Dialogus cum Tryphone Iudaeo 68.1
Καὶ ὁ Τρύφων· Ἄπιστον γὰρ καὶ ἀδύνατον σχεδὸν πρᾶγμα ἐπιχειρεῖς ἀποδεικνύναι, ὅτι θεὸς ὑπέμεινε γεννηθῆναι καὶ ἄνθρωπος γενέσθαι. Εἰ τοῦτο, ἔφην, ἀπ᾿ ἀνθρωπείοις διδάγμασιν ἢ ἐπιχειρήμασιν ἐπεβαλόμην ἀποδεικνύναι, ἀνασχέσθαι μου οὐκ ἂν ἔδει ὑμᾶς· εἰ δὲ γραφὰς καὶ εἰς τοῦτο εἰρημένας τοσαύτας, πλειστάκις αὐτὰς λέγων. ἀξιῶ ὑμᾶς ἐπιγνῶναι αὐτάς, σκληροκάρδιοι πρὸς τὸ γνῶναι νοῦν καὶ θέλημα τοῦ θεοῦ γίνεσθε. Εἰ δὲ βουλεσθε τοιοῦτοι ἀεὶ μένειν, ἐγὼ μὲν οὐδὲν ἂν βλαβείην· τὰ δὲ αὐτὰ ἀεὶ ἔχων, ἃ καὶ πρὸ τοῦ συμβαλεῖν ὑμῖν εἶχον, ἀπαλλάξομαι ὑμῶν.
するとトリュフォンが言った。「お前が証明しようとしているのは、ほとんど信じがたく不可能なことである——神が生まれることを耐え忍び、人となられたということを。」私は言った。「もし私がこれを、人間の教えや議論によって証明しようと試みたのであれば、諸君は私を容認する必要はなかったであろう。しかし、これについて語られたこれほど多くの聖書を、何度も繰り返し述べながら求めているのだから、諸君にはそれを理解してもらいたい。諸君は神の御心と御旨を知ろうとすることに対して、心を頑なにしている。もし諸君が、いつまでもそのようであり続けようとするならば、私には何の害もない。私は、諸君と語り合う前から持っていたのと同じものを、いつも変わらず持ちながら、諸君のもとを去るだけである。」
Dialogus cum Tryphone Iudaeo 68.2
Καὶ ὁ Τρύφων· Ὅρα, ὦ φίλε, ἔφη, ὅτι μετὰ πολλοῦ κόπου καὶ καμάτου γέγονέ σοι τὸ κτήσασθαι αὐτά· καὶ ἡμᾶς οὖν, βασανίσαντας πάντα τὰ ἐπιτρέχοντα, συνθέσθαι δεῖ οἷς ἀναγκάζουσιν ἡμᾶς αἱ γραφαί. Κἀγὼ πρὸς ταῦτα· Οὐκ ἀξιῶ, εἶπον, ὑμᾶς μὴ παντὶ τρόπῳ ἀγωνιζομένους τὴν ἐξέτασιν τῶν ζητουμένων ποιεῖσθαι, ἀλλ᾿ ἐκείνοις μὴ πάλιν ἀντιλέγειν, μηδὲν ἔχοντας λέγειν, οἷς ἔφητε συνθέσθαι.
するとトリュフォンが言った。「見よ、友よ、それらをお前が身につけるには多くの労苦と骨折りがあったのだ。それゆえ我々もまた、押し寄せてくるすべてのことを吟味した上で、聖書が我々に強いることに同意しなければならない。」私はこれに対して言った。「私が諸君に求めるのは、あらゆる仕方で問題の吟味を尽くさないことではなく、むしろ、いったん同意すると言ったことに対して、何も言うべきことがないのに再び反論しないことである。」
Dialogus cum Tryphone Iudaeo 68.3
Καὶ ὁ Τρύφων ἔφη· Τοῦτο πειρασόμεθα πράξειν. Πάλιν ἐγὼ ἔφην· Πρὸς τοῖς ἀνηρωτημένοις καὶ νῦν ὑπ᾿ ἐμοῦ πάλιν ἀνερωτήσασθαι ὑμᾶς βούλομαι· διὰ γὰρ τῶν ἀνερωτήσεων τούτων καὶ περαιωθῆναι σὺν τάχει τὸν λόγον ἀγωνιοῦμαι. Καὶ ὁ Τρύφων ἔφη· Ἀνερώτα. Κἀγὼ εἶπον· Μήτι ἄλλον τινὰ προσκυνητὸν καὶ κύριον καὶ θεὸν λεγόμενον ἐν ταῖς γραφαῖς νοεῖτε εἶναι πλὴν τοῦ τοῦτο ποιήσαντος τὸ πᾶν καὶ τοῦ Χριστοῦ, ὃς διὰ τῶν τοσούτων γραφῶν ἀπεδείχθη ὑμῖν ἄνθρωπος γενόμενος;
