ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput XCIII 第XCIII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 5 sectiones

Dialogus cum Tryphone Iudaeo 93.1

1

Τὰ γὰρ ἀεὶ καὶ δι᾿ ὅλου δίκαια καὶ πᾶσαν δικαιοσύνην παρέχει ἐν παντὶ γένει ἀνθρώπων, καὶ ἔστι πᾶν γένος γνωρίζον ὅτι μοιχεία κακὸν καὶ πορνεία καὶ ἀνδροφονία καὶ ὅσα ἄλλα τοιαῦτα. Κἂν πάντες πράττωσιν αὐτά, ἀλλ᾿ οὖν γε τοῦ ἐπίστασθαι ἀδικοῦντες, ὅταν πράττωσι ταῦτα, οὐκ ἀπηλλαγμένοι εἰσί, πλὴν ὅσοι ὑπὸ ἀκαθάρτου πνεύματος ἐμπεφορημένοι καὶ ἀνατροφῆς καὶ ἐθῶν φαύλων καὶ νόμων πονηρῶν διαφθαρέντες τὰς φυσικὰς ἐννοίας ἀπώλεσαν, μᾶλλον δὲ ἔσβεσαν ἢ ἐπεσχημένας ἔχουσιν.

実に、常に、また全面的に正しいことも、あらゆる正義も、あらゆる人間の族に与えられている。そしてどの族も、姦淫は悪であり、淫行も、殺人も、その他これに類することもみな悪であると知っている。たとえすべての者がこれを行うとしても、行うときに不正を働いていると知っている点では免れない。ただし、汚れた霊に満たされ、悪しき養育と悪しき習慣と邪悪な法とによって腐敗し、生まれながらの観念を失った者――というよりむしろこれを消し去ったか、あるいは抑え込んでいる者――は別である。

Dialogus cum Tryphone Iudaeo 93.2

2

Ἰδεῖν γὰρ ἔστι καὶ τοὺς τοιούτους μὴ τὰ αὐτὰ παθεῖν βουλομένους ἅπερ αὐτοὶ τοὺς ἄλλους διατιθέασι. καὶ ἐν συνειδήσεσιν ἐχθραῖς ταῦτα ὀνειδίζοντας ἀλλήλοις ἅπερ ἐργάζονται. Ὅθεν μοι δοκεῖ καλῶς εἰρῆσθαι ὑπὸ τοῦ ἡμετέρου κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ, ἐν δυσὶν ἐντολαῖς πᾶσαν δικαιοσύνην καὶ εὐσέβειαν πληροῦσθαι· εἰσὶ δὲ αὗται· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. Ὁ γὰρ ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ἰσχύος ἀγαπῶν τὸν θεόν, πλήρης θεοσεβοῦς γνώμης ὑπάρχων, οὐδένα ἄλλον τιμήσει θεόν· καὶ ἄγγελον ἐκεῖνον ἂν τιμήσει θεοῦ βουλομένου, τὸν ἀγαπώμενον ὑπ᾿ αὐτοῦ τοῦ κυρίου καὶ θεοῦ. Καὶ ὁ τὸν πλησίον ὡς ἑαυτὸν ἀγαπῶν. ἅπερ ἑαυτῷ βούλεται ἀγαθά, κἀκείνῳ βουλήσεται· οὐδεὶς δὲ ἑαυτῷ κακὰ βουλήσεται.

実際、そうした者たちでさえ、自分が他人に対して行っていることと同じことを自分の身に受けたいとは望んでいないのを見ることができる。また互いに敵意ある良心において、自分たちが行っていることを互いに責め合っているのを見ることができる。それゆえ、我々の主にして救い主なるイエス・キリストによって、二つの戒めにおいてあらゆる正義と敬虔が満たされる、とうまく言われているように私には思われる。その戒めとは、「お前は、心を尽くし力を尽くして、主なるお前の神を愛せよ、そして隣人をお前自身のように愛せよ」というものである。心を尽くし力を尽くして神を愛する者は、神を敬う思いに満たされているのだから、他のいかなる神も敬うことはないであろう。ただ、神が望むならば、主にして神ご自身に愛されているかの御使いを敬うことはあるだろう。また、隣人を自分自身のように愛する者は、自分にとって善いことを望むのと同じことを、その人にも望むであろう。誰も自分にとって悪いことを望みはしないのだから。

