ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput CXXIII 第CXXIII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 9 sectiones

Dialogus cum Tryphone Iudaeo 123.1

1

Ὡς οὖν πάντα ταῦτα εἴρηται πρὸς τὸν Χριστὸν καὶ τὰ ἔθνη, οὕτως κἀκεῖνα εἰρῆσθαι νομίζετε, Οὐδὲν γὰρ χρῄζουσιν οἱ προσήλυτοι διαθήκης, εἰ, ἑνὸς καὶ τοῦ αὐτοῦ πᾶσι τοῖς περιτεμνομένοις κειμένου νόμου, περὶ ἐκείνων οὕτως ἡ γραφὴ λέγει· Καὶ προστεθήσεται καὶ ὁ γηόρας πρὸς αὐτούς, καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ἰακώβ. Καὶ ὅτι μὲν προσήλυτος ὁ περιτεμνόμενος εἰς τὸ τῷ λαῷ προσκεχωρηκέναι ἐστὶν ὡς αὐτόχθων, ἡμεῖς δὲ λαὸς κεκλῆσθαι ἠξιωμένοι ὁμοίως ἔθνος ἐσμὲν διὰ τὸ ἀπερίτμητοι εἶναι.

「それゆえ、これらすべてのことがキリストと諸国民とに向けて語られているように、あの言葉もまた同じように語られていると諸君は考えるべきである。というのも、割礼を受けたすべての者にひとつの同じ律法が定められている以上、彼らについて聖書が『そしてゲオラスも彼らに加えられ、ヤコブの家に加えられるであろう』とこう語っているのであれば、改宗者たちは契約を少しも必要としないからである。そして、割礼を受けた者が改宗者であるとは、あたかも土地に生まれた者のように、民に加わったことを意味する。だが我々は、民と呼ばれるにふさわしいとされていながら、無割礼であるがゆえに、同様に一つの国民なのである。」

Dialogus cum Tryphone Iudaeo 123.2

2

Πρὸς δὲ καὶ γελοῖόν ἐστιν ἡγεῖσθαι ὑμᾶς τῶν μὲν προσηλύτων αὐτῶν ἀνεῷχθαι τὰ ὄμματα, ὑμῶν δὲ οὔ, καὶ ὑμᾶς μὲν ἀκούειν τυφλοὺς καὶ κωφούς, ἐκείνους δὲ πεφωτισμένους. Καὶ ἔτι γελοιότερον ἀποβήσεται ὑμῖν τὸ πρᾶγμα, εἰ τὸν νόμον τοῖς ἔθνεσι δεδόσθαι φήσετε, ὑμεῖς δὲ οὐκ ἐκεῖνον τὸν νόμον ἔγνωτε.

「さらに、諸君が、改宗者たち自身の目は開かれているのに、諸君自身の目は開かれておらず、諸君は盲であり聾であると呼ばれ、彼らのほうが照らされている、と考えるのは滑稽なことである。そして、もし諸君が、律法は諸国民に与えられたのだと言い張るならば、諸君自身はその律法を知らなかったことになり、事はさらに滑稽なことになるであろう。」

Dialogus cum Tryphone Iudaeo 123.3

3

Ηὐλαβεῖσθε γὰρ ἂν τὴν τοῦ θεοῦ ὀργήν, καὶ υἱοὶ ἄνομοι καὶ ῥεμβεύοντες οὐκ ἂν ἦτε, δυσωπούμενοι ἀκούειν ἑκάστοτε λέγοντος αὐτοῦ· Υἱοί, οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς· καί· Τίς τυφλὸς ἀλλ᾿ ἢ οἱ παῖδές μου, καὶ κωφὸς ἀλλ᾿ ἢ οἱ κυριεύοντες αὐτῶν; Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ. Εἴδετε πολλάκις, καὶ οὐκ ἐφυλάξασθε· ἀνεῳγμένα τὰ ὦτα ὑμῶν, καὶ οὐκ ἠκούσατε;

「もしそうであったなら、諸君は神の怒りを畏れ、無法にして彷徨う子らではなかったであろう。神がつねにこう言われるのを聞くたびに、恥じ入っていたであろうから。『子らよ、その中に信のない者たちよ。』また、『誰が盲か。私の僕たちのほかにあろうか。誰が聾か。彼らを支配する者たちのほかにあろうか。』そして『神の僕たちは盲とされた。汝らはしばしば見ながら、守らなかった。汝らの耳は開かれていながら、聞かなかった。』」