するとトリュフォンが言った。「それを行うよう努めよう。」私はまた言った。「すでに問うたことに加えて、いま私はさらに諸君に問いたい。これらの問いによって、話を速やかに終えることに努めたいからである。」トリュフォンは言った。「問うがよい。」私は言った。「聖書のうちで礼拝され、主、神と呼ばれる方として、この万物を造られた方とキリスト——これほど多くの聖書によって諸君に対して人となられたことが証明されたキリスト——のほかに、諸君は他の誰かがいると考えているのか。」
Dialogus cum Tryphone Iudaeo 68.4
Καὶ ὁ Τρύφων· Πῶς τοῦτο δυνάμεθα εἷναι ὁμολογῆσαι, ὁπότε, εἰ καὶ ἄλλος τίς ἐστι πλὴν τοῦ πατρὸς μόνου. τὴν τοσαύτην ζήτησιν ἐποιησάμεθα; Κἀγὼ πάλιν· Ἀναγκαῖόν ἐστι καὶ ταῦτα ὑμᾶς ἐρωτῆσαι, ὅπως γνῶ μήτι ἄλλο φρονεῖτε παρ᾿ ἃ τέως ὡμολογήσατε. Κἀκεῖνος· Οὔ, ἄνθρωπε, ἔφη. Κἀγὼ πάλιν· Ὑμῶν οὖν ταῦτα ἀληθῶς συντιθεμένων καὶ τοῦ λόγου λέγοντος· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; οὐκ ἤδη καὶ νοεῖν ὀφείλετε ὅτι οὐκ ἔστι γένους ἀνθρώπου σπέρμα;
するとトリュフォンが言った。「我々がどうしてこれを認めることができようか——父のほかに他の誰かがいるかどうかについて、これほど大きな探求を我々が行ってきたというのに。」私はまた言った。「これらのことも諸君に尋ねる必要がある——諸君がこれまで認めてきたことと違うことを考えているのではないかを知るために。」彼は言った。「いや、人よ、そうではない。」私はまた言った。「それでは、諸君が真実にこれに同意しているのであれば、また、聖書の言葉が『彼の系図を誰が語り尽くせようか』と言っているのであれば、諸君はもはや、彼が人間の族の種によるものではないと理解すべきではないか。」
Dialogus cum Tryphone Iudaeo 68.5
Καὶ ὁ Τρύφων· Πῶς οὖν ὁ λόγος λέγει τῷ Δαυῒδ ὅτι ἀπὸ τῆς ὀσφύος αὐτοῦ λήψεται ἑαυτῷ υἱὸν ὁ θεὸς καὶ κατορθώσει αὐτῷ τὴν βασιλείαν καὶ καθίσει αὐτὸν ἐπὶ θρόνου τῆς δόξης αὐτοῦ;
するとトリュフォンが言った。「それでは、聖書の言葉はダビデに向かって、神が彼の腰から御自分のために子を得て、彼のために王国を確立し、彼をその栄光の座に着かせるであろうと語っているのは、どういうことか。」
Dialogus cum Tryphone Iudaeo 68.6
Κἀγὼ ἔφην· Ὦ Τρύφων, εἰ μὲν καὶ τὴν προφητείαν, ἣν ἔφη Ἡσαΐας, οὔ φησι πρὸς τὸν οἶκον τοῦ Δαυΐδ· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται· ἀλλὰ πρὸς ἕτερον οἶκον τῶν δώδεκα φυλῶν, ἴσως ἂν ἀπορίαν εἶχε τὸ πρᾶγμα· ἐπειδὴ δὲ καὶ αὐτὴ ἡ προφητεία πρὸς τὸν οἶκον Δαυῒδ εἴρηται, τὸ εἰρημένον πρὸς Δαυῒδ ὑπὸ θεοῦ ἐν μυστηρίῳ διὰ Ἡσαΐου ὡς ἔμελλε γίνεσθαι ἐξηγήθη· εἰ μήτι τοῦτο οὐκ ἐπίστασθε, ὦ φίλοι, ἔφην, ὅτι πολλοὺς λόγους, τους ἐπικεκαλυμμένως καὶ ἐν παραβολαῖς ἢ μυστηρίοις ἣ ἐν συμβόλοις ἔργων λελεγμένους, οἱ μετ᾿ ἐκείνους τοὺς εἰπόντας ἢ πράξαντας γενόμενοι προφῆται ἐξηγήσαντο.
