Dialogus cum Tryphone Iudaeo 77.1
Καὶ ὁ Τρύφων εἶπεν· Ὅτι μὲν οὖν καὶ τοιαῦτα καὶ τοσαῦτα ἱκανὰ δυσωπῆσαί ἐστι. σύμφημί σοι· ὅτι δὲ ἀπαιτῶ σε τὸν λόγον, ὅν πολλάκις προεβάλλου, ἀποδεῖξαι. εἰδέναι σε βούλομαι. Περαίωσον οὖν καὶ αὐτὸν ἡμῖν, ἵνα ἴδωμεν καὶ ὡς ἐκεῖνον εἰς χριστὸν τοῦτον τὸν ὑμέτερον ἀποδεικνύεις εἰρῆσθαι· ἡμεῖς γὰρ εἰς Ἐζεκίαν αὐτὸν λέγομεν πεπροφητεῦσθαι.
するとトリュフォンが言った。「それほど多くのこのようなことが、人を説き伏せるに十分であることは、私もお前に同意する。しかし、私はお前に、これまで何度も持ち出してきたあの論を証明するよう求めていることを、知っておいてもらいたい。それゆえ、その論を我々のために仕上げてくれ。それによって、お前が、あの預言を、諸君のこのキリストについて語られたものだとどのように証明するのか、我々も見届けよう。というのも、我々は、それがヒゼキヤについて預言されたものだと言っているのだから。」
Dialogus cum Tryphone Iudaeo 77.2
Κἀγὼ ἔφην· Ὡς βούλεσθε, καὶ τοῦτο πράξω· ἀποδείξατε δέ μοι ὑμεῖς πρῶτον ὅτι εἰς τὸν Ἐζεκίαν εἴρηται, ὅτι, πρὶν ἢ γνῶναι αὐτὸν καλεῖν πατέρα ἣ μητέρα, ἔλαβε δύναμιν Δαμασκοῦ καὶ τὰ σκύλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Οὐ γὰρ ὡς βούλεσθε ἐξηγεῖσθαι συγχωρηθήσεται ὑμῖν, ὅτι Ἐζεκίας ἐπολέμησε τοῖς ἐν Δαμασκῷ ἢ ἐν Σαμαρείᾳ ἔναντι βασιλέως Ἀσσυρίων. Πρὶν ἢ γὰρ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, ὁ προφητικὸς λόγος ἔφη. λήψεται δύναμιν Δαμασκοῦ καὶ σκύλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.
私は言った。「諸君の望むとおり、私もこれを行おう。しかし、まず諸君の方から、それがヒゼキヤについて語られたものであること——すなわち、その幼子が父または母を呼ぶことを知る前に、ダマスコの力とサマリアの分捕り物とをアッシリアの王の前で得たということ——を私に証明してほしい。ヒゼキヤがアッシリアの王の前でダマスコやサマリアにいる者たちと戦ったなどと、諸君の望むように釈義することは許されないからである。というのも、預言の言葉は、『その幼子が父または母を呼ぶことを知る前に、ダマスコの力とサマリアの分捕り物とをアッシリアの王の前で得るであろう』と語っていたのだから。」
Dialogus cum Tryphone Iudaeo 77.3
Εἰ γὰρ μὴ μετὰ προσθήκης ταῦτα εἶπε τὸ προφητικὸν πνεῦμα· Πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήψεται δύναμιν Δαμασκοῦ καὶ σκύλα Σαμαρείας, ἀλλὰ μόνον εἰρήκει· Καὶ τέξεται υἱὸν καὶ λήψεται δύναμιν Δαμασκοῦ καὶ σκύλα Σαμαρείας, ἐδύνασθε λέγειν· Ἐπειδὴ προεγίνωσκεν ὁ θεὸς μέλλειν αὐτὸν λήψεσθαι ταῦτα, προειρήκει. Νῦν δὲ μετὰ τῆς προσθήκης ταύτης εἴρηκεν ἡ προφητεία· Πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήψεται δύναμιν Δαμασκοῦ καὶ σκύλα Σαμαρείας. Καὶ οὐδενὶ τῶν ἐν Ἰουδαίοις ποτὲ συμβεβηκέναι τοῦτο ἀποδεῖξαι ἔχετε, ἡμεῖς δὲ ἔχομεν ἀποδεῖξαι τοῦτο γενόμενον ἐν τῷ ἡμετέρῳ Χριστῷ.
というのも、もし預言の霊が、この付加なしに、「その幼子が父または母を呼ぶことを知る前に、ダマスコの力とサマリアの分捕り物とを得るであろう」と語らずに、ただ「そして彼は男の子を産み、ダマスコの力とサマリアの分捕り物とを得るであろう」とだけ語っていたのであれば、諸君は、神が彼がこれらのことを得ようとすることを前もって知っておられたから、あらかじめ語られたのだと言うこともできたであろう。しかし、いまや預言はこの付加をもって語っている——「その幼子が父または母を呼ぶことを知る前に、ダマスコの力とサマリアの分捕り物とを得るであろう」と。そして、これがユダヤ人のうちの誰かに一度でも起こったことを、諸君は証明することができない。しかし我々は、これが我々のキリストにおいて起こったことを証明することができる。
Dialogus cum Tryphone Iudaeo 77.4
Ἅμα γὰρ τῷ γεννηθῆναι αὐτὸν μάγοι ἀπὸ Ἀρραβίας παραγενόμενοι προσεκύνησαν αὐτῷ, πρότερον ἐλθόντες πρὸς Ἡρώδην τὸν ἐν τῇ γῇ ὑμῶν τότε βασιλεύοντα, ὅν ὁ λόγος καλεῖ βασιλέα Ἀσσυρίων διὰ τὴν ἄθεον καὶ ἄνομον αὐτοῦ γνώμην. Ἐπίστασθε γὰρ τοιαῦτα. ἔφην, ὲν παραβολαῖς καὶ ὁμοιώσεσι πολλάκις λαλοῦν τὸ ἅγιον πνεῦμα· οἷον πεποίηκε καὶ πρὸς τὸν λαὸν ἅπαντα τὸν ἐν Ἱεροσολύμοις, πολλάκις φῆσαν πρὸς αὐτούς· Ὁ πατήρ σου Ἀμορραῖος καὶ ἡ μήτηρ σου Χετταία.
というのも、彼が生まれると同時に、アラビアから来た博士たちが彼を礼拝したが、その前にまず、当時諸君の地で王であったヘロデのもとへ来た。この者を、聖書の言葉は、その無神論的で不法な心のゆえに「アッシリアの王」と呼んでいるのである。というのも、諸君も知っているとおり、私は言うが、聖なる霊はしばしば譬えと類比とをもって語られるからである。ちょうど、エルサレムにいたすべての民に対しても、しばしばこう語られたように。「お前の父はアモリ人、お前の母はヘト人。」