ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput CXXX 第CXXX章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 4 sectiones

Dialogus cum Tryphone Iudaeo 130.1

1

Καὶ συντιθεμένων πάντων εἶπον· Καὶ λόγους δέ τινας, οὓς μὴ ἀπεμνημόνευσα πρότερον, εἴποιμ᾿ ἄν ἄρτι· εἰσὶ δὲ εἰρημένοι ὑπὸ τοῦ πιστοῦ θεράποντος Μωσέως ἐπικεκαλυμμένως. Εἴρηται δὲ οὕτως· Εὐφράνθητε οὐρανοὶ ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ· καὶ τὰ ἐξῆς τοῦ λόγου ἐπέφερον ταῦτα· Εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ, ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται, καὶ ἐκδικήσει, καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσιν αὐτὸν ἀνταποδώσει, καὶ ἐκκαθαριεῖ κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ.

皆が同意した時、私は言った。「先には述べなかったいくつかの言葉を、今ここで述べよう。これらは、忠実な僕モーセによって、覆いをかけられた仕方で語られたものである。」こう語られている。『天よ、彼とともに喜べ。そして神のすべての天使よ、彼を拝め。』そして、この言葉に続くものとして、これらを私は付け加えた。『諸国民よ、その民とともに喜べ。そして神のすべての天使よ、彼のために力づけよ。彼の子らの血が報復されるからであり、〔主は〕報復し、敵どもに正当な報いを返し、彼を憎む者どもに報いを返すであろう。そして主はその民の地を清めるであろう。』

Dialogus cum Tryphone Iudaeo 130.2

2

Καὶ εἰπὼν ταῦτα ἡμᾶς τὰ ἔθνη λέγει εὐφραίνεσθαι μετὰ τοῦ λαοῦ αὐτοῦ, λέγω Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τοὺς προφήτας καὶ ἀπλῶς τοὺς ἀπ᾿ ἐκείνου τοῦ λαοῦ πάντας εὐαρεστοῦντας τῷ θεῷ, κατὰ τὰ προωμολογημένα ἡμῖν· ἀλλ᾿ οὐ πάντας τοὺς ἀπὸ τοῦ γένους ὑμῶν ἀκουσόμεθα, ἐπειδὴ ἔγνωμεν καὶ διὰ Ἡσαΐου τὰ κῶλα τῶν παραβεβηκότων ὑπὸ σκώληκος καὶ ἀπαύστου πυρὸς διαβιβρώσκεσθαι μέλλειν, ἀθάνατα μένοντα, ὥστε καὶ εἶναι εἰς ὅρασιν πάσης σαρκός.

そしてこう言ってから、〔モーセは〕我々諸国民が、その民とともに——すなわちアブラハム、イサク、ヤコブ、そして預言者たち、また単純にその民から出て神に喜ばれるすべての者たちと——喜ぶのだと語っている。これは我々の間で既に合意されたところに従うことである。しかし諸君の族から出た者すべてを、我々が〔その民として〕聞き入れることはないであろう。なぜならイザヤによっても、背いた者たちの肢体が、蛆と絶えることのない火によって食い尽くされることになる、と我々は知っているからである。それらは不死のままにとどまり、すべての肉に見せしめとなるためである。

Dialogus cum Tryphone Iudaeo 130.3

3

Ἐπειπεῖν δὲ ὑμῖν βούλομαι καὶ πρὸς τούτοις, ὦ ἄνδρες, ἔφην, καὶ ἄλλους τινὰς λόγους ἀπ᾿ αὐτῶν τῶν Μωσέως λόγων, ἐξ ὧν καὶ νοῆσαι δύνασθε ὅτι ἄνωθεν μὲν πάντας τοὺς ἀνθρώπους ὁ θεὸς διεσκόρπισε καὶ τὰ γένη καὶ γλώσσας· ἐκ πάντων δὲ τῶν γενῶν γένος ἑαυτῷ λαβὼν τὸ ὑμέτερον, γένος ἄχρηστον καὶ ἀπειθὲς καὶ ἄπιστον, δείξας τοὺς ἀπὸ παντὸς γένους αἱρουμένους πεπεῖσθαι αὐτοῦ τῇ βουλῇ διὰ τοῦ Χριστοῦ, ὅν καὶ Ἰακὼβ καλεῖ καὶ Ἰσραὴλ ὀνομάζει, τούτους καὶ Ἰακὼβ καὶ Ἰσραὴλ, ὡς προέφην ἐν πολλοῖς, εἶναι δεῖ.

「これに加えてなお、諸君に述べておきたい、方々よ」と私は言った。「モーセ自身の言葉から出た他のいくつかの言葉を。それによって諸君は理解することができるであろう。神は初めより、すべての人間を、また諸族と諸言語とを散らした。そして、あらゆる族の中から、ご自分のために諸君の族を——役に立たず、従わず、信じない族を——取り、あらゆる族の中からキリストを通してその計らいに従うことを選び取る者たちのあることを示された。そのキリストを〔モーセは〕ヤコブとも呼び、イスラエルとも名づける。この選び取られた者たちこそ、私が既に多くの箇所で先に述べたとおり、ヤコブでありイスラエルでなければならないのである。」

Dialogus cum Tryphone Iudaeo 130.4

4

Εὐφράνθητε γὰρ ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ εἰπών, τὴν μὲν ὁμοίαν αὐτοῖς ἀπονέμει κληρονομίαν, καὶ τὴν ὁμοίαν ὀνομασίαν δίδωσιν· ἔθνη δὲ αὐτοὺς καὶ εὐφραινομένους μετὰ τοῦ λαοῦ αὐτοῦ λέγων, εἰς ὄνειδος τὸ ὑμέτερον λέγει ἔθνος. Ὅν γὰρ καὶ ὑμεῖς τρόπον παρωργίσατε εἰδωλολατρήσαντες, οὕτω καὶ αὐτοὺς εἰδωλολάτρας ὄντας κατηξίωσε γνῶναι τὴν βουλὴν αὐτοῦ καὶ κληρονομῆσαι τὴν κληρονομίαν τὴν παρ᾿ αὐτῷ.

『諸国民よ、その民とともに喜べ』と語ることによって、〔モーセは〕諸国民に、その民と同様の相続分を分け与え、同様の呼び名を与えている。そして彼らを諸国民と呼びながら、その民とともに喜ぶ者たちであるとも言うことによって、諸君の国民に対する辱めとしてそう語っているのである。なぜなら、諸君が偶像を拝んで〔神を〕怒らせたのと同じ仕方で、彼らも偶像を拝む者でありながら、〔神は〕その計らいを知ることに値するとし、ご自分のもとにある相続分を受け継ぐに値する者とされたからである。