ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput LXXXV 第LXXXV章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 9 sectiones

Dialogus cum Tryphone Iudaeo 85.1

1

Καὶ γὰρ τὴν προφητείαν τὴν λέγουσαν· Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν. καὶ ἐπάρθητε πύλαι αἰώνιοι, ἵνα εἰσέλθῃ ὁ βασιλεὺς τῆς δόξης, ὁμοίως εἰς τὸν Ἐζεκίαν τολμῶσί τινες ἐξ ὑμῶν ἐξηγεῖσθαι εἰρῆσθαι, ἄλλοι δὲ εἰς Σολομῶνα. Οὐ δὲ εἰς τοῦτον οὐδὲ εἰς ἐκεῖνον οὔτε εἰς ἄλλον ἁπλῶς λεγόμενον ὑμῶν βασιλέα δυνατὸν ἀποδειχθῆναι εἰρῆσθαι, εἰς δὲ μόνον τοῦτον τὸν ἡμέτερον Χριστόν, τὸν ἀειδῆ καὶ ἄτιμον φανέντα, ὡς Ἡσαίας ἔφη καὶ Δαυΐδ καὶ πᾶσαι αἱ γραφαί, ὅς ἐστι κύριος τῶν δυνάμεων διὰ τὸ θέλημα τοῦ δόντος αὐτῷ πατρός, ὃς καὶ ἀνέστη ἐκ νεκρῶν καὶ ἀνῆλθεν εἰς τὸν οὐρανόν, ὡς καὶ ὁ ψαλμὸς καὶ αἱ ἄλλαι γραφαὶ ἐδήλουν, καὶ κύριον αὐτὸν τῶν δυνάμεων κατήγγελλον, ὡς καὶ νῦν ἐκ τῶν ὑπ᾿ ὄψιν γινομένων ῥᾷον ὑμᾶς πεισθῆναι, ἐὰν θέλητε.

というのも、『汝らの支配者たちよ、門を上げよ。そして、永遠の門よ、上がれ。栄光の王が入られるために』と語る預言についても、諸君のうちの或る者たちは同じようにヒゼキヤについて言われたと解釈しようと敢えて試み、他の者たちはソロモンについて言われたと解釈しようとする。しかし、この者についてもあの者についても、また単に諸君の言うところの他のいかなる王についても、そう言われたと証明することは不可能であり、ただこの、我々のキリストについてのみ、それが言われたと証明できる。イザヤやダビデ、そしてすべての聖書が語るとおり、彼は姿なく、名誉なき者として現れたが、これを彼にお与えになった父の御旨によって、もろもろの力の主であられる方であり、死者のうちから甦り、天へと昇られた方である。詩篇や他の聖書がこのことを明らかにし、彼をもろもろの力の主として宣べ伝えたとおりである。それは、今、目に見える出来事からも、諸君がその気になれば、いっそう容易く説得されうるであろうとおりである。

Dialogus cum Tryphone Iudaeo 85.2

2

Κατὰ γὰρ τοῦ ὀνόματος αὐτοῦ τούτου τοῦ υἱοῦ τοῦ θεοῦ καὶ πρωτοτόκου πάσης κτίσεως, καὶ διὰ παρθένου γεννηθέντος καὶ παθητοῦ γενομένου ἀνθρώπου, καὶ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου ὑπὸ τοῦ λαοῦ ὑμῶν καὶ ἀποθανόντος, καὶ ἀναστάντος ἐκ νεκρῶν καὶ ἀναβάντος εἰς τὸν οὐρανόν. πᾶν δαιμόνιον ἐξορκιζόμενον νικᾶται καὶ ὑποτάσσεται.

というのは、この方の名によって――神の子であり万物の被造物の初子であり、乙女によって生まれ、受苦する人間となり、諸君の民によってポンティオ・ピラトのもとで十字架につけられて死に、死者のうちから甦って天へと昇られたこの方の名によって――あらゆる悪霊は、その名によって祓われるとき、打ち負かされ、服従させられるからである。

Dialogus cum Tryphone Iudaeo 85.3

3

Ἐὰν δὲ κατὰ παντὸς ὀνόματος τῶν παρ᾿ ὑμῖν γεγενημένων ἢ βασιλέων ἢ δικαίων ἢ προφητῶν ἢ πατριαρχῶν ἐξορκίζητε ὑμεῖς, οὐχ ὑποταγήσεται οὐδὲν τῶν δαιμονίων· ἀλλ᾿ εἰ ἄρα ἐξορκίζοι τις ὑμῶν κατὰ τοῦ θεοῦ Ἀβραὰμ καὶ θεοῦ Ἰσαὰκ καὶ θεοῦ Ἰακώβ, ἴσως ὑποταγήσεται. Ἢδη μέντοι οἱ ἐξ ὑμῶν ἐπορκισταὶ τῇ τέχνῃ, ὥσπερ καὶ τὰ ἔθνη, χρώμενοι ἐξορκίζουσι καὶ θυμιάμασι καὶ καταδέσμοις χρῶνται, εἶπον.

