ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput LV 第LV章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 3 sectiones

Dialogus cum Tryphone Iudaeo 55.1

1

Καὶ ὁ Τρύφων ἀπεκρίνατο· Μεμνησόμεθα καὶ ταύτης τῆς ἐξηγήσεώς σου, ἐὰν καὶ δι᾿ ἄλλων κρατύνῃς καὶ τοῦτο τὸ ἀπόρημα. Τανῦν δὲ ἤδη ἀναλαβὼν τὸν λόγον ἀπόδειξον ἡμῖν ὅτι ἕτερος θεὸς παρὰ τὸν ποιητὴν τῶν ὅλων ὑπὸ τοῦ προφητικοῦ πνεύματος ὡμολόγηται εἶναι. φυλαξάμενος λέγειν τὸν ἥλιον καὶ τὴν σελήνην, ἃ γέγραπται τοῖς ἔθνεσι συγκεχωρηκέναι τὸν θεὸν ὡς θεοὺς προσκυνεῖν· καὶ τούτῳ τῷ λόγῳ ὡς παραχρώμενοι προφῆται πολλάκις λέγουσιν ὅτι Ὁ θεός σου θεὸς τῶν θεῶν ἐστι καὶ κύριος τῶν κυρίων, προστιθέντες ὁ μέγας καὶ ἰσχυρὸς καὶ φοβερὸς πολλάκις.

トリュフォンは答えた。「お前がこの難点についても、他の論拠によってこの説明を裏づけるならば、我々はこれをも記憶にとどめておこう。だが今はもう、話を取り上げ直して、万物の造り主のほかにもう一人の神が存在することが預言の霊によって認められていることを我々に証明せよ。ただし、太陽と月を持ち出すことは避けよ。それらについては、神が諸国民に神々として拝むことを許したと書かれている。そして預言者たちも、この言い方を借用するかのように、しばしば『お前の神は神々の神、主たちの主である』と言い、さらに『大いなる、力強い、恐るべき方』としばしば付け加えている。」

Dialogus cum Tryphone Iudaeo 55.2

2

Οὐ γὰρ ὡς ὄντων θεῶν ταῦτα λέγεται, ἀλλ᾿ ὡς τοῦ λόγου διδάσκοντος ἡμᾶς ὅτι τῶν νομιζομένων θεῶν καὶ κυρίων ὁ τῷ ὄντι θεός, ὁ τὰ πάντα ποιήσας, κύριος μόνος ἐστίν. Ἵνα γὰρ καὶ τοῦτο ἐλέγξῃ τὸ ἅγιον πνεῦμα, διὰ τοῦ ἁγίου Δαυῒδ εἷπεν· Οἱ θεοὶ τῶν ἐθνῶν, νομιζόμενοι θεοί, εἴδωλα δαιμονίων εἰσίν, ἀλλ᾿ οὐ θεοί. Καὶ ἐπάγει κατάραν τοῖς ποιοῦσιν αὐτὰ καὶ προσκυνοῦσι.

「なぜなら、これらのことは、他に神々が実在するかのように言われているのではなく、むしろ、言葉が我々に教えているのは、神々とか主たちとか思われているものの中で、真実に神であり、万物を造られた方こそが唯一の主であるということだからである。実際、聖なる霊はこのことをも明らかにするために、聖なるダビデを通してこう言った。『諸国民の神々は、神と思われてはいるが、悪霊どもの偶像であって、神々ではない。』そして、これを作り拝む者たちに呪いを加えている。」

Dialogus cum Tryphone Iudaeo 55.3

3

Κἀγώ· Οὐ ταύτας μὲν τὰς ἀποδείξεις ἔμελλον φέρειν, εἶπον, ὦ Τρύφων, δι᾿ ὧν καταδικάζεσθαι τοὺς ταῦτα καὶ τὰ τοιαῦτα προσκυνοῦντας ἐπίσταμαι, ἀλλὰ τοιαύτας πρὸς ἅς ἀντειπεῖν μὲν οὐδεὶς δυνήσεται. Ξέναι δέ σοι δόξουσιν εἶναι, καίπερ καθ᾿ ἡμέραν ἀναγινωσκόμεναι ὑφ᾿ ὑμῶν, ὡς καὶ ἐκ τούτου συνεῖναι ὑμᾶς ὅτι διὰ τὴν ὑμετέραν κακίαν ἀπέκρυψεν ὁ θεὸς ἀφ᾿ ὑμῶν τὸ δύνασθαι νοεῖν τὴν σοφίαν τὴν ἐν τοῖς λόγοις αὐτοῦ, πλήν τινων, οἷς κατὰ χάριν τῆς πολυσπλαγχνίας αὐτοῦ, ὡς ἔφη Ἡσαΐας, ἐγκατέλιπε σπέρμα εἰς σωτηρίαν, ἵνα μὴ ὡς Σοδομιτῶν καὶ Γομορραίων τέλεον καὶ τὸ ὑμέτερον γένος ἀπόληται. Προσέχετε τοιγαροῦν οἶσπερ μέλλω ἀναμιμνήσκειν ἀπὸ τῶν ἁγίων γραφῶν, οὐδὲ ἐξηγηθῆναι δεομένων ἀλλὰ μόνον ἀκουσθῆναι.

私は言った。「トリュフォンよ、私が持ち出そうとしていたのは、これらのものやこれに類するものを拝む者たちが断罪されると私が知っている、そのような証明ではなく、誰も反論できないような証明である。それはお前には見慣れないものに思われるであろうが、諸君によって日々読まれているものなのだ。このことからも、諸君の悪ゆえに、神が諸君から、その言葉のうちにある知恵を理解する力を隠されたのだと、諸君は理解するのである。ただし、イザヤが述べたように、神がその豊かな憐れみの恵みによって救いのために種を残された、一部の者たちを除いてのことである。それは、諸君の族全体がソドムやゴモラの民のように完全に滅びることのないようにである。それゆえ、私が聖なる書から想起させようとしていることに注意を払え。それらは説明を必要とせず、ただ聞かれさえすればよいものである。」