ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput LII 第LII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 4 sectiones

Dialogus cum Tryphone Iudaeo 52.1

1

Καὶ διὰ Ἰακὼβ δὲ τοῦ πατριάρχου προεφητεύθη ὅτι δύο τοῦ Χριστοῦ παρουσίαι ἔσονται, καὶ ὅτι ἐν τῇ πρώτῃ παθητὸς ἔσται, καὶ ὅτι μετὰ τὸ αὐτὸν ἐλθεῖν οὔτε προφήτης οὔτε βασιλεὺς ἐν τῷ γένει ὑμῶν, ἐπήνεγκα, καὶ ὅτι τὰ ἔθνη, πιστεύοντα ἐπὶ τὸν παθητὸν Χριστόν, πάλιν παραγενησόμενον προσδοκήσει. Ἐν παραβολῇ δὲ καὶ παρακεκαλυμμένως τὸ πνεῦμα τὸ ἅγιον διὰ τοῦτο αὐτὰ ἐλελαλήκει, ἔφην.

私は続けて言った。「族長ヤコブによっても、キリストの来臨が二度あること、そして最初の来臨において彼が苦しみを受けること、そして彼が来た後には諸君の族の中にもはや預言者も王もいなくなること、そして諸国民が、苦しみを受けたキリストを信じて、再び来られる方として彼を待ち望むであろうことが預言された。聖なる霊は、譬えと隠された仕方でこれらのことを語っていたのだ。」

Dialogus cum Tryphone Iudaeo 52.2

2

Οὕτως δὲ εἰρηκέναι ἐπήνεγκα· Ἰούδα, ᾔνεσάν σε οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, προσκυνήσουσί σε οἱ υἱοὶ τοῦ πατρός σου. Σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης. Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν, δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ. Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. Χαροποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ὡς γάλα.

私は続けて、彼がこう言ったことを述べた。「ユダよ、お前の兄弟たちはお前を讃えた。お前の手は敵の背にある。お前の父の子らはお前を伏し拝むであろう。ユダは獅子の子である。我が子よ、お前は若枝から立ち上った。伏し、獅子のように、また獅子の子のように眠った。誰がこれを起こそうか。ユダから支配者が絶えることなく、その腿から指導者が絶えることはない、彼に定められたものが来るまでは。そして彼こそ諸国民の待望となり、その子馬を葡萄の木に、その雌驢馬の子を蔓に繋ぐ。彼はぶどう酒でその衣を洗い、ぶどうの血でその上着を洗う。その目はぶどう酒によって輝き、その歯は乳のように白い。」

Dialogus cum Tryphone Iudaeo 52.3

3

Ὅτι οὖν οὐδέποτε ἐν τῷ γένει ὑμῶν ἐπαύσατο οὔτε προφήτης οὔτε ἄρχων, ἐξ ὅτου ἀρχὴν ἔλαβε, μέχρις οὗ οὗτος Ἰησοῦς Χριστὸς καὶ γέγονε καὶ ἔπαθεν, οὐδ᾿ ἀναισχύντως τολμήσετε εἰπεῖν ἢ ἀποδεῖξαι ἔχετε. Καὶ γὰρ Ἡρώδην, ἀφ᾿ οὗ ἔπαθεν, Ἀσκαλωνίτην γεγονέναι λέγοντες, ὅμως ἐν τῷ γένει ὑμῶν ὄντα λέγετε ἀρχιερέα, ὥστε, καὶ τότε ὄντος ὑμῖν κατὰ τὸν νόμον τοῦ Μωσέως καὶ προσφορὰς προσφέροντος καὶ τὰ ἄλλα νόμιμα φυλάσσοντος, καὶ προφητῶν κατὰ διαδοχὴν μέχρις Ἰωάννου γεγενημένων, ὡς καὶ ὅτε εἰς Βαβυλῶνα ἀπήχθη ὁ λαὸς ὑμῶν, πολεμηθείσης τῆς γῆς καὶ τῶν ἱερῶν σκευῶν ἀρθέντων, μὴ παύσασθαι ἐξ ὑμῶν προφήτην, ὃς κύριος καὶ ἡγούμενος καὶ ἄρχων τοῦ λαοῦ ὑμῶν ἦν. Τὸ γὰρ ἐν τοῖς προφήταις πνεῦμα καὶ τοὺς βασιλεῖς ὑμῖν ἔχριε καὶ καθίστα.

「それゆえ、諸君の族の中で、始まって以来、預言者も支配者も、このイエス・キリストが生まれ苦しみを受けるまで絶えたことはなかったということを、諸君は恥知らずにも否定しようとすることも、それに反する証明をすることもできまい。実際、諸君は、キリストがその手にかかって苦しみを受けたあのヘロデをアスカロン人であったと言いながらも、それでもなお諸君の族の中の大祭司がいたと言う。それゆえ、あの時にも、モーセの律法に従って供え物を捧げ、その他の律法の定めを守る者があり、預言者たちもヨハネに至るまで代々続いていた。それは、諸君の民がバビロンに連れ去られ、その地が戦禍にさらされ、聖なる祭具が奪い去られたときでさえ、諸君のうちから預言者が絶えることがなく、その預言者が諸君の民の主であり指導者であり支配者であったのと同じである。というのも、預言者たちのうちにある霊は、諸君のために王たちにも油を注ぎ、これを立てていたからである。」

Dialogus cum Tryphone Iudaeo 52.4

4

Μετὰ δὲ τὴν Ἰησοῦ τοῦ ἡμετέρου Χριστοῦ ἐν τῷ γένει ὑμῶν φανέρωσιν καὶ θάνατον οὐδαμοῦ προφήτης γέγονεν οὐδέ ἐστιν, ἀλλὰ καὶ τὸ εἶναι ὑμᾶς ὑπὸ ἴδιον βασιλέα ἐπαύσατο, καὶ προσέτι ἡ γῆ ὑμῶν ἠρημώθη καὶ ὡς ὀπωροφυλάκιον καταλέλειπται. Τὸ δὲ εἰπεῖν τὸν λόγον διὰ τοῦ Ἰακώβ· Καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν, συμβολικῶς δύο παρουσίας αὐτοῦ ἐσήμανε καὶ τὰ ἔθνη μέλλειν αὐτῷ πιστεύειν. ὅπερ ὀψέ ποτε πάρεστιν ἰδεῖν ὑμῖν· οἱ γὰρ ἀπὸ τῶν ἐθνῶν ἁπάντων διὰ τῆς πίστεως τῆς τοῦ Χριστοῦ θεοσεβεῖς καὶ δίκαιοι γενόμενοι, πάλιν παραγενησόμενον αὐτὸν προσδοκῶμεν.

「しかし、我々のキリストであるイエスが諸君の族の中に現れ、死なれてからは、預言者はどこにも生まれず、今もいない。それどころか、諸君が自分たち自身の王のもとにあることも絶え、その上、諸君の地は荒れ果て、果樹園の見張り小屋のように見捨てられたままである。ロゴスがヤコブを通して『そして彼こそ諸国民の待望となる』と語ったことは、彼の来臨が二度あることと、諸国民が彼を信じるようになることとを、しるしをもって示したのである。それは今ようやく諸君の目にも見えるようになりつつある。というのも、あらゆる諸国民の中からキリストへの信仰によって神を敬う者、また正しい者となった我々は、彼が再び来られるのを待ち望んでいるからである。」