しかし、諸君が、諸君のもとに生まれた誰か――王であれ、正しい者であれ、預言者であれ、族長であれ――の名によって祓おうとしても、いかなる悪霊も服従することはない。ただ、諸君のうちの誰かが、アブラハムの神、イサクの神、ヤコブの神の名によって祓おうとするなら、あるいは服従するかもしれない。もっとも、諸君のうちの祓魔師たちは、すでに、諸国民と同じように、技を用いて祓い、香を焚き、呪縛のわざを用いている、と私は言った。

Dialogus cum Tryphone Iudaeo 85.4

4

Ὅτι δὲ καὶ ἄγγελοι καὶ δυνάμεις εἰσίν, οἷς ὁ λόγος ὁ τῆς προφητείας τῆς διὰ Δαυΐδ ἐπᾶραι τὰς πύλας, ἵνα εἰσέλθῃ οὗτος ὁ ἐκ νεκρῶν ἀναστὰς κύριος τῶν δυνάμεων κατὰ τὸ θέλημα τοῦ πατρός, Ἰησους Χριστός, ὁ λόγος τοῦ Δαυῒδ ὁμοίως ἀπέδειξεν, οὗ καὶ πάλιν ἐπιμνησθήσομαι διὰ τούτους τοὺς μὴ καὶ χθὲς συνόντας ἡμῖν, δι᾿ οὓς καὶ πολλὰ τῶν χθὲς εἰρημένων ἐπὶ κεφαλαίων λέγω.

また、天使たちと諸々の力とがあり、それらに向かって、ダビデを通しての預言の言葉が、門を上げよ、死者のうちから甦り、父の御旨にしたがってもろもろの力の主であられるこの方、イエス・キリストが入られるために、と命じていることも、ダビデの言葉が同様に示している。私はそれについても、昨日我々と共にいなかったこれらの人々のために、再び触れることにしよう。彼らのために、私は昨日語られたことの多くを、要点をかいつまんで語るのである。

Dialogus cum Tryphone Iudaeo 85.5

5

Καὶ νῦν πρὸς ὑμᾶς ἐὰν τοῦτο λέγω, εἰ καὶ ἐταυτολόγησα πολλάκις, οὐκ ἄτοπον εἰπεῖν ἐπίσταμαι· γελοῖον μὲν γὰρ πρᾶγμά ἐστιν, ὁρᾶν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τὰ ἄλλα ἄστρα τὴν αὐτὴν ὁδὸν ἀεὶ καὶ τὰς τροπὰς τῶν ὡρῶν ποιεῖσθαι, καὶ τὸν ψηφιστικὸν ἄνδρα, εἰ ἐξετάζοιτο τὰ δὶς δύο πόσα ἐστί, διὰ τὸ πολλάκις εἰρηκέναι ὅτι τέσσαρα, οὐ παύσεσθαι τοῦ πάλιν λέγειν ὅτι τέσσαρα, καὶ τὰ ἄλλα ὁμοίως ὅσα παγίως ὁμολογεῖται ἀεὶ ὡσαύτως λέγεσθαι καὶ ὁμολογεῖσθαι, τὸν δὲ ἀπὸ τῶν γραφῶν τῶν προφητικῶν ὁμιλίας ποιούμενον ἐᾶν καὶ μὴ τὰς αὐτὰς ἀεὶ λέγειν γραφάς, ἀλλ᾿ ἡγεῖσθαι ἑαυτὸν βέλτιον τῆς γραφῆς γεννήσαντα εἰπεῖν.

そして今、私が諸君に対してこのことを語るとしても、たとえ何度も同じことを繰り返して言ったとしても、それを述べることが場違いだとは私は思わない。太陽や月やその他の星が常に同じ道を通り、季節の巡りをなすのを見るのは、また計算をする者が、二かける二がいくつかと問われるたびに、すでに何度も四であると言ったからといって、また四であると言うのをやめないのを見るのは、滑稽なことに思われるであろう。他のことについても同様に、常に同じように語られ、認められると固く認められていることは皆そうであるのに、預言の聖書から語りかけを行う者だけが、それを差し控えて、いつも同じ聖書を語らないようにし、むしろ、自分の方が聖書よりも良いものを生み出して語れると考える、というのでは筋が通らないからである。

Dialogus cum Tryphone Iudaeo 85.6

6

Ἔστιν οὖν ὁ λόγος, δι᾿ οὗ ἐσήμανα τὸν θεὸν δηλοῦν ὅτι καὶ ἄγγελοί εἰσιν ἐν οὐρανῷ καὶ δυνάμεις, οὗτος· Αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις· αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἵ δυνάμεις αὐτοῦ. Καὶ Μνασέας δέ τις ὀνόματι τῶν συνελθόντων αὐτοῖς τῇ δευτέρᾳ ἡμέρᾳ εἷπε· Καὶ ἡμεῖς χαίρομεν πάλιν πειρωμένου σου τὰ αὐτὰ λέγειν δι᾿ ἡμᾶς.

