われていたし、聖書が告げていたとおり、麗しさのない姿として現れ、大工だと思われていた(というのも、彼は人々のうちにあったとき、鋤や軛といった大工の仕事を行い、それらを通して、義のしるしと働きに満ちた生き方とを教えておられたからである)。そこで、聖なる霊は、これも私が先に述べたとおり、人々のために鳩の姿で彼の上に舞い降り、同時に天からの声が来ていた。その声は、ダビデを通しても、あたかも彼自身の口から、父から彼に語られるはずのことが語られていたかのように語られていた。『お前は私の子である。私は今日お前を生んだ。』このとき、彼の誕生というのは、人々にとってのそれを言っているのであり、そこから彼についての知識が生じるはずであったからである。