ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput XI 第XI章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 5 sectiones

Dialogus cum Tryphone Iudaeo 11.1

1

Οὕτε ἔσται ποτὲ ἄλλος θεός, ὦ Τρύφων, οὔτε ἦν ἀπ᾿ αἰῶνος, ἐγὼ οὕτως πρὸς αὐτόν, πλὴν τοῦ πονήσαντος καὶ διατάξαντος τόδε τὸ πᾶν. Οὐδὲ ἄλλον μὲν ἡμῶν, ἄλλον δὲ ὑμῶν ἡγούμεθα θεόν, ἀλλ᾿ αὐτὸν ἐκεῖνον τὸν ἐξαγαγόντα τοὺς πατέρας ὑμῶν ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ βραχίονι ὑψηλῷ· οὐδ᾿ εἰς ἄλλον τινὰ ἠλπίκαμεν. οὐ γὰρ ἔστιν, ἀλλ᾿ εἰς τοῦτον εἰς ὃν καὶ ὑμεῖς, τὸν θεὸν τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Ἠλπίκαμεν δὲ οὐ διὰ Μωσέως οὐδὲ διὰ τοῦ νόμου· ἦ γὰρ ἂν τὸ αὐτὸ ὑμῖν ἐποιοῦμεν.

「トリュフォンよ」と私は彼にこう言った、「この万有を造り上げ、秩序づけた方のほかに、他のいかなる神も存在したことはなく、これからも存在することはないであろう。我々は、我々にとっての神と諸君にとっての神とが別のものだとは考えていない。むしろ、諸君の父祖たちを、強い手と高く上げた腕とをもってエジプトの地から導き出した、まさにあの方こそがそうなのだ。我々は他の誰かに望みを置いているのではない——そのような者は存在しないのだから——むしろ、諸君も望みを置いているのと同じこの方、アブラハムとイサクとヤコブの神に望みを置いているのだ。だが我々がこの方に望みを置いているのは、モーセを通してでも律法を通してでもない。もしそうならば、我々は諸君と同じことをしているだろうから」。

Dialogus cum Tryphone Iudaeo 11.2

2

Νυνὶ δὲ ἀνέγνων γάρ, ὦ Τρύφων, ὅτι ἔσοιτο καὶ τελευταῖος νόμος καὶ διαθήκη κυριωτάτη πασῶν, ἣν νῦν δέον φυλάσσειν πάντας ἀνθρώπους, ὅσοι τῆς τοῦ θεοῦ κληρονομίας ἀντιποιοῦνται. Ὁ γὰρ ἐν Χωρὴβ παλαιὸς ἤδη νόμος καὶ ὑμῶν μόνων, ὁ δὲ πάντων ἁπλῶς· νόμος δὲ κατὰ νόμου τεθεὶς τὸν πρὸ αὐτοῦ ἔπαυσε, καὶ διαθήκη μετέπειτα γενομένη τὴν προτέραν ὁμοίως ἔστησεν. Αἰώνιός τε ἡμῖν νόμος καὶ τελευταῖος ὁ Χριστὸς ἐδόθη καὶ ἡ διαθήκη πιστή, μεθ᾿ ἣν οὐ νόμος, οὐ πρόσταγμα, οὐκ ἐντολή.

「だがトリュフォンよ、今は違う。私は読んだのだ、最後の律法、そしてすべての契約の中で最も権威ある契約があるであろうと。今やこれを、神の相続にあずかろうとするすべての人間が守らねばならないのだ。ホレブでのあの律法は、すでに古く、諸君だけのものであったが、後のものは端的にすべての者の律法である。律法に対して立てられた律法は、それ以前の律法を廃止し、その後に成った契約は、それ以前のものを同じように無効にした。永遠にして最後の律法として、我々にはキリストが与えられ、信ずべき契約が与えられた。それより後には、律法もなく、規定もなく、戒めもない」。