そこで、天には天使たちも諸々の力もあることを神が示しておられると私が示したその言葉とは、これである。『天から主を賛美せよ、いと高きところにおいて主を賛美せよ。主のすべての天使たちよ、主を賛美せよ。主のすべての力よ、主を賛美せよ。』すると、二日目に彼らと共に来た者たちのうちの、ムナセアスという名の一人が言った。「我々もまた、お前が我々のために同じことを再び語ろうと努めてくれることを喜んでいる。」

Dialogus cum Tryphone Iudaeo 85.7

7

Κἀγὼ εἶπον· Ἀκούσατε, φίλοι, τίνι γραφῃ πειθόμενος ταῦτα πράττω. Ἰησοῦς ἐκέλευσεν ἀγαπᾶν καὶ τοὺς ἐχθρούς, ὅπερ καὶ διὰ Ἡσαίου ἐκεκήρυκτο διὰ πλειόνων, ἐν οἷς καὶ τὸ μυστήριον τῆς πάλιν γενέσεως ἡμῶν, καὶ ἁπλῶς πάντων τῶν τὸν Χριστὸν ἐν Ἱερουσαλὴμ φανήσεσθαι προσδοκώντων κα δι᾿ ἔργων εὐαρεστεῖν αὐτῷ σπουδαζόντων.

そこで私は言った。「友よ、聞くがよい、私がどの聖書に従ってこのことを行っているかを。イエスは敵をも愛するようにと命じられたが、それはイザヤを通しても、多くの言葉によって前もって告げられていたことである。その中には、我々の再びの誕生の奥義も、また、単に、キリストがエルサレムに現れることを期待し、行いによって彼に喜ばれようと努めるすべての者たちの奥義も含まれている。」

Dialogus cum Tryphone Iudaeo 85.8

8

Εἰσὶ δὲ οἱ διὰ Ἡσαΐου λόγοι οὗτοι· Ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸ ῥῆμα αὐτοῦ. Εἴπατε· ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις τὸ ὄνομα κυρίου δοξασθῆναι. Ὤφθη ἐν τῇ εὐφροσύνῃ αὐτῶν, κἀκεῖνοι αἰσχυνθήσονται. Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ λαοῦ, φωνὴ κυρίου ἀποδιδόντος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. Πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, καὶ πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέτεκεν ἄρσεν.

イザヤを通しての言葉とはこうである。『主の言葉におののく者たちよ、主の言葉を聞け。汝らを憎み忌み嫌う者たちに、主の名が栄光を受けるようにと、「我々の兄弟よ」と言え。彼は彼らの喜びのうちに現れたが、彼らは恥を受けるであろう。都からの叫び声、民の声、高ぶる者たちに報復を返される主の声。産みの女が産む前に、また産みの苦しみが来る前に、彼女は男の子を産んだ。』

Dialogus cum Tryphone Iudaeo 85.9

9

Τίς ἤκουσε τοιοῦτον, καὶ τίς ἑώρακεν οὕτως, εἰ ὤδίνεν ἡ γῆ ἐν μιᾷ ἡμέρᾳ, εἰ δὲ καὶ τέκοι ἔθνος εἰς ἅπαξ, ὅτι ὤδινε καὶ ἔτεκε Σιὼν τὰ παιδία αὐτῆς; Ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην καὶ οὐ γεννώσῃ, εἶπε κύριος. ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στεῖραν ἐποίησα, λέγει κύριος. Εὐφράνθητι Ἱερουσαλήμ, καὶ πανηγορίσατε πάντες οἱ ἀγαπῶντες αὐτήν· χαίρετε πάντες ὅσοι πενθεῖτε ἐπ᾿ αὐτήν, ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μασθοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτοῦ.

『誰がこのようなことを聞いたことがあろうか、誰がこのように見たことがあろうか。地が一日で産みの苦しみをするとは。あるいは、一つの国民が一度に生まれるとは。まことに、シオンは産みの苦しみをして、その子らを産んだのだ。私はこの望みを与えたのに、お前は産まないのか、と主は言われた。見よ、私は産む者をも不妊の女をも造った、と主は言われる。エルサレムよ、喜べ。彼女を愛するすべての者たちよ、共に祝え。彼女のために嘆くすべての者たちよ、喜べ。それは、汝らが乳を飲み、彼女の慰めの乳房から満たされるためであり、乳を飲みおえて、その栄光の入りより喜びを得るためである。』