Dialogus cum Tryphone Iudaeo 31.1
Εἰ δὲ τῇ τοῦ πάθους αὐτοῦ οἰκονομίᾳ τοσαύτη δύναμις δείκνυται παρακολουθήσασα καὶ παρακολουθοῦσα. πόση ἡ ἐν τῇ ἐνδόξῳ γινομένῃ αὐτοῦ παρουσίᾳ; ὡς υἱὸς γὰρ ἀνθρώπου ἐπάνω νεφελῶν ἐλεύσεται, ὡς Δανιὴλ ἐμήνυσεν, ἀγγέλων σὺν αὐτῷ ἀφικνουμένων.
「もし彼の受難の経綸に、これほどの力が伴い、また伴い続けていることが示されるとすれば、彼の栄光に満ちた到来において示される力は、どれほどのものであろうか。ダニエルが告げ知らせたとおり、彼は人の子として雲の上に来るのであり、天使たちが彼とともに到来するのである。」
Dialogus cum Tryphone Iudaeo 31.2
Εἰσὶ δὲ οἱ λόγοι οὗτοι· Ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ ὁ παλαιὸς ἡμερῶν ἐκάθητο, ἔχων περιβολὴν ὡσεὶ χιόνα λευκήν, καὶ τὸ τρίχωμα τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν, ὁ θρόνος αὐτοῦ ὡσεὶ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς εἷλκεν ἐκπορευόμενος ἐκ προσώπου αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. Βίβλοι ἀνεῷχθησαν. καὶ κριτήριον ἐκάθισεν.
「その言葉はこうである。『私は、もろもろの玉座が据えられるまで見ていた。すると日の老いたる方が座しておられた。その衣は雪のように白く、その頭の髪は清い羊毛のようであった。その玉座は火の炎のようであり、その車輪は燃える火であった。火の川がその御前から流れ出ていた。千千の者たちが彼に仕え、万万の者たちが彼の前に立っていた。もろもろの書物が開かれ、裁きの座が据えられた。』」
Dialogus cum Tryphone Iudaeo 31.3
Ἐθεώρουν τότε τὴν φωνὴν τῶν μεγάλων λόγων ὧν τὸ κέρας λαλεῖ, καὶ ἀπετυμπανίσθη τὸ θηρίον, καὶ ἀπώλετο τὸ σῶμα αὐτοῦ καὶ ἐδόθη εἰς καῦσιν πυρός· καὶ τὰ λοιπὰ θηρία μετεστάθη τῆς ἀρχῆς αὐτῶν, καὶ χρόνος ζωῆς τοῖς θηρίοις ἐδόθη ἕως καιροῦ καὶ χρόνου. Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος· καὶ ἦλθεν ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν καὶ παρῆν ἐνώπιον αὐτοῦ, καὶ οἱ παρεστηκότες προσήγαγον αὐτόν.
「『そのとき私は、その角が語る大言の声を見ていた。すると獣は打ち殺され、その体は滅び、火に焼かれるために渡された。そして残りの獣どもはその支配を移されたが、獣どもには時と期節に至るまで命の時が与えられた。私は夜の幻のうちに見ていた。すると見よ、人の子のような者が天の雲とともに来た。彼は日の老いたる方のもとに至り、その御前に進み出た。そして側に立っていた者たちが彼を近づけた。』」
Dialogus cum Tryphone Iudaeo 31.4
Καὶ ἐδόθη αὐτῷ ἐξουσία καὶ τιμὴ βασιλική, καὶ πάντα τὰ ἔθνη τῆς γῆς κατὰ γένη καὶ πᾶσα δόξα λατρεύουσα· καὶ ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ μὴ ἀρθῇ, καὶ ἡ βασιλεία αὐτοῦ οὐ μὴ φθαρῇ. Καὶ ἔφριξε τὸ πνεῦμά μου ἐν τῇ ἔξει μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου ἐτάρασσόν με. Καὶ προσῆλθον πρὸς ἔνα τῶν ἑστώτων, καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ᾿ αὐτοῦ ὑπὲρ πάντων τούτων. Ἀποκριθεὶς δὲ λέγει μοι καὶ τὴν κρίσιν τῶν λόγων ἐδήλωσέ μοι· ταῦτα τὰ θηρία τὰ μεγάλα εἰσὶ τέσσαρες βασιλεῖαι, αἳ ἀπολοῦνται ἀπὸ τῆς γῆς, καὶ οὐ παραλήψονται τὴν βασιλείαν ἕως αἰῶνος καὶ ἕως τοῦ αἰῶνος τῶν αἰώνων.
