Dialogus cum Tryphone Iudaeo 43.1
Ὡς οὖν ἀπὸ Ἀβραὰμ ἤρξατο περιτομὴ καὶ ἀπὸ Μωσέως σάββατον καὶ θυσίαι καὶ προσφοραὶ καὶ ἑορταὶ, καὶ ἀπεδείχθη διὰ τὸ σκληροκάρδιον τοῦ λαοῦ ὑμῶν ταῦτα διατετάχθαι, οὕτως παύσασθαι ἔδει κατὰ τὴν τοῦ πατρὸς βουλὴν εἰς τὸν διὰ τῆς ἀπὸ τοῦ γένους τοῦ Ἀδραὰμ καὶ φυλῆς Ἰούδα καὶ Δαυῒδ παρθένου γεννηθέντα υἱὸν τοῦ θεοῦ Χριστόν, ὅστις καὶ αἰώνιος νόμος καὶ καινὴ διαθήκη τῷ παντὶ κόσμῳ ἐκηρύσσετο προελευσόμενος, ὡς αἱ προλελεγμέναι προφητεῖαι σημαίνουσι.
「さて、割礼はアブラハムから始まり、安息日と供犠と献げ物と祭りはモーセから始まったのであり、これらが定められたのは、諸君の民の心の頑なさのゆえであったと示された。それゆえ、これらは、父の御旨に従って、アブラハムの家系、ユダの部族、そしてダビデの系譜から、処女より生まれた神の子キリスト——この方は、先に述べられた預言が示すとおり、全世界に向かって進み来るものとして、永遠の律法であり新しい契約であると告げ知らされていた——のもとで、終わるべきであったのである。」
Dialogus cum Tryphone Iudaeo 43.2
Καὶ ἡμεῖς, οἱ διὰ τούτου προσχωρήσαντες τῷ θεῷ, οὐ ταύτην τὴν κατὰ σάρκα παρελάβομεν περιτομήν, ἀλλὰ πνευματικήν, ἣν Ἐνὼχ καὶ οἱ ὅμοιοι ἐφύλαξαν· ἡμεῖς δὲ διὰ τοῦ βαπτίσματος αὐτήν, ἐπειδὴ ἁμαρτωλοὶ ἐγεγόνειμεν, διὰ τὸ ἔλεος τὸ παρὰ τοῦ θεοῦ ἐλάβομεν, καὶ πᾶσιν ἐφετὸν ὁμοίως λαμβάνειν.
「そして我々、この方を通して神に近づいた者たちは、この肉による割礼を受け継いだのではなく、霊的な割礼を受け継いだのである。それはエノクや、そのような人々が守ったものであった。しかし我々は、罪ある者となっていたゆえに、神からの憐れみによって、洗礼を通してそれを受けたのであり、それはすべての人が同じように望んで受けることのできるものである。」
Dialogus cum Tryphone Iudaeo 43.3
Περὶ δὲ τοῦ τῆς γενέσεως αὐτοῦ μυστηρίου ἤδη λέγειν κατεπείγοντος λέγω. Ἡσαΐας οὖν περὶ τοῦ γένους αὐτοῦ τοῦ Χριστοῦ, ὅτι ἀνεκδιήγητόν ἐστιν ἀνθρώποις, οὕτως ἔφη ὡς καὶ προγέγραπται· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Ὡς ἀνεκδιηγήτου οὖν ὄντος τοῦ γένους τούτου ἀποθνήσκειν μέλλοντος, ἵνα τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν οἱ ἁμαρτωλοὶ ἄνθρωποι, τὸ προφητικὸν πνεῦμα ταῦτα εἶπεν.
「さて、彼の誕生の奥義について、もはや語ることが急がれているので、私は語る。イザヤは、キリストの出自について、それが人間には語り尽くせないものであるということを、すでに書かれているとおり、こう言った。『誰がその出自を語り尽くすであろうか。その命は地から取り去られ、私の民の不法のゆえに死に至らしめられたからである。』この出自が語り尽くせないものであり、彼が死ぬはずであること——それは、罪ある人間である我々が彼の受けた傷によって癒やされるためであるが——について、預言の霊はこう語ったのである。」
Dialogus cum Tryphone Iudaeo 43.4
Ἔτι καὶ ἵνα ὃν τρόπον γέγονεν ἐν κόσμῳ γεννηθεὶς ἐπιγνῶναι ἔχωσιν οἱ πιστεύοντες αὐτῷ ἄνθρωποι, διὰ τοϋ αὐτοῦ Ἡσαίου τὸ προφητικὸν πνεῦμα ὡς μέλλει γίνεσθαι προεφήτευσεν οὕτως·
「さらに、彼が地上に生まれ来る、その仕方を彼を信じる人々が知ることができるように、同じイザヤを通して、預言の霊は、それが起こるはずのこととして、次のように預言した。」
Dialogus cum Tryphone Iudaeo 43.5
Καὶ προσέθετο κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων· Αἴτησον σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω οὐδ᾿ οὐ μὴ πειράσω κύριον. Καὶ εἶπεν Ἡσαίας· Ἀκούετε δή, οἶκος Δαυΐδ. Μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; Καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσεται τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Βούτυρον καὶ μέλι φάγεται.
