Dialogus cum Tryphone Iudaeo 81.1
Οὕτως γὰρ Ἡσαΐας περὶ τῆς χιλιονταετηρίδος ταύτης εἶπεν· Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων οὐδὲ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν, ἀλλ᾿ εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ὅσα ἐγὼ κτίζω· ὅτι ἰδοὺ ἐγὼ ποιῶ τὴν Ἱερουσαλὴμ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφροσύνην, καὶ ἀγαλλιάσομαι ἐπὶ Ἰερουσαλὴμ καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου. Καὶ οὐκέτι οὐ μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ οὐδὲ φωνὴ κραυγῆς, καὶ οὐ μὴ γένηται ἔτι ἐκεῖ ἄωρος ἡμέραις καὶ πρεσβύτης ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ· ἔσται γὰρ ὁ νέος υἱὸς ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς υἱὸς ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται.
というのも、イザヤはこの千年について、次のように語っているからである。『天は新しくなり、地も新しくなるであろう。そして彼らは以前のことを思い出すこともなく、それが心に上ることもないであろう。むしろ、私が創造するものにあって、喜びと歓喜とを見出すであろう。見よ、私はエルサレムを歓喜とし、我が民を喜びとする。そして私はエルサレムの上に歓喜し、我が民の上に喜ぶであろう。そしてもはやそこには泣く声も叫ぶ声も聞かれることはなく、日の足りない幼子も、自分の齢を満たさない老人もそこにいなくなるであろう。若者は百歳の者であり、死ぬ罪びとは百歳であってなお呪われた者となるであろうから。』
Dialogus cum Tryphone Iudaeo 81.2
Καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσι, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ αὐτοὶ φάγονται τὰ γεννήματα αὐτῶν. Οὐ μὴ οἰκοδομήσωσι καὶ ἄλλοι κατοικήσουσι, καὶ οὐ μὴ φυτεύσωσι καὶ ἄλλοι φάγονται· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς αἱ ἡμέραι τοῦ λαοῦ μου ἔσονται, τὰ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν. Οἱ ἐκλεκτοί μου οὐ μὴ πονέσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν· ὅτι σπέρμα δίκαιον καὶ εὐλογημένον ὑπὸ κυρίου ἔσονται, καὶ ἔγγονα αὐτῶν μετ᾿ αὐτῶν. Καὶ ἔσται πρὶν ἢ κεκράξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτῶν· ἔτι λαλούντων αὐτῶν ἐρῶ· Τί ἐστι; Τότε λύκοι καὶ ἄρνες ἅμα βοσκηθήσονται, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, ὄφις δὲ γῆν ὡς ἄρτον. Οὐκ ἀδικήσουσιν οὐδὲ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ, λέγει κύριος.
『そして彼らは家を建てて自らそこに住み、ぶどう畑を植えて自らその実を食べるであろう。彼らが建てたものに他の者たちが住むこともなく、彼らが植えたものを他の者たちが食べることもないであろう。というのは、命の木の日々にしたがって我が民の日々があるであろうし、彼らの労苦の業は古びるであろうから。私の選ばれた者たちは、空しく労することもなく、呪いのために子を生むこともないであろう。彼らは主によって祝福された正しい種であり、彼らの子孫も彼らと共にあるであろうから。そして、彼らが叫ぶより前に、私は彼らに聞き入れ、彼らがなお語っている間に、私は『何であるか』と言うであろう。そのとき、狼と小羊とは共に草を食み、獅子は牛のようにわらを食べ、蛇は土をパンのように食べるであろう。彼らは聖なる山において、害をなすことも損なうこともないであろう、と主は言われる。』
Dialogus cum Tryphone Iudaeo 81.3
Τὸ οὖν εἰρημένον ἐν τοῖς λόγοις τούτοις, ἔφην· Κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου αἱ ἡμέραι τοῦ λαοῦ μου ἔσονται, τὰ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσι, νενοήκαμεν ὅτι χίλια ἔτη ἐν μυστηρίῳ μηνύει. Ὡς γὰρ τῷ Ἀδὰμ εἴρητο, ὅτι ᾗ δ᾿ ἂν ἡμέρᾳ φάγῃ ἀπὸ τοῦ ξύλου, ἐν ἐκείνῃ ἀποθανεῖται, ἔγνωμεν αὐτὸν μὴ ἀναπληρώσαντα χίλια ἔτη. Συνήκαμεν καὶ τὸ εἰρημένον, ὅτι Ἡμέρα κυρίου ὡς χίλια ἔτη, εἰς τοῦτο συνάγειν.
そこで私は言った。「これらの言葉のうちで語られたこと、すなわち『木の日々にしたがって我が民の日々があり、彼らの労苦の業は古びるであろう』ということについて、我々はこれが千年を奥義のうちに示していると理解している。アダムには、木から食べる日にはその日に死ぬであろう、と言われていたが、我々は彼が千年を満たさずに死んだことを知っているからである。そして『主の日は千年のようである』と言われていることも、これに帰着すると我々は理解した。」
Dialogus cum Tryphone Iudaeo 81.4
Καὶ ἔπειτα καὶ παρ᾿ ἡμῖν ἀνήρ τις, ᾧ ὄνομα Ἰωάννης, εἷς τῶν ἀποστόλων τοῦ Χριστοῦ, ἐν ἀποκαλύψει γενομένῃ αὐτῷ χίλια ἔτη ποιήσειν ἐν Ἱερουσαλὴμ τοὺς τῷ ἡμετέρῳ Χριστῷ πιστεύσαντας προεφήτευσε. καὶ μετὰ ταῦτα τὴν καθολικὴν καί, συνελόντι φάναι, αἰωνίαν ὁμοθυμαδὸν ἅμα πάντων ἀνάστασιν γενήσεσθαι καὶ κρίσιν. Ὅπερ καὶ ὁ κύριος ἡμῶν εἶπεν, ὅτι Οὔτε γαμήσουσιν οὔτε γαμηθήσονται, ἀλλὰ ἰσάγγελοι ἔσονται, τέκνα τοῦ θεοῦ τῆς ἀναστάσεως ὄντες.
そしてさらに、我々のもとにいるヨハネという名の一人の人物、キリストの使徒たちの一人が、自分に与えられた黙示のうちで、我々のキリストを信じた者たちがエルサレムにおいて千年を過ごすであろうと預言した。そしてそれらのことのあとには、要するに、すべての者が心を一つにして共に迎える普遍的な、また永遠の復活と裁きとが起こるであろう、とも預言した。このことは、我々の主も語られたとおりである。『彼らは娶ることも嫁ぐこともなく、天使に等しい者となるであろう。彼らは復活の子として、神の子らであるから。』