私は言った。「トリュフォンよ、もしイザヤが語った預言——『見よ、処女が胎に宿すであろう』——が、ダビデの家に向けて語られたのではなく、十二部族のうちの別の家に向けて語られたものであったなら、この事には、あるいは疑問が残ったであろう。しかし、まさにこの預言もまたダビデの家に向けて語られているのだから、ダビデに向かって神が奥義のうちに語られたことは、イザヤを通して、それがいかに成就するかを説き明かされたのである。あるいは、友よ、諸君はこのことを知らないのではないか——覆い隠された仕方で、譬えのうちに、あるいは奥義のうちに、あるいは業のしるしのうちに語られた多くの言葉を、それを語り、あるいは行った者たちの後に出た預言者たちが説き明かした、ということを。」
Dialogus cum Tryphone Iudaeo 68.7
Καὶ μάλα, ἔφη ὁ Τρύφων. Ἐὰν οὖν ἀποδείξω τὴν προφητείαν ταύτην τοῦ Ἡσαίου εἰς τοῦτον τὸν ἡμέτερον Χριστὸν εἰρημένην, ἀλλ᾿ οὐκ εἰς τὸν Ἐζεκίαν, ὥς φατε ὑμεῖς, οὐχὶ καὶ ἐν τούτῳ δυσωπήσω ὑμᾶς μὴ πείθεσθαι τοῖς διδασκάλοις ὑμῶν, οἵτινες τολμῶσι λέγειν τὴν ἐξήγησιν, ἣν ἐξηγήσαντο οἱ ἑβδομήκοντα ὑμῶν πρεσβύτεροι παρὰ Πτολεμαίῳ τῷ τῶν Αἰγυπτίων βασιλεῖ γενόμενοι, μὴ εἶναι ἔν τισιν ἀληθῆ;
トリュフォンは言った。「まさにそのとおりだ。」それゆえ、もし私が、イザヤのこの預言が、諸君の言うようにヒゼキヤについてではなく、我々のこのキリストについて語られたものであると証明するならば、それによっても私は、諸君の教師たち——エジプトの王プトレマイオスのもとにいた諸君の七十人の長老たちが行った釈義を、ある点において真実でないなどと敢えて言う者たち——に説得されないよう、諸君を説き伏せることになるのではないか。
Dialogus cum Tryphone Iudaeo 68.8
Ἃ γὰρ ἂν διαρρήδην ἐν ταῖς γραφαῖς φαίνονται ἐλέγχοντα αὐτῶν τὴν ἀνόητον καὶ φίλαυτον γνώμην, ταῦτα τολμῶσι λέγειν μὴ οὕτω γεγράφθαι· ἃ δ᾿ ἂν καὶ ἕλκειν πρὸς ἃς νομίζουσι δύνασθαι ἁρμόζειν πράξεις ἀνθρωπείους, ταῦτα οὐκ εἰς τοῦτον τὸν ἡμέτερον Ἰησοῦν Χριστὸν εἰρῆσθαι λέγουσιν, ἀλλ᾿ εἰς ὃν αὐτοὶ ἐξηγεῖσθαι ἐπιχειροῦσιν. Ὁποῖον καὶ τὴν γραφὴν ταύτην, περὶ ἧς ἡ νῦν ὁμιλία ἐστίν, ἐδίδαξαν ὑμᾶς λέγοντες εἰς Ἐζεκίαν αὐτὴν εἰρῆσθαι, ὅπερ, ὡς ὑπεσχόμην, ἀποδείξω ψεύδεσθαι αὐτούς.
というのも、聖書のうちにあって彼らの愚かで自己愛にとらわれた考えを明白に論駁するものが現れるところでは、彼らはそう書かれていないと敢えて言い、また人間の行いに当てはめることができると考えるところへ引き寄せうるものについては、この我々のイエス・キリストについて語られたのではなく、彼ら自身が釈義しようと試みている者について語られたのだと言うからである。ちょうど、いま我々が語り合っているこの聖句についても、彼らはヒゼキヤについて語られたのだと諸君に教えたが、それについては、私が約束したとおり、彼らが偽っていることを証明しよう。
Dialogus cum Tryphone Iudaeo 68.9
Ἃς δ᾿ ἂν λέγωμεν αὐτοῖς γραφάς, αἵ διαρρήδην τὸν Χριστὸν καὶ παθητὸν καὶ προσκυνητὸν καὶ θεὸν ἀποδεικνύουσιν, ἃς καὶ προανιστόρησα ὑμῖν, ταύτας εἰς Χριστὸν μὲν εἰρῆσθαι ἀναγκαζόμενοι συντίθενται, τοῦτον δὲ μὴ εἶναι τὸν Χριστὸν τολμῶσι λέγειν, ἐλεύσεσθαι δὲ καὶ παθεῖν καὶ βασιλεῦσαι καὶ προσκυνητὸν γενέσθαι θεὸν ὁμολογοῦσιν· ὅπερ γελοῖον καὶ ἀνόητον ὂν ὁμοίως ἀποδείξω. Ἀλλ᾿ ἐπεὶ κατεπείγει με πρότερον πρὸς τὰ ὑπὸ σοῦ ἐν γελοίῳ τρόπῳ εἰρημένα ἀποκρίνασθαι, πρὸς ταῦτα τὰς ἀποκρίσεις ποιήσομαι, καὶ πρὸς τὰ ἐπίλοιπα ἐς ὕστερον τὰς ἀποδείξεις δώσω.
しかし、我々が彼らに向かって、キリストが受苦する方であり、礼拝されるべき方であり、神であることを明白に証明する聖書——すでに諸君に先に語ったもの——を引くと、彼らは、それがキリストについて語られたものであることは余儀なく認めるものの、この方がそのキリストではないと敢えて言い、来たるべき方が受苦し、王となり、礼拝される神となるであろうとは告白する。これがいかに滑稽で愚かなことであるかを、私は同じく証明しよう。しかし、まず、お前が滑稽な仕方で語ったことに答えることがいま差し迫っているので、それに対して答えをなし、残りのことについては、のちに証明を与えよう。