ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput CXXVI 第CXXVI章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 6 sectiones

Dialogus cum Tryphone Iudaeo 126.1

1

Τίς δ᾿ ἐστὶν οὗτος, ὅς καὶ ἄγγελος μεγάλης βουλῆς ποτε, καὶ ἀνὴρ διὰ Ἰεζεκιήλ, καὶ ὡς υἱὸς ἀνθρώπου διὰ Δανιήλ, καὶ παιδίον διὰ Ἡσαίου, καὶ Χριστὸς καὶ θεὸς προσκυνητὸς διὰ Δαυΐδ, καὶ Χριστὸς καὶ λίθος διὰ πολλῶν, καὶ σοφία διὰ Σολομῶνος, καὶ Ἰωσὴφ καὶ Ἰούδα καὶ ἄστρον διὰ Μωσέως, καὶ ἀνατολὴ διὰ Ζαχαρίου, καὶ παθητὸς καὶ Ἰακὼβ καὶ Ἰσραὴλ πάλιν διὰ Ἡσαίου, καὶ ῥάβδος καὶ ἄνθος καὶ λίθος ἀκρογωνιαῖος κέκληται καὶ υἱὸς θεοῦ, εἰ ἐγνώκειτε, ὦ Τρύφων, ἔφην, οὐκ ἂν ἐβλασφημεῖτε εἰς αὐτὸν ἤδη καὶ παραγενόμενον καὶ γεννηθέντα καὶ παθόντα καὶ ἀναβάντα εἰς τὸν οὐρανόν· ὃς καὶ πάλιν παρέσται, καὶ τότε κόψονται ὑμῶν αἱ δώδεκα φυλαί.

「この方が何者であるか——すなわち、あるときは大いなる計らいの御使いであり、エゼキエルによれば人であり、ダニエルによれば人の子のごとき者であり、イザヤによれば幼子であり、ダビデによればキリストであり礼拝されるべき神であり、多くの者によればキリストであり石であり、ソロモンによれば知恵であり、モーセによればヨセフでありユダでありまた星であり、ゼカルヤによれば曙であり、イザヤによれば再び受難する者でありヤコブでありイスラエルであり、杖であり花であり隅の親石と呼ばれ、また神の子でもあるこの方を、諸君が知っていたなら、トリュフォンよ」と私は言った、「諸君はすでに来臨し、生まれ、受難し、天に上ったこの方を冒瀆することはなかっただろう。この方はまた来臨するのであり、その時、諸君の十二部族は胸を打つであろう。」

Dialogus cum Tryphone Iudaeo 126.2

2

Ἐπεὶ εἰ νενοήκατε τὰ εἰρημένα ὑπὸ τῶν προφητῶν, οὐκ ἂν ἐξηρνεῖσθε αὐτὸν εἶναι θεόν, τοῦ μόνου καὶ ἀγεννήτου καὶ ἀρρήτου θεοῦ υἱόν. Εἴρηται γάρ που καὶ διὰ Μωσέως ἐν τῇ Ἐξόδῳ οὕτως· Ἐλάλησε δὲ κύριος πρὸς Μωσῆν, καὶ εἶπε πρὸς αὐτόν· Ἐγώ εἰμι κύριος, καὶ ὤφθην πρὸς τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, θεὸς αὐτῶν, καὶ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς, καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτούς.

「なぜなら、もし諸君が預言者たちによって語られたことを理解していたなら、この方が神であること、すなわち唯一にして不出生であり言い表しえない神の子であることを、否みはしなかったであろうから。というのも、モーセによっても『出エジプト記』の中でこのように語られているからである。『主はモーセに語り、彼に向かって言った。我は主である。我はアブラハムとイサクとヤコブに、彼らの神として現れたが、我が名を彼らに示さず、我が契約を彼らのために立てた。』」

Dialogus cum Tryphone Iudaeo 126.3

3

Καὶ οὕτω πάλιν λέγει· Μετὰ Ἰακὼβ ἄνθρωπος ἐπάλαιε· καὶ θεόν φησιν εἶναι. Εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη ἡ ψυχή μου, λέγει εἰρηκέναι τὸν Ἰακώβ. Καὶ ὅτι καὶ τὸν τόπον, ὅπου αὐτῷ ἐπάλαισε καὶ ὤφθη καὶ εὐλόγησε, καὶ ἐκάλεσεν Εἶδος θεοῦ, ἀνέγραψε.

「そしてまた、このように語られている。『ヤコブとともに一人の人が格闘した。』そしてこれを神であると言うのである。すなわち、『私は神を顔と顔を合わせて見た。そして私の魂は救われた』とヤコブが言ったと〔聖書は〕語っている。そして彼が格闘し、〔神が〕彼に現れ、彼を祝福したその場所を、〔ヤコブが〕『神の姿』と名づけたことも、〔モーセは〕書き記している。」

Dialogus cum Tryphone Iudaeo 126.4

4

Καὶ τῷ Ἀβραὰμ ὁμοίως, ὡς Μωσῆς φησιν, ὤφθη ὁ θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ, καθημένῳ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. Εἶτα ταῦτα εἰπὼν ἐπιφέρει· Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς εἶδε. καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ. Καὶ ἰδὼν συνέδραμεν εἰς συνάντησιν αὐτοῖς. Μετ᾿ ὀλίγον δὲ εἷς ἐξ αὐτῶν ὑπισχνεῖται τῷ Ἀβραὰμ υἱόν· Τί ὅτι ἐγέλασε Σάρρα λέγουσα· Ἆρά γε τέξομαι; Ἐγὼ δὲ γεγήρακα. Μὴ ἀδυνατεῖ παρὰ τῷ θεῷ ῥῆμα; Εἰς τὸν καιρὸν τοῦτον ἀποστρέψω εἰς ὥρας, καὶ ἔσται τῇ Σάρρᾳ υἱός. Καὶ ἀπαλλάσσονται ἀπὸ Ἀβραάμ.

