ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput CVIII 第CVIII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 3 sectiones

Dialogus cum Tryphone Iudaeo 108.1

1

Καὶ ταῦτα οἱ ἀπὸ τοῦ γένους ὑμῶν ἐπιστάμενοι ἅπαντες γεγενημένα ὑπὸ τοῦ Ἰωνᾶ, καὶ τοῦ Χριστοῦ παρ᾿ ὑμῖν βοῶντος ὅτι τὸ σημεῖον Ἰωνᾶ δώσει ὑμῖν, προτρεπόμενος ἵνα κἂν μετὰ τὸ ἀναστῆναι αὐτὸν ἀπὸ τῶν νεκρῶν μετανοήσητε ἐφ᾿ οἷς ἐπράξατε κακοῖς καὶ ὁμοίως Νινευΐταις προσκλαύσητε τῷ θεῷ, ὅπως καὶ τὸ ἔθνος καὶ ἡ πόλις ὑμῶν μὴ ἁλῷ καταστραφεῖσα, ὡς κατεστράφη,

そして、諸君の族の者たちは、ヨナによって起こったこれらすべての出来事を知っており、キリストが諸君のもとで、ヨナのしるしを諸君に与えるであろうと叫んでおられたのは、彼が死者の中から甦ったのちにでも、諸君が自分たちの行った悪しきことについて悔い改め、ニネヴェの人々と同様に神に向かって嘆き泣くよう、諸君に勧めておられたのである。それは、諸君の国と町とが、実際に滅ぼされたように滅ぼされて陥落することのないためであった。

Dialogus cum Tryphone Iudaeo 108.2

2

καὶ οὐ μόνον οὐ μετενοήσατε, μαθόντες αὐτὸν ἀναστάντα ἐκ νεκρῶν, ἀλλ᾿, ὡς προεῖπον, ἄνδρας χειροτονήσαντες ἐκλεκτοὺς εἰς πᾶσαν τὴν οἰκουμένην ἐπέμψατε, κηρύσσοντας ὅτι αἵρεσίς τις ἄθεος καὶ ἄνομος ἐγήγερται ἀπὸ Ἰησοῦ τινος Γαλιλαίου πλάνου ὃν σταυρωσάντων ἡμῶν, οἱ μαθηταὶ αὐτοῦ κλέψαντες αὐτὸν ἀπὸ τοῦ μνήματος νυκτός, ὁπόθεν κατετέθη ἀφηλωθεὶς ἀπὸ τοῦ σταυροῦ, πλανῶσι τοὺς ἀνθρώπους λέγοντες ἐγηγέρθαι αὐτὸν ἐκ νεκρῶν καὶ εἰς οὐρανὸν ἀνεληλυθέναι κατειπόντες δεδιδαχέναι καὶ ταῦτα ἅπερ κατὰ τῶν ὁμολογούντων Χριστὸν καὶ διδάσκαλον καὶ υἱὸν θεοῦ εἶναι παντὶ γένει ἀνθρώπων ἄθεα καὶ ἄνομα καὶ ἀνόσια λέγετε.

そして諸君は、彼が死者の中から甦ったことを知りながら、悔い改めなかっただけでなく、先に述べたとおり、選りすぐりの者たちを任命して全世界に遣わし、こう宣べ伝えさせた。すなわち、ある無神論的で不法な一派が、ガリラヤ人の惑わし者イエスなる者から起こったこと、我々が十字架にかけたこの者を、その弟子たちが夜のうちに、十字架から釘を抜いて納められていた墓から盗み出し、彼が死者の中から甦り、天に昇ったと言って人々を惑わし、また、キリストを教師にして神の子であると告白する者たちに対して、諸君が人間のあらゆる族に向かって無神論的で不法で不浄だと言うようなことをも彼が教えたと言い広めた、ということをである。

Dialogus cum Tryphone Iudaeo 108.3

3

Πρὸς τούτοις καὶ ἁλούσης ὑμῶν τῆς πόλεως καὶ τῆς γῆς ἐρημωθείσης οὐ μετανοεῖτε, ἀλλὰ καὶ καταρᾶσθαι αὐτοῦ καὶ τῶν πιστευόντων εἰς αὐτὸν πάντων τολμᾶτε. Καὶ ἡμεῖς ὑμᾶς καὶ τοὺς δι᾿ ὑμᾶς τοιαῦτα καθ᾿ ἡμῶν ὑπειληφότας οὐ μισοῦμεν, ἀλλ᾿ εὐχόμεθα κἂν νῦν μετανοήσαντας πάντας ἐλέους τυχεῖν παρὰ τοῦ εὐσπλάγχνου καὶ πολυελέου πατρὸς τῶν ὅλων θεοῦ.

そのうえ、諸君の町が陥落し、その地が荒廃させられてもなお、諸君は悔い改めず、むしろ彼と、彼を信じるすべての者たちを呪うことをあえてしている。しかし我々は、諸君や、諸君のせいで我々についてそのような思い込みを抱いている者たちを憎んではおらず、むしろ、たとえ今からでも悔い改めて、すべての者が、万物の慈しみ深く憐れみ豊かな父なる神から憐れみを得ることを祈っている。