Dialogus cum Tryphone Iudaeo 84.1
Καὶ τὸ Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν εἰς τοῦτον προείρητο. Εἰ γὰρ μὴ ἐκ παρθένου οὗτος, περὶ οὗ Ἡσαίας ἔλεγεν, ἔμελλε γεννᾶσθαι, εἰς ὃν τὸ ἅγιον πνεῦμα ἐβόα· Ἰδοὺ κύριος αὐτὸς ἡμῖν δώσει σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν; Εἰ γὰρ ὁμοίως τοῖς ἄλλοις ἅπασι πρωτοτόκοις καὶ οὗτος γεννᾶσθαι ἐκ συνουσίας ἔμελλε, τί καὶ ὁ θεὸς σημεῖον, ὃ μὴ πᾶσι τοῖς πρωτοτόκοις κοινόν ἐστιν, ἔλεγε ποιεῖν;
そして『見よ、乙女が胎に宿し、男の子を産むであろう』ということは、この方について前もって言われていたのである。もしこの方が、イザヤが語っていたその方が、乙女から生まれるはずでなかったなら、聖なる霊は誰について、『見よ、主ご自身が我々にしるしを与えられるであろう。見よ、乙女が胎に宿し、男の子を産むであろう』と叫んでいたことになるだろうか。もしこの方も、他のすべての初子と同じように交わりから生まれるはずであったなら、なぜ神は、すべての初子に共通するのではないしるしを行うと言われたのであろうか。
Dialogus cum Tryphone Iudaeo 84.2
Ἀλλ᾿ ὅπερ ἐστὶν ἀληθῶς σημεῖον καὶ πιστὸν τῷ γένει τῶν ἀνθρώπων ἔμελλε γίνεσθαι, τουτέστι διὰ παρθενικῆς μήτρας τὸν πρωτότοκον τῶν πάντων ποιημάτων σαρκοποιηθέντα ἀληθῶς παιδίον γενέσθαι, προλαβὼν αὐτὸ διὰ τοῦ προφητικοῦ πνεύματος κατὰ ἄλλον καὶ ἄλλον τρόπον. ὡς ἀνιστόρησα ὑμῖν, προεκήρυξεν, ἵνα ὅταν γένηται δυνάμει καὶ βουλῇ τοῦ τῶν ὅλων ποιητοῦ γενόμενον γνωσθῇ· ὡς καὶ ἀπὸ πλευρᾶς μιᾶς τοῦ Ἀδὰμ ἡ Εὔα γέγονε, καὶ ὥσπερ τἄλλα πάντα ζῶα λόγῳ θεοῦ τὴν ἀρχὴν ἐγεννήθη.
むしろ、まことにしるしであり、人類にとって信ずべきものとなるはずであったこと、すなわち、万物の被造物のうちの初子が、乙女の胎を通して肉となり、真に幼子となるということ、これを、預言の霊を通して、様々な仕方で前もって捉え、諸君に語ったとおり、あらかじめ告げ知らせていたのである。それは、この方が生まれたときに、万物の造り主の力と意志とによって生まれたことが知られるためであった。ちょうど、アダムのただ一つの肋骨からエバが生まれたように、また他のすべての生き物が、初めに神のロゴスによって生まれたのと同じように。
Dialogus cum Tryphone Iudaeo 84.3
Ὑμεῖς δὲ καὶ ἐν τούτοις παραγράφειν τὰς ἐξηγήσεις, ἃς ἐξηγήσαντο οἱ πρεσβύτεροι ὑμῶν παρὰ Πτολεμαίῳ τῷ τῶν Αἰγυπτίων βασιλεῖ γενομένῳ. τολμᾶτε, λέγοντες μὴ ἔχειν τὴν γραφὴν ὡς ἐκεῖνοι ἐξηγήσαντο, ἀλλ᾿· Ἰδού, φησίν, ἡ νεᾶνις ἐν γαστρὶ ἕξει, ὡς μεγάλων πραγμάτων σημαινομένων, εἰ γυνὴ ἀπὸ συνουσίας τίκτειν ἔμελλεν, ὅπερ πᾶσαι αἱ νεάνιδες γυναῖκες ποιοῦσι πλὴν τῶν στειρῶν, ἃς καὶ αὐτὰς βουληθεὶς ὁ θεὸς γεννᾶν ποιῆσαι δυνατός.
しかるに諸君は、この点においてさえも、諸君の長老たちがエジプトの王プトレマイオスのもとで行った解釈を、書き改めようと敢えて試みている。すなわち、聖書はあの長老たちが解釈したようにはなっていない、むしろ『見よ、若い女が胎に持つであろう』となっている、と言うのである。あたかも、女が交わりから子を産むはずであるということが、大いなる事柄を意味しているかのように。しかしそれは、不妊の女たちを除けば、すべての若い女たちが行うことである。神はその不妊の女たちにさえ、お望みになれば子を産ませることがおできになるのに。
Dialogus cum Tryphone Iudaeo 84.4
Ἡ μήτηρ γὰρ τοῦ Σαμουὴλ μὴ τίκτουσα διὰ βουλὴν θεοῦ τέτοκε, καὶ ἡ γυνὴ τοῦ ἁγίου πατριάρχου Ἀβραάμ καὶ Ἐλισάβετ ἡ τὸν βαπτιστὴν Ἰωάννην τεκοῦσα, καὶ ἄλλαι τινὲς ὁμοίως. Ὥστε οὐκ ἀδύνατον ὑπολαμβάνειν δεῖ ὑμᾶς πάντα δύνασθαι τὸν θεὸν ὅσα βούλεται. Καὶ μάλιστα, ἐπειδὴ ἐπεπροφήτευτο μέλλειν γίνεσθται, μὴ παραγράφειν ἢ παρεξηγεῖσθαι τολμᾶτε τὰς προφητείας, ἐπεὶ ἑαυτοὺς μόνους ἀδικήσετε, τὸν δὲ θεὸν οὐ βλάψετε.
サムエルの母は子を産めなかったが、神の御旨によって産んだのであり、聖なる族長アブラハムの妻もそうであった。また洗礼者ヨハネを産んだエリサベトも、他の何人かの女たちも同様であった。したがって、諸君は、神がお望みになることは何であれ不可能であると考えるべきではない。そしてとりわけ、それが起こるであろうと預言されていた以上、諸君は預言を書き改めたり曲げて解釈したりしようと敢えて試みてはならない。そうすれば、諸君は自分自身だけを傷つけることになり、神を損なうことにはならないのだから。