Dialogus cum Tryphone Iudaeo 110.1
Καὶ τελέσας ταῦτα ἐπεῖπον· Καὶ ὅτι οἱ διδάσκαλοι ὑμῶν, ὦ ἄνδρες, τοὺς πάντας λόγους τῆς περικοπῆς ταύτης εἰς τὸν Χριστὸν ὁμολογοῦσιν εἰρῆσθαι, ἐπίσταμαι· καὶ αὐτὸν ὅτι οὐδέπω φασὶν ἐληλυθέναι, καὶ τοῦτο γινώσκω· εἰ δὲ καὶ ἐληλυθέναι λέγουσιν, οὐ γινώσκεται ὅς ἐστιν, ἀλλ᾿ ὅταν ἐμφανὴς καὶ ἔνδοξος γένηται, τότε γνωσθήσεται ὅς ἐστι, φασί.
そしてこれを終えて、私はさらにこう付け加えた。諸君よ、諸君の教師たちが、この一節のすべての言葉がキリストについて語られたものであると認めていることを、私は知っている。またその方がまだ来ていないと彼らが言っていることも、私は知っている。そして、たとえ来たと言うとしても、それが誰であるかは知られておらず、彼が明らかに、栄光をもって現れるときになって初めて、それが誰であるかが知られるであろう、と彼らは言う。
Dialogus cum Tryphone Iudaeo 110.2
Καὶ τότε τὰ εἰρημένα ἐν τῇ περικοπῇ ταύτῃ φασὶν ἀποβήσεσθαι, ὡς μηδενὸς μηδέπω καρποῦ ἀπὸ τῶν λόγων τῆς προφητείας γενομένου· ἀλόγιστοι, μὴ συνιέντες, ὅπερ διὰ πάντων τῶν λόγων ἀποδέδεικται, ὅτι δύο παρουσίαι αὐτοῦ κατηγγελμέναι εἰσί· μία μέν, ἐν ᾗ παθητὸς καὶ ἄδοξος καὶ ἄτιμος καὶ σταυρούμενος κεκήρυκται, ἡ δὲ δευτέρα, ἐν ᾗ μετὰ δόξης ἀπὸ τῶν οὐρανῶν παρέσται, ὅταν καὶ ὁ τῆς ἀποστασίας ἄνθρωπος, ὁ καὶ εἰς τὸν ὕψιστον ἔξαλλα λαλῶν, ἐπὶ τῆς γῆς ἄνομα τολμήσῃ εἰς ἡμᾶς τοὺς Χριστιανούς, οἵτινες, ἀπὸ τοῦ νόμου καὶ τοῦ λόγου τοῦ ἐξελθόντος ἀπὸ Ἱερουσαλὴμ διὰ τῶν τοῦ Ἰησοῦ ἀποστόλων τὴν θεοσέβειαν ἐπιγνόντες, ἐπὶ τὸν θεὸν Ἰακὼβ καὶ θεὸν Ἰσραὴλ κατεφύγομεν·
そしてそのときになって初めて、この一節に言われていることが実現するであろうと、彼らは言う。あたかも、預言の言葉から今なお何の実りも生じていないかのようにである。彼らは分別を欠き、あらゆる言葉を通して示されていること、すなわち、彼の来臨が二度告げられていることを理解していないのである。一つは、彼が苦しみを受け、栄光もなく、辱められ、十字架にかけられる者として宣べ伝えられているものであり、もう一つは、彼が栄光とともに天から来られるであろうというもので、それは、いと高き方に向かって不遜な言葉を語る、あの背教の人間が、地上において我々キリスト教徒に対して不法な仕業を企てるときのことである。我々は、エルサレムから、イエスの使徒たちを通して出て行った律法と言葉によって、神への畏敬を認め、ヤコブの神、イスラエルの神のもとに逃れ込んだ者たちである。
Dialogus cum Tryphone Iudaeo 110.3
καὶ οἱ πολέμου καὶ ἀλληλοφονίας καὶ πάσης κακίας μεμεστωμένοι ἀπὸ πάσης τῆς γῆς τὰ πολεμικὰ ὄργανα ἕκαστος, τὰς μαχαίρας εἰς ἄροτρα καὶ τὰς ζιβύνας εἰς γεωργικά, μετεβάλομεν, καὶ γεωργοῦμεν εὐσέβειαν, δικαιοσύνην, φιλανθρωπίαν, πίστιν, ἐλπίδα τὴν παρ᾿ αὐτοῦ τοῦ πατρὸς διὰ τοῦ σταυρωθέντος, ὑπὸ τὴν ἄμπελον τὴν ἑαυτοῦ ἕκαστος καθεζόμενοι, τουτέστι μόνῃ τῇ γαμετῇ γυναικὶ ἕκαστος χρώμενοι· ὅτι γὰρ ὁ λόγος ὁ προφητικὸς λέγει· Καὶ ἡ γυνὴ αὐτοῦ ὡς ἄμπελος εὐθηνοῦσα, ἐπίστασθε.
