ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput CXXIX 第CXXIX章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 4 sectiones

Dialogus cum Tryphone Iudaeo 129.1

1

Καὶ νῦν δὲ ἔτι καὶ οὕς εἶπον λόγους εἰς ἀπόδειξιν τούτου ἐρῶ. Ὅταν λέγῃ· Ἔβρεξε κύριος πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ, δύο ὄντας ἀριθμῷ μηνύει ὁ λόγος ὁ προφητικός, τὸν μὲν ἐπὶ γῆς ὄντα, ὅς φησι καταβεβηκέναι ἰδεῖν τὴν κραυγὴν Σοδόμων, τὸν δὲ ἐν τοῖς οὐρανοῖς ὑπάρχοντα, ὅς καὶ τοῦ ἐπὶ γῆς κυρίου κύριός ἐστιν, ὡς πατὴρ καὶ θεός, αἴτιός τε αὐτῷ τοῦ εἶναι καὶ δυνατῷ καὶ κυρίῳ καὶ θεῷ.

「そして今なお、私が述べた言葉を、この証明のために語ろう。『主は主のもとから、天から、火を降らせた』と語られる時、預言の言葉は、数において二人であることを示している。一人は地上にいる方であり、この方はソドムの叫びを見るために下って来たと言われる。もう一人は天にいます方であり、この方は地上の主に対しても、父にして神として主であり、地上の主が力ある者、主、神であることの原因となる方である。」

Dialogus cum Tryphone Iudaeo 129.2

2

Καὶ πάλιν ὅταν λέγῃ ὁ λόγος εἰρηκέναι τὸν θεὸν ἐν ἀρχῇ· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τόδε, Ὡς εἷς ἐξ ἡμῶν, καὶ αὐτὸ ἀριθμοῦ δηλωτικόν ἐστιν, ἀλλ᾿ οὐ τροπολογίαν χωροῦσιν οἱ λόγοι, ὡς ἐξηγεῖσθαι ἐπιχειροῦσιν οἱ σοφισταὶ καὶ μηδὲ λέγειν τὴν ἀλήθειαν μηδὲ νοεῖν δυνάμενοι.

「そしてまた、言葉が、はじめに神がこう語ったと言う時——『見よ、アダムは我々のうちの一人のようになった』——この『我々のうちの一人のように』という言い方もまた、数を示すものである。詭弁家たちが解き明かそうと試みるような比喩的な言い回しをこれらの言葉は容れないのであって、彼らは真理を語ることも理解することもできない者たちである。」

Dialogus cum Tryphone Iudaeo 129.3

3

Καὶ ἐν τῇ Σοφίᾳ εἴρηται· Ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ᾿ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι καὶ πρὸ τοῦ προελθεῖν τὰς πηγάς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.

「そして『知恵の書』にはこう語られている。『もし私が日々起こることを汝らに告げるなら、私は永遠からのことを数え上げて記憶するであろう。主は、その業のために、その道の初めとして私を造った。世の前に、初めに、地を造る前に、深淵を造る前に、水の源が湧き出る前に、山々が据えられる前に、〔主は〕私を基礎づけた。すべての丘に先立って、〔主は〕私を生む。』」

Dialogus cum Tryphone Iudaeo 129.4

4

Καὶ εἰπὼν ταῦτα ἐπήγαγον· Νοεῖτε, ὦ ἀκροαταί, εἴ γε καὶ τὸν νοῦν προσέχετε· καὶ ὅτι γεγεννῆσθαι ὑπὸ τοῦ πατρὸς τοῦτο τὸ γέννημα πρὸ πάντων ἁπλῶς τῶν κτισμάτων ὁ λόγος ἐδήλου, καὶ τὸ γεννώμενον τοῦ γεννῶντος ἀριθμῷ ἕτερόν ἐστι, πᾶς ὁστισοῦν ὁμολογήσειε.

そしてこう言ってから、私は言い添えた。「聞く者たちよ、もし諸君が精神を向けているならば、理解せよ。この生まれた者が、単純にすべての被造物に先立って父によって生み出されたことを言葉が示していたことも、また生まれる者が生む者とは数において別のものであることも、誰であれ認めるであろう。」