Dialogus cum Tryphone Iudaeo 123.4

4

Ἢ καλὸς ὑμῶν ὁ ἔπαινος τοῦ θεοῦ, καὶ θεοῦ μαρτυρία δούλοις πρέπουσα; Οὐκ αἰσχύνεσθε πολλάκις ταὐτὰ ἀκούοντες, οὐδ᾿ ἀπειλοῦντος τοῦ θεοῦ φρίσσετε, ἀλλ᾿ ἦ λαὸς μωρὸς καὶ σκληροκάρδιός ἐστε. Διὰ τοῦτο ἰδοὺ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον, λέγει κύριος, καὶ μεταθήσω αὐτούς, καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω. Εὐλόγως. Οὐ γὰρ σοφοί ἐστε οὐδὲ συνετοί, ἀλλὰ δριμεῖς καὶ πανοῦργοι· σοφοὶ εἰς τὸ κακοποιῆσαι μόνον, γνῶναι δὲ βουλὴν θεοῦ κεκρυμμένην ἢ διαθήκην κυρίου πιστὴν ἢ τρίβους αἰωνίους εὑρεῖν ἀδύνατοι.

「あるいは、諸君にとって、神からの称賛は立派なものであり、神の証しは僕にふさわしいものであろうか。諸君は、幾度も同じことを聞きながら恥じることもなく、神が脅されても震え上がることもない。むしろ、諸君は愚かにして頑なな民である。『それゆえ、見よ、私はこの民を移すことに加えよう、と主は言われる。そして私は彼らを移し、知恵ある者たちの知恵を滅ぼし、思慮ある者たちの思慮を隠すであろう。』もっともなことである。諸君は知恵ある者でも思慮ある者でもなく、鋭くはあるが悪賢い者たちだからである。悪をなすことにおいてのみ知恵があり、神の隠された御旨を知ることも、主の確かな契約を、あるいは永遠の道を見いだすこともできないのである。」

Dialogus cum Tryphone Iudaeo 123.5

5

Τοιγαροῦν· Ἐγερῶ, φησί, τῷ Ἰσραὴλ καὶ τῷ Ἰούδᾳ σπέρμα ἀνθρώπων καὶ σπέρμα κτηνῶν. Καὶ διὰ Ἡσαΐου περὶ ἄλλου Ἰσραὴλ οὕτω φησί· Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τρίτος Ἰσραὴλ ἐν τοῖς Ἀσσυρίοις καὶ Αἰγυπτίοις, εὐλογημένος ἐν τῇ γῇ, ἣν εὐλόγησε κύριος σαβαὼθ λέγων· Εὐλογημένος ἔσται ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν Ἀσσυρίοις, καὶ ἡ κληρονομία μου Ἰσραήλ.

「それゆえ、『私はイスラエルとユダに、人間の子孫と家畜の子孫とを起こそう』と神は言われる。そして、イザヤを通して、別のイスラエルについてこう言われる。『その日には、アッシリア人とエジプト人のうちに第三のイスラエルがあり、万軍の主が祝福されたその地において、祝福されるであろう。主はこう言われる。私の民、エジプトにある者、アッシリアにある者は祝福されるであろう。そして私の相続地はイスラエルである。』」

Dialogus cum Tryphone Iudaeo 123.6

6

Εὐλογοῦντος οὖν τοῦ θεοῦ καὶ Ἰσραὴλ τοῦτον τὸν λαὸν καλοῦντος καὶ κληρονομίαν αὐτοῦ βοῶντος εἶναι, πῶς οὐ μετανοεῖτε ἐπί τε τῷ ἑαυτοὺς ἀπατᾶν, ὡς μόνοι Ἰσραὴλ ὄντες, καὶ ἐπὶ τῷ καταρᾶσθαι τὸν εὐλογημένον τοῦ θεοῦ λαόν; Καὶ γὰρ ὅτε πρὸς τὴν Ἱερουσαλὴμ καὶ τὰς πέριξ αὐτῆς ἔλεγε χώρας, οὕτω πάλιν ἐπεῖπε· Καὶ γεννήσω ἐφ᾿ ὑμᾶς ἀνθρώπους, τὸν λαόν μου Ἰσραήλ, καὶ κληρονομήσουσιν ὑμᾶς καὶ ἔσεσθε αὐτοῖς εἰς κατάσχεσιν, καὶ οὐ μὴ προστεθῆτε ἔτι ἀτεκνωθῆναι ἀπ᾿ αὐτῶν.