Dialogus cum Tryphone Iudaeo 93.3

3

Ταὐτ᾿ οὖν τῷ πλησίον καὶ εὔξαιτ᾿ ἄν καὶ ἐργάσαιτο γενέσθαι, ἅπερ καὶ ἑαυτῷ, ὁ τὸν πλησίον ἀγαπῶν· πλησίον δὲ ἀνθρώπου οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ὁμοιοπαθὲς καὶ λογικὸν ζῶον, ὁ ἄνθρωπος. Διχῇ οὖν τῆς πάσης δικαιοσύνης τετμημένης, πρός τε θεὸν καὶ ἀνθρώπους, ὅστις, φησὶν ὁ λόγος, ἀγαπᾷ κύριον τὸν θεὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸν πλησίον ὡς ἑαυτόν, δίκαιος ἀληθῶς ἂν εἴη.

それゆえ、隣人を愛する者は、自分自身のために望み、行うのと同じことを、隣人のためにも望み、行うであろう。人間にとっての隣人とは、同じ感情を持つ理性的な生き物、すなわち人間にほかならない。かくして、あらゆる正義は神に対するものと人間に対するものとの二つに分かたれているので、この言葉が語るとおり、心を尽くし力を尽くして主なる神を愛し、また隣人を自分自身のように愛する者は、真に正しい者であろう。

Dialogus cum Tryphone Iudaeo 93.4

4

Ὑμεῖς δὲ οὔτε πρὸς θεὸν οὔτε πρὸς τοὺς προφήτας οὔτε πρὸς ἑαυτοὺς φιλίαν ἢ ἀγάπην ἔχοντες οὐδέποτε ἐδείχθητε, ἀλλ᾿, ὡς δείκνυται, καὶ εἰδωλολάτραι πάντοτε καὶ φονεῖς τῶν δικαίων εὑρίσκεσθε, ὡς καὶ μέχρις αὐτοῦ τοῦ Χριστοῦ τὰς χεῖρας ἐπιβαλεῖν ὑμᾶς καὶ μέχρι νῦν ἐπιμένειν τῇ κακίᾳ ὑμῶν, καταρωμένους καὶ τῶν τοῦτον τὸν ἐσταυρωμένον ὐφ᾿ ὑμῶν ἀποδεικνύντων εἶναι τὸν Χριστόν· καὶ πρὸς τούτοις ἐκεῖνον μὲν ὡς ἐχθρὸν θεοῦ καὶ κατηραμένον ἀξιοῦτε ἀποδεικνύναι ἐσταυρῶσθαι, ὅπερ τῆς ἀλογίστου ὑμῶν γνώμης ἔργον ἐστίν.

しかし諸君は、神に対しても預言者たちに対しても、また互いに対しても、友愛あるいは愛を持っていることを、これまで一度も示したことがない。むしろ、示されているとおり、諸君はつねに偶像礼拝者であり、正しい者たちを殺す者たちであることが分かる。それゆえキリストご自身にまで手を下し、今なお諸君の悪意にとどまり、諸君によって十字架にかけられたこのお方こそキリストであると証しする者たちを呪っているのである。そのうえ諸君は、かのお方を神の敵であり呪われた者として、十字架にかけられたことを証明しようとしている。これは諸君の分別なき考えの仕業である。

Dialogus cum Tryphone Iudaeo 93.5

5

Ἔχοντες γὰρ ἀφορμὰς ἀπὸ τῶν γενομένων σημείων διὰ Μωσέως συνιέναι ὅτι οὗτός ἐστιν, οὐ βούλεσθε, ἀλλὰ καὶ πρὸς τούτοις, ἡμᾶς ἀλογεῖν δύνασθαι ὑπολαμβάνοντες, συζητεῖτε ὅπερ ὑμῖν συμβαίνει, καὶ ὑμεῖς ἀπορεῖτε λόγων, ὅταν εὐτόνῳ τινὶ Χριστιανῷ συμβάλητε.

実際、諸君はモーセを通してなされたしるしから、このお方がそれであると理解する手がかりを持っていながら、それを望まない。そのうえ、我々が道理をわきまえられないと思い込んで、論争を仕掛けるが、それは諸君自身に降りかかることになる。すなわち、力強いキリスト教徒に出会うと、諸君のほうが言葉に窮するのである。