Dialogus cum Tryphone Iudaeo 112.1
Ὑμεῖς δέ, ταῦτα ταπεινῶς ἐξηγούμενοι, πολλὴν ἀσθένειαν καταψηφίζεσθε τοῦ θεοῦ, εἰ ταῦτα οὕτως ψιλῶς ἀκούοιτε καὶ μὴ τὴν δύναμιν ἐξετάζοιτε τῶν εἰρημένων. Ἐπεὶ καὶ Μωσῆς οὕτω παράνομος ἂν κριθείη· αὐτὸς γὰρ παραγγείλας μηδενὸς ὁμοίωμα γίνεσθαι, μήτε τῶν ἐπὶ τῷ οὐρανῷ μήτε τῶν ἐπὶ γῆς ἢ θαλάσσης, ἔπειτα ὄφιν χαλκοῦν αὐτὸς ἐποίει, καὶ στήσας ἐπὶ σημείου τινὸς ἐκέλευσεν εἰς αὐτὸν ὁρᾶν τοὺς δεδηγμένους· οἱ δ᾿ ἐσώζοντο εἰς αὐτὸν ἀποβλέποντες.
「しかし諸君は、これらのことを卑俗に解釈し、もしこれらをそのように皮相に聞くだけで、語られていることの力を吟味しないならば、神に多くの弱さを言い渡すことになる。なぜなら、モーセもまたそのようにして律法を破る者と判じられることになろうから。すなわち、天にあるものであれ、地や海にあるものであれ、いかなるものの似姿も造ってはならないと命じておきながら、彼自身は青銅の蛇を造り、それをあるしるしの上に立てて、蛇に咬まれた者たちにそれを見るようにと命じたのである。そして彼らは、それを見つめることによって救われたのである。」
Dialogus cum Tryphone Iudaeo 112.2
Ὁ ὄφις ἄρα νοηθήσεται σεσωκέναι τὸν λαὸν τότε, ὅν, ὡς προεῖπον, κατηράσατο ὁ θεὸς τὴν ἀρχήν, καὶ ἀνελεῖ διὰ τῆς μεγάλης μαχαίρας, ὡς Ἡσαίας βοᾷ; Καὶ οὕτως ἀφρόνως παραδεξόμεθα τὰ τοιαῦτα, ὡς οἱ διδάσκαλοι ὑμῶν φασι, καὶ οὐ σύμβολα; Οὐχὶ δὲ ἀνοίσομεν ἐπὶ τὴν εἰκόνα τοῦ σταυρωθέντος Ἰησοῦ τὸ σημεῖον, ἐπεὶ καὶ Μωσῆς διὰ τῆς ἐκτάσεως τῶν χειρῶν σὺν τῷ ἐπικληθέντι Ἰησοῦ ὀνόματι καὶ νικᾶν τὸν λαὸν ὑμῶν εἰργάζοντο;
「それでは、あの蛇が、そのとき民を救ったのだと考えるべきなのか。その蛇こそ、先に述べたとおり、神がその初めから呪い、イザヤが叫んでいるように、大いなる剣によって滅ぼすことになるものであるのに。そして我々は、諸君の教師たちが言うように、そのようなことを、しるしとしてではなく、そのまま愚かに受け入れるべきなのか。むしろ我々は、そのしるしを、十字架につけられたイエスの像に結びつけて考えるべきではないか。モーセもまた、両手を伸ばすことを通して、イエスの名で呼ばれた者と共に、諸君の民を勝利させていたのだから。」
Dialogus cum Tryphone Iudaeo 112.3
Οὕτω γὰρ καὶ τοῦ ἀπορεῖν περὶ ὧν ἐποίησεν ὁ νομοθέτης παυσόμεθα. Οὐ γὰρ καταλιπὼν τὸν θεὸν ἐπὶ θηρίον, δι᾿ οὗ ἡ παράβασις καὶ παρακοὴ τὴν ἀρχὴν ἔλαβεν, ἔπειθε τὸν λαὸν ἐλπίζειν. Καὶ ταῦτα μετὰ πολλοῦ νοῦ καὶ μυστηρίου γέγονε καὶ ἐρρέθη διὰ τοῦ μακαρίου προφήτου· καὶ οὐδέν ἐστιν ὅ τις μέμψασθαι δικαίως ἔχει τῶν λελεγμένων ἢ γεγενημένων ὑπὸ πάντων ἁπλῶς τῶν προφητῶν, ἐὰν τὴν γνῶσιν τὴν ἐν αὐτοῖς ἔχητε.