「それゆえ、神がこの民を祝福し、イスラエルと呼び、ご自分の相続地であると宣言されているのに、諸君はどうして、自分たちだけがイスラエルであると自らを欺いていることについて、また神の祝福された民を呪っていることについて、悔い改めないのか。実に、神がエルサレムとその周辺の地方に向けて語られたときにも、こう続けて言われている。『そして私は汝らの上に、私の民イスラエルという人々を生じさせよう。彼らは汝らを相続し、汝らは彼らの所有となるであろう。そして汝らはもはや彼らから子を奪われることはないであろう。』」

Dialogus cum Tryphone Iudaeo 123.7

7

Τί οὖν; φησὶν ὁ Τρύφων. Ὑμεῖς Ἰσραήλ ἐστε, καὶ περὶ ὑμῶν λέγει ταῦτα; Εἰ μέν, ἔφην αὐτῷ, μὴ περὶ τούτων καὶ πολὺν λόγον πεποιήμεθα, κἂν ἀμφέβαλλον μή τι οὐ συνιῶν τοῦτο ἐρωτᾷς· ἐπειδὴ δὲ καὶ μετὰ ἀποδείξεως καὶ συγκαταθέσεως καὶ τοῦτο συνηγάγομεν τὸ ζήτημα, οὐ νομίζω σε ἀγνοεῖν μὲν τὰ προειρημένα οὐδὲ πάλιν φιλεριστεῖν, ἀλλὰ προκαλεῖσθαί με καὶ τούτοις τὴν αὐτὴν ἀπόδειξιν ποιήσασθαι.

するとトリュフォンが言った。「それでは何か。諸君こそがイスラエルであり、これは諸君について語っているのか。」私は彼に言った。「もし我々がこれらのことについてすでに多くの言葉を費やしていなかったなら、お前が理解せずにこう尋ねているのかと、私は疑ったであろう。だが、我々はこの問いをも、証明と同意とをもってすでにまとめ上げているのだから、お前が先に述べたことを知らないとも、また改めて論争を好んでいるとも、私は思わない。むしろ、お前はこれらの点についても、私に同じ証明をするようにと促しているのだ、と思う。」

Dialogus cum Tryphone Iudaeo 123.8

8

Καὶ τῷ διὰ τῶν ὀφθαλμῶν νεύματι συντιθεμένου· Πάλιν, ἔλεγον ἐγώ, ἐν τῷ Ἡσαΐᾳ, ὠσὶν ἀκούοντες εἰ ἄρα ἀκούετε, περὶ τοῦ Χριστοῦ λέγων ὁ θεὸς ἐν παραβολῇ Ἰακὼβ αὐτὸν καλεῖ καὶ Ἰσραήλ. Οὕτω δὲ λέγει· Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ἐκλεκτός μου, θήσω τὸ πνεῦμά μου ἐπ᾿ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. Οὐκ ἐρίσει οὔτε κράξει, οὔτε ἀκούσεταί τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ· κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ μὴ σβέσει, ἀλλὰ εἰς ἀλήθειαν ἐξοίσει, κρίσιν ἀναλήψει καὶ οὐ μὴ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἐλπιοῦσιν ἔθην.

そして彼が目の合図をもって同意を示したので、私は言った。「再び、イザヤ書においてである——諸君は耳で聞いてはいるが、はたして本当に聞いているであろうか——神はキリストについて語りながら、たとえにおいて彼をヤコブとも、イスラエルとも呼んでいる。こう言われているのである。『ヤコブ、私の僕よ、私は彼を助けよう。イスラエル、私の選んだ者よ、私は私の霊を彼の上に置き、彼は諸国民に裁きをもたらすであろう。彼は争うこともなく、叫ぶこともなく、その声を大通りで聞く者もないであろう。彼は傷んだ葦を折ることなく、くすぶる燈心を消すことなく、真理をもって裁きをもたらすであろう。彼は裁きを担い、地に裁きを置くまでは砕かれることはないであろう。そして諸国民は彼の名に望みを置くであろう。』」

Dialogus cum Tryphone Iudaeo 123.9

9

Ὡς οὖν ἀπὸ τοῦ ἑνὸς Ἰακὼβ ἐκείνου, τοῦ καὶ Ἰσραὴλ ἐπικληθέντος, τὸ πᾶν γένος ὑμῶν προσηγόρευτο Ἰακὼβ καὶ Ἰσραήλ, οὕτως καὶ ἡμεῖς ἀπὸ τοῦ γεννήσαντος ἡμᾶς εἰς θεὸν Χριστοῦ, ὡς καὶ Ἰακὼβ καὶ Ἰσραὴλ καὶ Ἰούδα καὶ Ἰωσὴφ καὶ Δαυΐδ, καὶ θεοῦ τέκνα ἀληθινὰ καλούμεθα καὶ ἐσμέν, οἱ τὰς ἐντολὰς τοῦ Χριστοῦ φυλάσσοντες.

「それゆえ、あのひとりのヤコブ、イスラエルとも呼ばれた者から、諸君の族全体がヤコブおよびイスラエルと呼ばれたのと同じように、キリストの戒めを守る我々もまた、我々を神へと生んでくださったキリストから、ヤコブ、イスラエル、ユダ、ヨセフ、ダビデと呼ばれるように、神の真の子らと呼ばれ、また実際にそうなのである。」