Dialogus cum Tryphone Iudaeo 11.3

3

Ἤ σὺ ταῦτα οὐκ ἀνέγνως ἅ φησιν Ἡσαΐας; Ἀκούσατέ μου, ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς πρός με ἐνωτίζεσθε, ὅτι νόμος παρ᾿ ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσι. Καὶ διὰ Ἱερεμίου περὶ ταύτης αὐτῆς τῆς καινῆς διαθήκης οὕτω φησίν· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν, οὐχ ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ᾖ ἐπελαβόμην τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου

「それとも、お前はイザヤがこう言っているのを読まなかったのか。『我に聞け、我に聞け、我が民よ。もろもろの王よ、我に耳を傾けよ。律法は我から出て、我が裁きは諸国民の光となるであろうから。我が正義は速やかに近づき、我が救いは出でて、諸国民は我が腕に望みを置くであろう』。またエレミヤを通しても、まさにこの新しい契約について、こう言っている。『見よ、日が来る、と主は言われる。私はイスラエルの家とユダの家とに新しい契約を結ぶであろう。それは私が彼らの手を取り、エジプトの地から彼らを導き出した日に、彼らの父祖たちと結んだものとは異なる契約である』」。

Dialogus cum Tryphone Iudaeo 11.4

4

Εἰ οὖν ὁ θεὸς διαθήκην καινὴν ἐκήρυξε μέλλουσαν διαταχθήσεσθαι καὶ ταύτην εἰς φῶς ἐθνῶν, ὁρῶμεν δὲ καὶ πεπείσμεθα διὰ τοῦ ὀνόματος αὐτοῦ τοῦ σταυρωθέντος Ἰησοῦ Χριστοῦ ἀπὸ τῶν εἰδώλων καὶ τῆς ἄλλης ἀδικίας προσελθόντας τῷ θεῷ καὶ μέχρι θανάτου ὑπομένοντας τὴν ὁμολογίαν καὶ εὐσέβειαν ποιεῖσθαι, καὶ ἐκ τῶν ἔργων καὶ ἐκ τῆς παρακολουθούσης δυνάμεως συνιέναι πᾶσι δυνατὸν ὅτι οὗτός ἐστιν ὁ καινὸς νόμος καὶ ἡ καινὴ διαθήκη καὶ ἡ προσδοκία τῶν ἀπὸ πάντων τῶν ἐθνῶν ἀναμενόντων τὰ παρὰ τοῦ θεοῦ ἀγαθά.

「したがって、もし神が、いずれ定められることになる新しい契約を告げ、それが諸国民の光となると告げたのであり、また我々が実際に見、また確信しているとおり、十字架につけられたイエス・キリストのその名によって、偶像とその他の不義から神のもとへと歩み寄り、死に至るまで告白を貫き、敬虔を実践している者たちがいるのであれば、業から、またそれに伴う力から、これこそが新しい律法であり、新しい契約であり、あらゆる諸国民の中から神からの善いものを待ち望む者たちの期待するところのものであると、すべての人が理解することができるのである」。

Dialogus cum Tryphone Iudaeo 11.5

5

Ἰσραηλιτικὸν γὰρ τὸ ἀληθινόν, πνευματικόν. καὶ Ἰούδα γένος καὶ Ἰακὼβ καὶ Ἰσαὰκ καὶ Ἀβραάμ, τοῦ ἐν ἀκροβυστίᾳ ἐπὶ τῇ πίστει μαρτυρηθέντος ὑπὸ τοῦ θεοῦ καὶ εὐλογηθέντος καὶ πατρὸς πολλῶν ἐθνῶν κληθέντος, ἡμεῖς ἐσμεν, οἱ διὰ τούτου τοῦ σταυρωθέντος Χριστοῦ τῷ θεῷ προσαχθέντες, ὡς καὶ προκοπτόντων ἡμῖν τῶν λόγων ἀποδειχθήσεται.

「なぜなら、真のイスラエルの族、霊的な族、そしてユダの族、ヤコブの族、イサクの族、アブラハムの族——このアブラハムは、無割礼のときにその信仰のゆえに神から証しされ、祝福され、多くの諸国民の父と呼ばれた者であるが——それは我々のことなのだ。我々こそが、この十字架につけられたキリストを通して神へと導かれた者たちなのだ。このことは、議論が進むにつれて示されるであろう」。