Dialogus cum Tryphone Iudaeo 1.1
Περιπατοῦντί μοι ἕωθεν ἐν τοῖς τοῦ ξυστοῦ περιπάτοις συναντήσας τις μετὰ καὶ ἄλλων· Φιλόσοφε, χαῖρε, ἔφη. Καὶ ἅμα εἰπὼν τοῦτο ἐπιστραφεὶς συμπεριεπάτει μοι· συνεπέστρεφον δ᾿ αὐτῷ καὶ οἱ φίλοι αὐτοῦ. Κἀγὼ ἔμπαλιν προσαγορεύσας αὐτόν· Τί μάλιστα : ἔφην.
朝、柱廊の遊歩道を歩いていた私に、ほかの者たちを伴ったある人が行き会い、「哲学者よ、健やかであれ」と言った。そう言うと同時に向きを変え、私と一緒に歩き出した。彼の友人たちも彼につれて向きを変えた。私もまた彼に挨拶を返し、「いったい何のことか」と言った。
Dialogus cum Tryphone Iudaeo 1.2
Ὁ δέ· Ἐδιδάχθην ἐν Ἄργει. φησίν, ὑπὸ Κορίνθου τοῦ Σωκρατικοῦ ὅτι οὐ δεῖ καταφρονεῖν οὐδὲ ἀμελεῖν τῶν περικειμένων τόδε τὸ σχῆμα, ἀλλ᾿ ἐκ παντὸς φιλοφρονεῖσθαι προσομιλεῖν τε αὐτοῖς, εἴ τι ὄφελος ἐκ τῆς συνουσίας γένοιτο ἢ αὐτῷ ἐκείνῳ ἢ ἐμοί. Ἀμφοτέροις δὲ ἀγαθόν ἐστι, κἂν θάτερος ᾖ ὠφελημένος. Τούτου οὖν χάριν, ὅταν ἴδω τινὰ ὲν τοιούτῳ σχήματι, ἀσμένως αὐτῷ προσέρχομαι, σέ τε κατὰ τὰ αὐτὰ ἡδέως νῦν προσεῖπον, οὗτοί τε συνεφέπονταί μοι, προσδοκῶντες καὶ αὐτοὶ ἀκούσεσθαί τι χρηστὸν ἐκ σοῦ.
彼は言った、「私はアルゴスで、ソクラテス派のコリントスから、この姿をまとう者たちを侮ってはならず、なおざりにもしてはならない、むしろあらゆる仕方で親しく交わり、語りかけるべきだと教えられた。もし交わりから何か益が生じるなら、それはその人自身にとってであれ、私にとってであれ善いことだからだ。どちらか一方が益を得るだけでも、双方にとって善いことなのだ。それゆえ、私はこのような姿をした人を見るたびに、喜んで近づいていく。今もまた同じ理由で、喜んでお前に話しかけたのだ。ここにいる者たちも私について来ている。彼らもまた、お前から何か有益なことを聞けるだろうと期待しているのだ。」
Dialogus cum Tryphone Iudaeo 1.3
Τίς δὲ σύ ἐσσι, φέριστε βροτῶν: Οὕτως προσπαίζων αὐτῷ ἔλεγον. Ὁ δὲ καὶ τοὔνομά μοι καὶ τὸ γένος ἐξεῖπεν ἁπλῶς. Τρύφων, φησί, καλοῦμαι· εἰμὶ δὲ Ἑβραῖος ἐκ περιτομῆς. φυγὼν τὸν νῦν γενόμενον πόλεμον, ἐν τῇ Ἑλλάδι καὶ τῇ Κορίνθῳ τὰ πολλὰ διάγων. Καὶ τί ἄν, ἔφην ἐγώ, τοσοῦτον ἐκ φιλοσοφίας σύ τ᾿ ἄν ὠφεληθείης, ὅσον παρὰ τοῦ σοῦ νομοθέτου καὶ τῶν προφητῶν; Τί γάρ; Οὐχ οἱ φιλόσοφοι περὶ θεοῦ τὸν ἅπαντα ποιοῦνται λόγον, ἐκεῖνος ἔλεγε, καὶ περὶ μοναρχίας αὐτοῖς καὶ προνοίας αἱ ζητήσεις γίνονται ἑκάστοτε; Ἣ οὐ τοῦτο ἔργον ἐστὶ φιλοσοφίας, ἐξετάζειν περὶ τοῦ θείου;
