ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput XLV 第XLV章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 4 sectiones

Dialogus cum Tryphone Iudaeo 45.1

1

Καὶ ὁ Τρύφων· Εἰ καὶ ἐγκόπτειν δοκῶ τοῖς λόγοις τούτοις οἷς λέγεις ἀναγκαίοις οὖσιν ἐξετασθῆναι, ἀλλ᾿ οὖν κατεπείγοντος τοῦ ἐπερωτήματος, ὃ ἐξετάσαι βούλομαι, ἀνάσχου μου πρῶτον. Κἀγώ. Ὅσα βούλει ἐξέταζε, ὥς σοι ἐπέρχεται· ἐγὼ γὰρ καὶ μετὰ τὰς ἐξετάσεις καὶ ἀποκρίσεις τοὺς λόγους ἀναλαμβάνειν πειράσομαι καὶ πληροῦν.

するとトリュフォンが言った。「たとえ私が、お前の語るこれらの言葉——検討されるべき必要のあるものだが——を妨げているように見えたとしても、しかし急を要する問いがあるので、それを検討することを、まず私に許してほしい。」私は言った。「望むままに、何でも検討するがよい。私もまた、検討と答えのあとで、その論を取り上げ、完結させることを試みよう。」

Dialogus cum Tryphone Iudaeo 45.2

2

Κἀκεῖνος· Εἰπὲ οὖν μοι, ἔφη· Οἱ ζήσαντες κατὰ τὸν νόμον τὸν δια ταχθέντα διὰ Μωσέως ζήσονται ὁμοίως τῷ Ἰακὼβ καὶ τῷ Ἐνὼγ καὶ τῷ Νῶε ἐν τῇ τῶν νεκρῶν ἀναστάσει ἢ οὔ;

すると彼はこう言った。「では私に言ってくれ。モーセによって定められた律法に従って生きた者たちは、死者の復活において、ヤコブやエノクやノアと同じように生きることになるのか、それともそうではないのか。」

Dialogus cum Tryphone Iudaeo 45.3

3

Κἀγὼ πρὸς αὐτόν· Εἰπόντος μου, ὦ ἄνθρωπε, τὰ λελεγμένα ὑπὸ τοῦ Ἰεζεκιήλ, ὅτι Κἂν Νῶε καὶ Δανιὴλ καὶ Ἰακὼβ ἐξαιτήσωνται υἱοὺς καὶ θυγατέρας, οὐ δοθήσεται αὐτοῖς, ἀλλ᾿ ἕκαστος τῇ αὐτοῦ δικαιοσύνῃ δηλονότι σωθήσεται, ὅτι καὶ τοὺς κατὰ τὸν νόμον τὸν Μωσέως πολιτευσαμένους ὁμοίως σωθήσεσθαι εἶπον. Καὶ γὰρ ἐν τῷ Μωσέως νόμῳ τὰ φύσει καλὰ καὶ εὐσεβῆ καὶ δίκαια νενομοθέτηται πράττειν τοὺς πειθομένους αὐτοῖς, καὶ πρὸς σκληροκαρδίαν δὲ τοῦ λαοῦ διαταχθέντα γίνεσθαι ὁμοίως ἀναγέγραπται, ἃ καὶ ἔπραττον οἱ ὑπὸ τὸν νόμον.

そこで私は彼に向かって言った。「人よ、私はすでに、エゼキエルによって語られたこと、すなわち、たとえノアとダニエルとヤコブが息子たちや娘たちを求めても、彼らには与えられないであろう、しかし各人はおのおのの正義によって明らかに救われるであろう、ということを語った際に、モーセの律法に従って生活していた者たちも同様に救われるであろうと述べたのである。というのも、モーセの律法においても、本性上善く敬虔で正しい事柄が、それに従う者たちの行うべきこととして立法されているのであり、また、民の心の頑なさに対して定められた事柄も、同様に記されているからである。律法のもとにあった者たちは、それをも行っていたのである。」

Dialogus cum Tryphone Iudaeo 45.4

4

Ἐπεὶ οἳ τὰ καθόλου καὶ φύσει καὶ αἰώνια καλὰ ἐποίουν εὐάρεστοί εἰσι τῷ θεῷ, καὶ διὰ τοῦ Χριστοῦ τούτου ἐν τῇ ἀναστάσει ὁμοίως τοῖς προγενομένοις αὐτῶν δικαίοις, Νῶε καὶ Ἐνὼχ και Ἰακὼβ καὶ εἴ τινες ἄλλοι γεγόνασι, σωθήσονται σὺν τοῖς ἐπιγνοῦσι τὸν Χριστὸν τοῦτον τοῦ θεοῦ υἱόν, ὃς καὶ πρὸ ἑωσφόρου καὶ σελήνης ἦν, καὶ διὰ τῆς παρθένου ταύτης τῆς ἀπὸ τοῦ γένους τοῦ Δαυῒδ γεννηθήναι σαρκοποιηθεὶς ὑπέμεινεν, ἵνα διὰ τῆς οἰκονομίας ταύτης ὁ πονηρευσάμενος τὴν ἀρχὴν ὄφις καὶ οἱ ἐξομοιωθέντες αὐτῷ ἄγγελοι κατα λυθῶσι, καὶ ὁ θάνατος καταφρονηθῇ καὶ ἐν τῇ δευτέρᾳ αὐτοῦ τοῦ Χριστοῦ παρουσίᾳ ἀπὸ τῶν πιστευόντων αὐτῷ καὶ εὐαρέστως ζώντων παύσηται τέλεον, ὕστερον μηκέτ᾿ ὤν, ὅταν οἱ μὲν εἰς κρίσιν καὶ καταδίκην τοῦ πυρὸς ἀπαύστως κολάζεσθαι πεμφθῶσιν. οἱ δὲ ἐν ἀπαθείᾳ καὶ ἀφθαρσίᾳ καὶ ἀλυπίᾳ καὶ ἀθανασία συνῶσιν.

「なぜなら、あまねく本性上、そして永遠に善い事柄を行った者たちは、神に喜ばれる者であり、このキリストを通して、復活において、彼らより先に生きていた正しい者たち——ノア、エノク、ヤコブ、そのほかいた者たち——と同じように、神の子であるこのキリストを認めた者たちとともに救われるであろうからである。彼は、暁の星や月よりも先に存在しており、ダビデの家系から出たこの処女を通して、肉となって生まれることを耐え忍ばれたのである。それは、この経綸によって、初めに悪をなしたあの蛇と、それに似せられた天使たちとが滅ぼされ、死が軽んじられるためであり、また、彼を信じ、喜ばれる仕方で生きる者たちからは、キリストの第二の来臨において死が完全に終わり、もはや存在しなくなるためである——一方の者たちは裁きと、火の断罪に絶え間なく罰せられるために送られ、他方の者たちは無情念と不朽と苦しみのなさと不死のうちに共にあることになるときに。」