Dialogus cum Tryphone Iudaeo 20.1
Καὶ γὰρ βρωμάτων τινῶν ἀπέχεσθαι προσέταξεν ὑμῖν, ἵνα καὶ ἐν τῷ ἐσθίειν καὶ πίνειν πρὸ ὀφθαλμῶν ἔχητε τὸν θεόν, εὐκατάφοροι ὄντες καὶ εὐχερεῖς πρὸς τὸ ἀφίστασθαι τῆς γνώσεως αὐτοῦ, ὡς καὶ Μωσῆς φησιν· Ἔφαγε καὶ ἔπιεν ὁ λαὸς καὶ ἀνέστη τοῦ παίζειν. Καὶ πάλιν· Ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἐλιπάνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος· ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἐγκατέλιπε θεὸν τὸν ποιήσαντα αὐτόν. Τῷ γὰρ Νῶε ὅτι συγκεχώρητο ὑπὸ τοῦ θεοῦ, δικαίῳ ὄντι, πᾶν ἔμψυχον ἐσθίειν πλὴν κρέας ἐν αἵματι, ὅπερ ἐστὶ νεκριμαῖον, διὰ Μωσέως ἀνιστορήθη ὑμῖν ἐν τῇ βίβλῳ τῆς Γενέσεως.
「というのも、神は諸君に、ある食物を控えるよう命じたが、それは食べたり飲んだりするときにも神を目の前に置くためであった。諸君は傾きやすく、神の知識から離れやすい者だからである。モーセもこう言うとおりである。『民は食べ、飲み、そして戯れに立ち上がった。』また再び、『ヤコブは食べて満ち足り、肥え太り、愛される者は蹴った。肥え太り、太り、広がり、自分を造った神を見捨てた。』ノアについては、彼が正しい者であったので、血を含んだ肉――すなわち死んだ動物の肉――を除くすべての生き物を食べることを神から許されたと、モーセを通して創世記の書の中で諸君に語り伝えられている。」
Dialogus cum Tryphone Iudaeo 20.2
Καὶ βουλομένου αὐτοῦ εἰπεὶν Ὡς λάχανα χόρτου, προεῖπον ἐγώ· Τὸ ὡς λάχανα χόρτου τοῦ μὴ ἀκούσεσθε ὡς εἴρηται ὑπὸ τοῦ θεοῦ, ὅτι ὡς τὰ λάχανα εἰς τροφὴν τῳ ἀνθρώπῳ ἐπεποιήκει ὁ θεός, οὕτως καὶ τὰ ζῶα εἰς κρεωφαγίαν ἐδεδώκει; Ἀλλ᾿ ἐπεί τινα τῶν χόρτων οὐκ ἐσθίομεν, οὕτω καὶ διαστολήν ἔκτοτε τῷ Νῶε διεστάλθαι φατέ.
彼が「青草のように」と言おうとした時、私は先んじてこう言った。「『青草のように』というのを、なぜ諸君は神が語ったとおりに聞こうとしないのか。すなわち、神が青草を人間の食物として造ったのと同じ仕方で、動物も肉食のために与えたのだ、ということを。ところが諸君は、我々が草のうちのあるものを食べないのと同じように、そのときからノアに対しても区別が定められたのだ、と言う。」
Dialogus cum Tryphone Iudaeo 20.3
Οὐκ ὡς ἐξηγεῖσθε πιστευτέον. Πρῶτον μὲν γὰρ ὅτι πᾶν λάχανον χόρτου ἔστι καὶ βιβρώσκεσθαι δυνάμενος λέγειν καὶ κρατύνειν, οὐκ ἐν τούτῳ ἀσχοληθήσομαι. Ἀλλὰ εἰ καὶ τὰ λάχανα τοῦ χόρτου διακρίνομεν, μὴ πάντα ἐσθίοντες, οὐ διὰ τὸ εἶναι αὐτὰ κοινὰ ἢ ἀκάθαρτα οὐκ ἐσθίομεν, ἀλλ᾿ ἢ διὰ τὸ πικρὰ ἢ θανάσιμα ἢ ἀκανθώδη· τῶν δὲ γλυκέων πάντων καὶ τροφιμωτάτων καὶ καλλίστων, θαλασσίων τε καὶ χερσαίων, ἐφιέμεθα καὶ μετέχομεν.
「諸君が説くとおりに信じてはならない。まず、あらゆる菜が草に属し、食べうるものだと言い張ることは私にもできるが、そこには関わらないでおく。しかし、我々が草のうちの菜を区別し、すべてを食べるわけではないとしても、それは、それらが俗なるもの、あるいは汚れたものであるからではなく、苦い、あるいは死をもたらす、あるいは棘があるからそうしないのである。むしろ、甘美で最も滋養に富み、最も良いものは、海のものも陸のものも、我々はそれを求め、あずかっている。」
Dialogus cum Tryphone Iudaeo 20.4
Οὕτω καὶ τῶν ἀκαθάρτων καὶ ἀδίκων καὶ παρανόμων ἀπέχεσθαι ὑμᾶς ἐκέλευσεν ὁ θεὸς διὰ Μωσέως, ἐπειδὴ καὶ τὸ μάννα ἐσθίοντες ἐν τῇ ἐρήμῳ καὶ τὰ θαυμάσια πάντα ὁρῶντες ὑμῖν ὑπὸ τοῦ θεοῦ γινόμενα, μόσχον τὸν χρύσεον ποιήσαντες προσεκυνεῖτε. Ὥστε δικαίως ἀεὶ βοᾷ· Υἱοὶ ἀσύνετοι, οὐκ ἔστι πίστις ἐν αὐτοῖς.
「同様に、神はモーセを通して、汚れたもの、不義なもの、不法なものから離れるよう諸君に命じた。それは、荒野でマンナを食べ、神が諸君のために行ったあらゆる奇跡を目にしながらも、諸君が金の子牛を造って拝んだからである。それゆえ神は正当にもいつも叫ぶのだ。『彼らは分別なき子ら、そのうちに信はない。』」