「お前は誰か、死すべき者どものうちで最も勝れた者よ。」こう私は戯れて彼に言った。彼は自分の名前と一族を率直に告げた。「私はトリュフォンと呼ばれている」と彼は言った。「割礼を受けたヘブライ人であり、いま起こった戦争を逃れて、ギリシアとコリントスとで多くの時を過ごしている。」そこで私は言った、「お前は、お前自身の立法者や預言者たちから受けるのと同じだけのものを、哲学から得られると思うのか。」「それはどういうことか。哲学者たちは神について、あらゆる論を立てているのではないか」と彼は言った。「彼らの探究はつねに単一支配と摂理をめぐって行われているではないか。それとも、神的なものについて検討することは、哲学の仕事ではないのか。」
Dialogus cum Tryphone Iudaeo 1.4
Ναί, ἔφην, οὕτω καὶ ἡμεῖς δεδοξάκαμεν. Ἀλλ᾿ οἱ πλεῖστοι οὐδὲ τούτου πεφροντίκασιν. εἴτε εἶς εἴτε καὶ πλείους εἰσὶ θεοί, καὶ εἴτε προνοοῦσιν ἡμῶν ἑκάστου εἴτε καὶ οὕ, ὡς μηδὲν πρὸς εὐδαιμονίαν τῆς γνώσεως ταύτης συντελούσης· ἀλλὰ καὶ ἡμᾶς ἐπιχειροῦσι πείθειν ὡς τοῦ μὲν σύμπαντος καὶ αὐτῶν τῶν γενῶν καὶ εἰδῶν ἐπιμελεῖται θεός, ἐμοῦ δὲ καὶ σοῦ οὐκ ἔτι καὶ τοῦ καθ᾿ ἕκαστα, ἐπεὶ οὐδ᾿ ἂν ηὐχόμεθα αὐτῷ δι᾿ ὅλης νυκτὸς καὶ ἡμέρας.
「そうだ」と私は言った。「我々もそのように考えている。だが大多数の者は、神が一なのか多くいるのか、また我々各人を配慮しているのか否か、そのことすら顧みてはいない。あたかもこの知識が幸福に何ら資さないかのようだ。それどころか、彼らは、神が全体そのものや類・種そのものについては配慮するが、私やお前について、すなわち個々のものについてはもはや配慮しないと、我々を説き伏せようとさえする。もしそうでなければ、我々は夜も昼も通して神に祈ったりはしないだろうから。」
Dialogus cum Tryphone Iudaeo 1.5
Τοῦτο δὲ ὅπη αὐτοῖς τελευτᾷ, οὐ χαλεπὸν συννοῆσαι· ἄδεια γὰρ καὶ ἐλευθερία λέγειν καὶ ἕπεσθαι τοῖς δοξάζουσι ταῦτα, ποιεῖν τε ὃ τι βούλονται καὶ λέγειν, μήτε κόλασιν φοβουμένοις μήτε ἀγαθὸν ἐλπίζουσί τι ἐκ θεοῦ. Πῶς γάρ; Οἵ γε ἀεὶ ταὐτὰ ἔσεσθαι λέγουσι, καὶ ἔτι ἐμὲ καὶ σὲ ἔμπαλιν βιώσεσθαι ὁμοίως, μήτε κρείττονας μήτε χείρους γεγονότας. Ἄλλοι δέ τινες, ὑποστησάμενοι ἀθάνατον καὶ ἀσώματον τὴν ψυχήν, οὔτε κακόν τι δράσαντες ἡγοῦνται δώσειν δίκην (ἀπαθὲς γὰρ τὸ ἀσώματον), οὔτε, ἀθανάτου αὐτῆς ὑπαρχούσης, δέονταί τι τοῦ θεοῦ ἔτι.
これがどこへ行き着くか、察するのは難しくない。すなわち、こう考える者たちには、語るにも従うにも咎めのなさと自由があり、思うままに振る舞い語り、罰を恐れることも、神から何か善いものを期待することもないのだ。当然ではないか。彼らは、いつも同じことが繰り返されると言い、さらに私とお前もまた、より優れた者にもより劣った者にもならず、同じように再び生きることになると言う。また別のある者たちは、魂は不死であり非物体的であると立て、悪をなしても報いを受けるとは考えない(非物体的なものは受苦しないからだ)。また魂が不死である以上、もはや神を必要としないとも考える。
Dialogus cum Tryphone Iudaeo 1.6
Καὶ ὅς ἀστεῖον ὑπομειδιάσας· Σὺ δὲ πῶς, ἔφη, περὶ τούτων φρονεῖς καὶ τίνα γνώμην περὶ θεοῦ ἔχεις καὶ τίς ἡ σὴ φιλοσοφία, εἰπὲ ἡμὶν.
すると彼は、上品に微笑みながら言った、「では、お前はこれらについてどう考えているのか。神についてどのような見解を持っているのか。お前の哲学とは何か。我々に語ってくれ。」