ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput XXVIII 第XXVIII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 6 sectiones

Dialogus cum Tryphone Iudaeo 28.1

1

Καὶ ὁ Τρύφων· Καὶ πρότερον ἀκηκόαμέν σου τοῦτο προβάλλοντος καὶ ἐπεστήσαμεν· ἄξιον γάρ, ὡς ἀληθῶς εἰπεῖν, ἐπιστάσεως. Καὶ οὔ μοι, ὅ τοῖς πολλοῖς, δοκεῖ λέγειν, ὅτι ἔδοξεν αὐτῷ· τοῦτο γάρ ἐστι πρόφασις ἀεὶ τοῖς μὴ δυναμένοις ἀποκρίνασθαι πρὸς τὸ ζητούμενον.

そしてトリュフォンは言った。「以前にも、お前がこの点を主張するのを我々は聞き、注意を向けた。実に、真実を言えば、それは注意するに値することだからだ。そして私には、多くの者が言うように『彼〔神〕にはそう思われたのだ』と言うのがよいとは思われない。それは、問われていることに答えることができない者たちがいつも用いる言い逃れだからである。」

Dialogus cum Tryphone Iudaeo 28.2

2

Κἀγώ· Ἐπειδὴ ἀπό τε τῶν γραφῶν καὶ τῶν πραγμάτων τάς τε ἀποδείξεις καὶ τὰς ὁμιλίας ποιοῦμαι, ἔλεγον, μὴ ὑπερτίθεσθε μηδὲ διστάζετε πιστεῦσαι τῷ ἀπεριτμήτῳ ἐμοί. Βραχὺς οὗτος ὑμῖν περιλείπεται προσηλύσεως χρόνος· ἐὰν φθάσῃ ὁ Χριστὸς ἐλθεῖν. μάτην μετανοήσετε, μάτην κλαύσετε· οὐ γὰρ εἰσακούσεται ὑμῶν. Νεώσατε ἑαυτοῖς νεώματα, Ἱερεμίας τῷ λαῷ κέκραγε, καὶ μὴ σπείρετε ἐπ᾿ ἀκάνθας. Περιτέμνετε τῷ κυρίῳ. καὶ περιτέμνεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν.

そして私は言った。「私は聖書と事実の双方から証明と論述を行っているのだから、諸君は先延ばしにせず、無割礼のこの私を信じることをためらわないでほしい。改宗のためにこそ諸君に残されているこの時は短い。もしキリストが来られる前にそうしなければ、諸君は空しく悔い改め、空しく泣くことになるだろう。神は諸君の願いを聞き入れはしないからだ。『汝ら自身のために新しい耕地を耕せ』とエレミヤは民に向かって叫んだ。『そして茨の上に種を蒔くな。主のために割礼を施し、汝らの心の無割礼を割礼せよ。』」

Dialogus cum Tryphone Iudaeo 28.3

3

Μὴ οὖν εἰς ἀκάνθας σπείρετε καὶ ἀνήροτον χωρίον, ὅθεν ὑμῖν καρπὸς οὐκ ἔστι. Γνῶτε τὸν Χριστόν, καὶ ἰδοῦ νειὸς καλή, καλὴ καὶ πίων ἐν ταῖς καρδίαις ὑμῶν. Ἰδοὺ γὰρ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὐτῶν, ἐπ᾿ Αἴγυπτον καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἐδὼμ καὶ ἐπὶ υἱοὺς Μωάβ, ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα καὶ πᾶς οἶκος Ἰσραὴλ ἀπερίτμητος καρδίας αὐτῶν.

「それゆえ諸君は、茨の上や耕されていない土地に種を蒔いてはならない。そこからは諸君に実りはない。キリストを知れ。そうすれば見よ、良い、豊かで肥えた休閑地が、諸君の心のうちにある。『見よ、その日が来る、と主は言われる。私はすべて無割礼のままで割礼を受けた者たちを訪れる。エジプトを、ユダを、エドムを、モアブの子らを。すべての諸国民は無割礼であり、イスラエルの家すべても、その心は無割礼だからである。』」

Dialogus cum Tryphone Iudaeo 28.4

4

Ὁρᾶτε ὡς οὐ ταύτην τὴν περιτομὴν τὴν εἰς σημεῖον δοθεῖσαν ὁ θεὸς θέλει· οὐδὲ γὰρ Αἰγυπτίοις χρήσιμος οὐδὲ τοῖς υἱοῖς Μωὰβ οὐδὲ τοῖς υἱοῖς Ἐδώμ. Ἀλλὰ κἄν Σκύθης ᾖ τις ἢ Πέρσης, ἔχει δὲ τὴν τοῦ θεοῦ γνῶσιν καὶ τοῦ Χριστοῦ αὐτοῦ καὶ φυλάσσει τὰ αἰώνια δίκαια, περιτέτμηται τὴν καλὴν καὶ ὠφέλιμον περιτομήν, καὶ φίλος ἐστὶ τῷ θεῷ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ καὶ ταῖς προσφοραῖς χαίρει.

「諸君は見るがよい。神が望んでおられるのは、しるしとして与えられたあの割礼ではないということを。それはエジプト人にも、モアブの子らにも、エドムの子らにも役立つものではないからである。むしろ、たとえスキュタイ人であれペルシア人であれ、神と、その方のキリストとについての知識を持ち、永遠の正しいことどもを守るなら、その者は良く益となる割礼を受けているのであり、神の友であって、神はその者の贈り物と供え物とを喜ばれるのである。」

Dialogus cum Tryphone Iudaeo 28.5

5

Παρέξω δὲ ὑμῖν, ἄνδρες φίλοι, καὶ αὐτοῦ ῥήματα τοῦ θεοῦ, ὁπότε πρὸς τὸν λαὸν εἶπε διὰ Μαλαχίου, ἑνὸς τῶν δώδεκα προφητῶν. Ἔστι δὲ ταῦτα· οὐκ ἔστι θέλημά μου ἐν ὑμῖν, λέγει κύριος, καὶ τὰς θυσίας ὑμῶν οὐ προσδέχομαι ἐκ τῶν χειρῶν ὑμῶν· διότι ἀπὸ ἀνατολῆς ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυσία προσφέρεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά, ὅτι τιμᾶται τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει κύριος, ὑμεῖς δὲ βεβηλοῦτε αὐτό.

「そして私は、友なる方々よ、神ご自身の言葉をも諸君に示そう。十二預言者のひとりマラキを通して、神が民に対して言われたときのものである。それはこうである。『私の意志は汝らのうちにはない、と主は言われる。私は汝らの手からの供犠を受け入れない。日の昇るところから沈むところまで、私の名は諸国民の中で崇められ、あらゆる場所で私の名に供犠が、清い供犠が献げられているからだ。私の名は諸国民の中で敬われている、と主は言われる。しかるに汝らはそれを汚している。』」

Dialogus cum Tryphone Iudaeo 28.6

6

Καὶ διὰ τοῦ Δαυῒδ ἔφη· λαός, ὅν οὐκ ἔγνων, ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου.

「そしてダビデを通してこう言われた。『私が知らなかった民が私に仕えた。彼は耳で聞くやいなや私に従った。』」