「そしてアブラハムにも同様に、モーセが語るように、神はマムレの樫の木のもとで、彼が真昼に自分の天幕の入口に座っていた時に現れた。そしてこう語った後、〔モーセは〕続けて言う。『そして彼が目を上げて見ると、見よ、三人の男が彼の上に立っていた。そして彼は見て、彼らを迎えに走り寄った。』しばらくして、彼らのうちの一人がアブラハムに一人の息子を約束する。『なぜサラは、「私は本当に産むのだろうか。私は年老いているのに」と言って笑ったのか。神にとって何か不可能なことがあろうか。この時期に、来年の今頃、私は戻って来るであろう。そしてサラには息子があるだろう。』そして彼らはアブラハムのもとを去った。」

Dialogus cum Tryphone Iudaeo 126.5

5

Καὶ οὕτω περὶ αὐτῶν πάλιν λέγει· Ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων. Εἶτα πάλιν πρὸς τὸν Ἀβραὰμ ὃς ἦν καὶ ἔστιν οὕτως λέγει· Οὐ μὴ κρύψω ἀπὸ τοῦ παιδός μου Ἀβραὰμ ἐγὼ ἃ μέλλω ποιεῖν· καὶ τὰ ἑξῆς ἀνιστορημένα ἀπὸ τῶν τοῦ Μωσέως καὶ ἐξηγημένα ὑπ᾿ ἐμοῦ πάλιν ἔλεγον, δι᾿ ὧν ἀποδέδεικται ὑπὸ τῷ πατρὶ καὶ κυρίῳ τεταγμένος καὶ ὑπηρετῶν τῇ βουλῇ αὐτοῦ οὗτος ὃς ὤφθη τῷ τε Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ καὶ τοῖς ἄλλοις πατριάρχαις, ἀναγεγραμμένος θεός, ἔλεγον.

「そしてまた彼らについて、このように語られている。『そしてそこから立ち上がった男たちは、ソドムの方を見下ろした。』そしてまた、かつてもあり今もあるその方が、アブラハムに向かってこう語る。『私は、わが僕アブラハムに、私がなそうとしていることを隠しはしない。』」そしてこれに続いてモーセの書に物語られ、私が先に解き明かしたことを、私は再び語った。それによって、父にして主なる方のもとに配され、その計らいに仕える者として、アブラハムにもイサクにもヤコブにも他の父祖たちにも現れた——神と記されている——この方であることが証示されている、と私は語った。

Dialogus cum Tryphone Iudaeo 126.6

6

Ἐπέφερον δέ, εἰ καὶ μὴ εἶπον ἐν τοῖς ἔμπροσθεν· Οὕτω δὲ καί, ὅτε κρέας ἐπεθύμησεν ὁ λαὸς φαγεῖν καὶ ἀπιστεῖ Μωσῆς τῷ λελεγμένῳ κἀκεῖ ἀγγέλῳ, ἐπαγγελλομένῳ δώσειν αὐτοῖς τὸν θεὸν εἰς πλησμονήν, αὐτός, ὢν καὶ θεὸς καὶ ἄγγελος παρὰ τοῦ πατρὸς πεπεμμένος, ταῦτα εἰπεῖν καὶ πρᾶξαι δηλοῦται. Οὕτως γὰρ ἐπάγει ἡ γραφὴ λέγουσα· Καὶ εἶπε κύριος πρὸς Μωσῆν· Μὴ ἡ χεὶρ κυρίου οὐκ ἐξαρκέσει; Ἤδη γνώσῃ εἰ ἐπικαταλήψεταί σε ὁ λόγος μου ἢ οὔ. Καὶ πάλιν ἐν ἄλλοις λόγοις οὕτω φησί· Κύριος δὲ εἶπε πρός με· Οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον. Κύριος ὁ θεός σου, ὁ προπορευόμενος τοῦ προσώπου σου, αὐτὸς ἐξολοθρεύσει τὰ ἔθνη.

私はさらに、たとえ前には言わなかったにせよ、こう言い添えた。「同様にまた、民が肉を食べたいと望んだ時、そしてモーセがそこでも語られた御使いを——神が彼らに満ち足りるまで〔肉を〕与えると約束したその御使いを——信じなかった時、まさにこの方自身が、神であり、また父から遣わされた御使いでもある者として、これらのことを語り、行ったことが明らかにされている。なぜなら聖書はこう続けて語っているからである。『そして主はモーセに言われた。主の手は足りないだろうか。お前は今、我が言葉がお前に追いつくかどうかを知るであろう。』そしてまた別の言葉の中でこのように言う。『主は私に言われた。お前はこのヨルダンを渡ることはない。お前の神なる主、お前の前を進み行く方、その方自身が諸国民を滅ぼし尽くすであろう。』」