そして、戦いと互いの殺し合いとあらゆる悪に満ちていた我々は、全地にわたっておのおの、戦いの道具を、すなわち剣を鋤に、槍を農具に打ち直し、敬虔、正義、人間愛、信仰、そして十字架にかけられた方を通して父ご自身から来る希望を耕している。それぞれ自分のぶどうの木の下に座り、すなわちおのおの自分の妻とだけ交わりながらである。実に、預言の言葉が「彼の妻は繁茂するぶどうの木のようである」と言っていることを、諸君は知っている。
Dialogus cum Tryphone Iudaeo 110.4
Καὶ ὅτι οὐκ ἔστιν ὁ ἐκφοβῶν καὶ δουλαγωγῶν ἡμᾶς, τοὺς ἐπὶ τὸν Ἰησοῦν πεπιστευκότας κατὰ πᾶσαν τὴν γῆν, φανερόν ἐστι. Κεφαλοτομούμενοι γὰρ καὶ σταυρούμενοι καὶ θηρίοις παραβαλλόμενοι καὶ δεσμοῖς καὶ πυρὶ καὶ πάσαις ταῖς ἄλλαις βασάνοις ὅτι οὐκ ἀφιστάμεθα τῆς ὁμολογίας, δῆλόν ἐστιν, ἀλλ᾿, ὅσῳπερ ἂν τοιαῦτά τινα γίνηται, τοσούτῳ μᾶλλον ἄλλον ἄλλοι πλείονες πιστοὶ καὶ θεοσεβεῖς διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ γίνονται. Ὁποῖον ἐὰν ἀμπέλου τις ἐκτέμῃ τὰ καρποφορήσαντα μέρη, εἰς τὸ ἀναβλαστῆσαι ἑτέρους κλάδους καὶ εὐθαλεῖς καὶ καρποφόρους ἀναδίδωσι, τὸν αὐτὸν τρόπον καὶ ἐφ᾿ ἡμῶν γίνεται· ἡ γὰρ φυ-τευθεῖσα ὑπὸ τοῦ θεοῦ ἄμπελος καὶ σωτῆρος Χριστοῦ ὁ λαὸς αὐτοῦ ἐστι.
そして、全地にわたってイエスを信じてきた我々を、脅かし、隷属させる者がいないことは明らかである。実に、我々は首を刎ねられ、十字架にかけられ、獣に投げ与えられ、鎖につながれ、火にかけられ、その他あらゆる拷問にかけられても、告白から離れ去ることのないことは明白である。むしろ、そのようなことが起これば起こるほど、それだけますます多くの他の者たちが、次々とイエスの名によって信じる者、神を敬う者となるのである。ちょうど、誰かがぶどうの木の実を結んだ部分を切り取ると、他の枝が芽吹いて、よく茂り実を結ぶようになるのと同じ仕方で、我々の身にも起こるのである。実に、神と救い主キリストとによって植えられたぶどうの木とは、彼の民のことなのである。
Dialogus cum Tryphone Iudaeo 110.5
Τὰ δὲ λοιπὰ τῆς προφητείας ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ ἀποβήσεται. Τὴν γὰρ ἐκτεθλιμμένην καὶ ἐξωσμένην, τουτέστιν ἀπὸ τοῦ κόσμου, ὄσον ἐφ᾿ ὑμῖν καὶ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις, οὐ μόνον ἀπὸ τῶν κτημάτων τῶν ἰδίων ἕκαστος τῶν Χριστιανῶν ἐκβέβληται ἀλλὰ καὶ τοῦ κόσμου παντός, ζῆν μηδενὶ Χριστιανῷ συγχωροῦντες.
しかし、預言の残りの部分は、彼の第二の来臨において実現するであろう。実に、圧迫され、追いやられた者――すなわち世から追いやられた者――について言えば、諸君や、その他すべての人間に関するかぎり、キリスト教徒の各々は、自分の所有物から追い出されているだけでなく、世界全体からも追い出されているのである。諸君が、そしてその他すべての人間が、いかなるキリスト教徒にも生きることを許さないからである。
Dialogus cum Tryphone Iudaeo 110.6
Ὑμεῖς δὲ ἐπὶ τὸν λαὸν ὑμῶν συμβεβηκέναι τοῦτό φατε. Εἰ δὲ ἐξεβλήθητε πολεμηθέντες, δικαίως μὲν ὑμεῖς ταῦτα πεπόνθατε, ὡς αἱ γραφαὶ πᾶσαι μαρτυροῦσιν· ἡμεῖς δέ, οὐδὲν τοιοῦτον πράξαντες μετὰ τὸ ἐπιγνῶναι τὴν ἀλήθειαν τοῦ θεοῦ, μαρτυρούμεθα ὑπὸ τοῦ θεοῦ, σὺν τῷ δικαιοτάτῳ καὶ μόνῳ ἀσπίλῳ καὶ ἀναμαρτήτῳ Χριστῷ ὅτι ἀπὸ γῆς αἰρόμεθα. Βοᾷ γὰρ Ἡσαΐας· Ἰδοὺ ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ· καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ.
しかし諸君は、これが自分たちの民の身に起こったことだと言う。もし諸君が、戦いを受けて追い出されたのであれば、諸君はこれを正当に被ったのである。あらゆる聖書がそのことを証ししているとおりである。しかし我々は、神の真理を認識したのちには、そのようなことは何一つ行っていないのに、いと正しく、ただひとり汚れなく罪なきキリストとともに、地上から取り去られていることを、神ご自身によって証しされている。実にイザヤはこう叫んでいる。「見よ、正しい者はこのように滅び、心にとめる者は誰もいない。正しい人々は取り去られるが、これを悟る者は誰もいない。」