ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput LXXI 第LXXI章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 4 sectiones

Dialogus cum Tryphone Iudaeo 71.1

1

Ἀλλ᾿ οὐχὶ τοῖς διδασκάλοις ὑμῶν πείθομαι, μὴ συντεθειμένοις καλῶς ἐξηγεῖσθαι τὰ ὑπὸ τῶν παρὰ Πτολεμαίῳ τῷ Αἰγυπτίων γενομένῳ βασιλεῖ ἑβδομήκοντα πρεσβυτέρων, ἀλλ᾿ αὐτοὶ ἐξηγεῖσθαι πειρῶνται.

しかし私は、諸君の教師たちには説得されない——彼らは、エジプトの王プトレマイオスのもとにいた七十人の長老たちが正しく釈義したことに同意せず、自分たち自身で釈義しようと試みているのだから。

Dialogus cum Tryphone Iudaeo 71.2

2

Καὶ ὅτι πολλὰς γραφὰς τέλεον περιεῖλον ἀπὸ τῶν ἐξηγήσεων τῶν γεγενημένων ὑπὸ τῶν παρὰ Πτολεμαίῳ γεγενημένων, πρεσβυτέρων, ἐξ ὧν διαρρήδην οὗτος αὐτὸς ὁ σταυρωθεὶς ὅτι θεὸς καὶ ἄνθρωπος καὶ σταυρούμενος καὶ ἀποθνήσκων κεκηρυγμένος ἀποδείκνυται, εἰδέναι ὑμᾶς βούλομαι· ἅς, ἐπειδὴ ἀρνεῖσθαι πάντας τοὺς ἀπὸ τοῦ γένους ὑμῶν ἐπίσταμαι, ταῖς τοιαύταις ζητήσεσιν οὐ προσβάλλω, ἀλλ᾿ ἐπὶ τὰς ἐκ τῶν ὁμολογουμένων ἔτι παρ᾿ ὑμῖν τὰς ζητήσεις ποιεῖν ἔρχομαι.

また、彼らが、プトレマイオスのもとにいた長老たちによってなされた釈義から、多くの聖書を完全に取り除いたこと——それらの聖句からは、まさにこの十字架につけられた方が、神であり人であり、十字架につけられ死ぬ者として宣べ伝えられていることが明白に証明されるのだが——を、諸君に知ってもらいたい。しかし、諸君の族に属するすべての者たちがそれらを否定することを私は知っているので、そのような論点には手を触れず、諸君のもとでなお認められている事柄に基づいて論を進めることにする。

Dialogus cum Tryphone Iudaeo 71.3

3

Καὶ γὰρ ὅσας ὑμῖν ἀνήνεγκα ταύτας γνωριζετε, πλὴν ὅτι περὶ τῆς λέξεως, τῆς Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, ἀντείπατε, λέγοντες εἰρῆσθαι· Ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ λήψεται. Καὶ ὑπεσχόμην ἀπόδειξιν ποιήσασθαι οὐκ εἰς Ἐζεκίαν, ὡς ἐδιδάχθητε, τὴν προφητείαν εἰρῆσθαι ἀλλ᾿ εἰς τοῦτον τὸν ἐμὸν Χριστόν· καὶ δὴ τὴν ἀπόδειξιν ποιήσομαι.

実際、私が諸君に持ち出したものは、諸君も承知しているとおりであるが、ただ「見よ、処女が胎に宿すであろう」という語句については、諸君は反論し、「見よ、若い女が胎に宿すであろう」と語られていると言った。そして私は、この預言が、諸君が教えられたようにヒゼキヤについて語られたのではなく、この私のキリストについて語られたのだと証明することを約束した。今こそ、その証明を行おう。

Dialogus cum Tryphone Iudaeo 71.4

4

Καὶ ὁ Τρύφων εἶπε· Πρῶτον ἀξιοῦμεν εἰπεῖν σε ἡμῖν καί τινας ὧν λέγεις τέλεον παραγεγράφθαι γραφῶν.

するとトリュフォンが言った。「まず、お前が完全に削り取られたと言う聖書のうち、いくつかを我々に語ってもらいたい。」