「そうであってこそ、我々は、立法者が行ったことについて途方に暮れることをやめるであろう。というのも、彼は神を見捨てて、違反と不従順とがそもそもの始まりを得たあの獣に望みを置くようにと民に説いたのではないからである。そしてこれらのことは、多くの知性と奥義とをもってなされ、また、あの祝福された預言者を通して語られたのである。そして、諸君がその中にある知識を得さえすれば、すべての預言者たちによって語られ、あるいはなされたことのうちに、正当に非難できるものは何ひとつない。」
Dialogus cum Tryphone Iudaeo 112.4
Ἐὰν δὲ ὅσοι διδάσκαλοι ὑμῶν, διὰ τί κάμηλοι μὲν θήλειαι ἐν τῷδε τῷ τόπῳ οὐ λέγονται, ἢ τί εἰσιν αἱ λεγόμεναι κάμηλοι θήλειαι, ἢ διὰ τί σεμιδάλεως μέτρα τόσα καὶ ἐλαίου μέτρα τόσα ἐν ταῖς προσφοραῖς, μόνα ἐξηγοῦνται ὑμῖν, καὶ ταῦτα ταπεινῶς καὶ χαμερπῶς, τὰ δὲ μεγάλα καὶ ἄξια ζητήσεως μηδέποτε τολμῶσι λέγειν μηδὲ ἐξηγεῖσθαι, ἢ καὶ ἡμῶν ἐξηγουμένων παραγγέλλουσιν ὑμὶν μηδὲ ὅλως ἐπαίειν μηδὲ εἰς κοινωνίαν λόγων ἐλθεῖν, οὐχὶ δικαίως ἀκούσονται ἅπερ πρὸς αὐτοὺς ἔφη ὁ ἡμέτερος κύριος Ἰησοῦς Χριστός· Τάφοι κεκονιαμένοι, ἔξωθεν φαινόμενοι ὡραῖοι καὶ ἔσωθεν γέμοντες ὀστέων νεκρῶν, τὸ ἡδύοσμον ἀποδεκατοῦντες, τὴν δὲ κάμηλον καταπίνοντες, τυφλοὶ ὁδηγοί;
「もし、諸君の教師たちが、この箇所ではなぜ雌ラクダについて語られていないのか、あるいは語られている雌ラクダとは何であるのか、あるいはなぜ献げ物において上質の小麦粉がこれこれの量、油がこれこれの量であるのか、といったことだけを諸君に解き明かし、それも卑俗に、地を這うようなしかたでしか解き明かさず、探求に値する大いなる事柄については、決して語ろうとも解き明かそうともせず、また我々が解き明かすときには、諸君に、まったく耳を傾けることも言葉を交わすことすらも禁じるのであれば、彼らは、我々の主イエス・キリストが彼らに向かって言われたことを、当然に耳にすることになるのではないか。『白く塗った墓よ、外側は美しく見えながら、内側は死者の骨で満ちている。汝らは、ハッカの十分の一は献げながら、ラクダは飲み込む。盲目の案内人よ。』」
Dialogus cum Tryphone Iudaeo 112.5
Ἐὰν οὖν μὴ τῶν διδαγμάτων τῶν ἑαυτοὺς ὑψούντων καὶ θελόντων ῥαββὶ ῥαββὶ καλεῖσθαι καταφρονήσητε, καὶ μετὰ τοιαύτης ἐνστάσεως καὶ νοῦ τοῖς προφητικοῖς λόγοις προσέλθητε, ἵνα τὰ αὐτὰ πάθητε ὑπὸ τῶν ὑμετέρων ἀνθρώπων ἃ καὶ αὐτοὶ οἱ προφῆται ἔπαθον, οὐ δύνασθε ὅλως οὐδὲν ἀπὸ τῶν προφητικῶν ὠφέλιμον λαβεῖν.
「それゆえ、もし諸君が、自らを高め、ラビ、ラビと呼ばれることを望む者たちの教えを軽んじ、また、預言者たち自身が諸君自身の同胞から受けたのと同じ仕打ちを諸君が受けることになるほどの気概と思慮とをもって預言の言葉に近づくのでなければ、諸君は預言の言葉から有益なものを何ひとつ得ることはまったくできないのである。」