「『そして主は再びアハズに語りかけて言われた。「汝の神なる主に、深みであれ高みであれ、汝自身のためにしるしを求めよ。」するとアハズは言った。「私は求めません、主を試すこともいたしません。」するとイザヤは言った。「聞け、ダビデの家よ。人間に労苦を与えることは、汝らには小さいことなのか。それなのに、どうして主にまで労苦を与えるのか。それゆえ主御自身が、汝らにしるしを与えられるであろう。見よ、処女が胎に子を宿し、男の子を産むであろう。そしてその名はインマヌエルと呼ばれるであろう。彼はバターと蜜とを食べるであろう。」』」
Dialogus cum Tryphone Iudaeo 43.6
Πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν· διότι, πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν. ἀπειθεῖ πονηρὰ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Διότι, πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ σκύλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Καὶ καταληφθήσεται ἡ γῆ, ἣν σὺ σκληρῶς οἴσεις ἀπὸ προσώπου τῶν δύο βασιλέων. Ἀλλ᾿ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καἰ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας. αἳ οὐδέπω ἥκασιν ἐπὶ σέ, ἀπὸ τῆς ἡμέρας ᾗς ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα τὸν βασιλέα τῶν Ἀσσυρίων.
「『その子が、悪を選ぶより先に、あるいは選ぶことを知るより先に、善を選び取るであろう。なぜなら、その幼子が善悪を知るより先に、悪に逆らって善を選び取るからである。すなわち、その幼子が父または母と呼ぶことを知るより先に、彼はダマスコの力と、サマリアの分捕り物とを、アッシリアの王の前で受け取るであろう。そして、汝が二人の王の顔から厳しく耐え忍ぶであろうその地は、占領されるであろう。しかし神は、汝の上に、汝の民の上に、汝の父の家の上に、エフライムがユダからアッシリアの王を引き離した日以来、汝にまだ及んだことのない日々をもたらされるであろう。』」
Dialogus cum Tryphone Iudaeo 43.7
Ὅτι μὲν οὖν ἐν τῷ γένει τῷ κατὰ σάρκα τοῦ Ἀβραὰμ οὐδεὶς ουδέποτε ἀπὸ παρθένου γεγέννηται οὐδὲ λέλεκται γεγεννημένος ἀλλ᾿ ἢ οὗτος ὁ ἡμέτερος Χριστός, πᾶσι φανερόν ἐστιν.
「さて、肉によるアブラハムの家系のうちで、処女から生まれた者は誰もいまだかつていないし、そう言われた者もいない、この我々のキリストのほかには、ということは、すべての人に明らかである。」
Dialogus cum Tryphone Iudaeo 43.8
Ἐπεὶ δὲ ὑμεῖς καὶ οἱ διδάσκαλοι ὑμῶν τολμᾶτε λέγειν μηδὲ εἰρῆσθαι ἐν τῇ προφητείᾳ τοῦ Ἡσαΐου Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, ἀλλ᾿ Ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ ἐξηγεῖσθε τὴν προφητείαν ὡς εἰς Ἐζεκίαν, τὸν γενόμενον ὑμῶν βασιλέα, πειράσομαι καὶ ἐν τούτῳ καθ᾿ ὑμῶν βραχέα ἐξηγήσασθαι καὶ ἀποδεῖξαι εἰς τοῦτον εἰρῆσθαι τὸν ὁμολογούμενον ὑφ᾿ ἡμῶν Χριστόν.
「しかし、諸君も諸君の教師たちも、イザヤの預言において『見よ、処女が胎に宿すであろう』とは言われておらず、『見よ、若い女が胎に子を受け、男の子を産むであろう』と言われているのだとあえて主張し、その預言を、諸君の王となったヒゼキヤについてのことであると解釈しているので、私はこの点についても、諸君に対して簡潔に解き明かし、我々によって言い表されているキリストについて言われているのだと証明することを試みよう。」