「『そして彼に権威と王としての誉れが与えられた。地のすべての諸国民が族ごとに、あらゆる栄光あるものが彼に仕えた。彼の権威は永遠の権威であり、決して取り去られることがなく、彼の王国は決して滅びることがない。そして私の霊は、私の内にあって身震いし、私の頭に見た幻は私を悩ませた。私はそばに立つ者たちのひとりに近づき、これらすべてのことについて正確な説明を求めた。すると彼は私に答え、その言葉の解釈を私に示した。これらの大きな獣は四つの王国であり、それらは地から滅び去り、永遠に至るまで、また世々の世々に至るまで、王国を受け継ぐことはない。』」
Dialogus cum Tryphone Iudaeo 31.5
Τότε ἤθελον ἐξακριβώσασθαι ὑπὲρ τοῦ τετάρτου θηρίου, τοῦ καταφθείροντος πάντα καὶ ὑπερφόβου, καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ, ἐσθίον καὶ λεπτύνον καὶ τὰ ἐπίλοιπα αὐτοῦ τοῖς ποσὶ κατεπάτει· καὶ περὶ τῶν δέκα κεράτων αὐτοῦ ἐπὶ τῆς κεφαλῆς, καὶ ἐκ τοῦ ἐνὸς τοῦ προσφυέντος, καὶ ἐξέπεσον ἐκ τῶν προτέρων δι᾿ αὐτοῦ τρία, καὶ τὸ κέρας ἐκεῖνο εἶχεν ὀφθαλμοὺς καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἡ πρόσοψις αὐτοῦ ὑπερέφερε τὰ ἄλλα. Καὶ κατενόουν τὸ κέρας ἐκεῖνο πόλεμον συνιστάμενον πρὸς τοὺς ἁγίους καὶ τροπούμενον αὐτούς, ἕως τοῦ ἐλθεῖν τὸν παλαιὸν ἡμερῶν, καὶ τὴν κρίσιν ἔδωκε τοῖς ἁγίοις τοῦ ὑψίστου, καὶ ὁ καιρὸς ἐνέστη, καὶ τὸ βασίλειον κατέσχον ἅγιοι ὑψίστου.
「『そのとき私は、第四の獣について詳しく知りたいと願った。それはすべてを滅ぼし尽くす、極めて恐ろしいものであり、その歯は鉄で、その爪は青銅であり、食らい、細かく砕き、その残りを足で踏みつけていた。そしてその頭にある十の角について、また新たに生じたひとつの角について〔知りたいと願った〕。すると先の角のうち三つがそれによって落ちた。そしてかの角には目があり、大言を語る口があり、その姿は他のものにまさっていた。そして私は、かの角が聖徒たちに対して戦を仕掛け、彼らに勝っているのを見た。日の老いたる方が来られ、いと高き方の聖徒たちに裁きを与え、その時が来て、いと高き方の聖徒たちが王国を手に入れるまで。』」
Dialogus cum Tryphone Iudaeo 31.6
Καὶ ἐρρέθη μοι περὶ τοῦ τετάρτου θηρίου· βασιλεία τετάρτη ἔσται ἐπὶ τῆς γῆς ἥτις διοίσει παρὰ πάσας τὰς βασιλείας ταύτας, καὶ καταφάγεται πᾶσαν τὴν γῆν καὶ ἀναστατώσει αὐτὴν καὶ καταλεανεῖ αὐτήν. Καὶ τὰ δέκα κέρατα, δέκα βασιλεῖς ἀναστήσονται, καὶ ἕτερος μετ᾿ αὐτούς, καὶ οὗτος διοίσει κακοῖς ὑπὲρ τοὺς πρώτους, καὶ τρεῖς βασιλεῖς ταπεινώσει, καὶ ῥήματα πρὸς τὸν ὕψιστον λαλήσει, καὶ ἑτέρους ἁγίους τοῦ ὑψίστου καταστρέψει, καὶ προσδέξεται ἀλλοιῶσαι καιροὺς καὶ χρόνους· καὶ παραδοθήσεται εἰς χεῖρας αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ ἥμισυ καιροῦ.
「『そして私に、第四の獣についてこう告げられた。第四の王国が地の上に立つ。それはこれらすべての王国にまさるものであり、全地を食い尽くし、これを荒らし、これを踏みならすだろう。そして十の角とは、十人の王が立つことであり、彼らの後にもうひとりの者が立ち、この者は悪しきことにおいて先の者たちにまさり、三人の王を低くし、いと高き方に対して言葉を語り、いと高き方の他の聖徒たちを打ち倒し、時と期節を変えることを企てるだろう。そして彼らは、一時と二時と半時に至るまで、彼の手に引き渡されるだろう。』」
Dialogus cum Tryphone Iudaeo 31.7
Καὶ ἡ κρίσις ἐκάθισε, καὶ τὴν ἀρχὴν μεταστήσουσι τοῦ ἀφανίσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους. Καὶ ἡ βασιλεία καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλειότης τῶν τόπων τῶν ὑπὸ τὸν οὐρανὸν βασιλειῶν ἐδόθη λαῷ ἁγίῳ ὑψίστου βασιλεῦσαι βασιλείαν αἰώνιον· καὶ πᾶσαι ἐξουσίαι ὑποταγήσονται αὐτῷ καὶ πειθαρχήσουσιν αὐτῷ. Ἕως ὧδε τὸ τέλος του λόγου. Ἐγὼ Δανιὴλ ἐκστάσει περιειχόμην σφόδρα, καὶ ἡ ἕξις διήνεγκεν ἐμοί, καὶ τὸ ῥῆμα ἐν τῇ καρδίᾳ μου ἐτήρησα.
「『そして裁きの座が据えられ、彼らはその支配を、最後まで滅ぼし絶やすために移すだろう。そして天の下にあるもろもろの王国の場所の王権と権威と威光は、いと高き方の聖なる民に与えられ、永遠の王国を治めさせるだろう。すべての権威は彼に服し、彼に従うだろう。ここまでがこの言葉の終わりである。私ダニエルは、はなはだしい恍惚に包まれ、その状態は私を苦しめた。そして私はその言葉を心のうちに留めた。』」