ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput LXXVI 第LXXVI章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 7 sectiones

Dialogus cum Tryphone Iudaeo 76.1

1

Ὅταν γὰρ ὡς υἱὸν ἀνθρώπου λέγῃ Δανιὴλ τὸν παραλαμβάνοντα τὴν αἰώνιον βασιλείαν, οὐκ αὐτὸ τοῦτο αἰνίσσεται; Τὸ γὰρ ὡς υἱὸν ἀνθρώπου εἰπεῖν, φαινόμενον μὲν καὶ γενόμενον ἄνθρωπον μηνύει, οὐκ ἐξ ἀνθρωπίνου δὲ σπέρματος ὑπάρχοντα δηλοῖ. Καὶ τὸ λίθον τοῦτον εἰπεῖν ἄνευ χειρῶν τμηθέντα, ἐν μυστηρίῳ τὸ αὐτὸ κέκραγε· τὸ γὰρ ἄνευ χειρῶν εἰπεῖν αὐτὸν ἐκτετμῆσθαι δηλοῖ ὅτι οὐκ ἔστιν ἀνθρώπινον ἔργον, ἀλλὰ τῆς βουλῆς τοῦ προβάλλοντος αὐτὸν πατρὸς τῶν ὅλων θεοῦ.

というのも、ダニエルが、永遠の王国を受け継ぐ方を「人の子のような者」と語るとき、まさにこのことをほのめかしているのではないか。「人の子のような」と言うことは、現れて人となられた方を示すが、人間の種から出た方ではないことを明らかにしている。また、この石が手によらずに切り出されたと語ることも、奥義のうちに同じことを叫んでいる。手によらずに切り出されたと言うことは、これが人間の業ではなく、彼を送り出された万物の父なる神の御旨によることを示しているからである。

Dialogus cum Tryphone Iudaeo 76.2

2

Καὶ τὸ Ἡσαίαν φάναι· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ἀνεκδιήγητον ἔχοντα τὸ γένος αὐτὸν ἐδήλου· οὐδεὶς γάρ, ἄνθρωπος ὢν ἐξ ἀνθρώπων, ἀνεκδιήγητον ἔχει τὸ γένος. Καὶ τὸν Μωσέα εἰπεῖν πλυνεῖν αὐτὸν τὴν στολὴν αὐτοῦ ἐν αἵματι σταφυλῆς, οὐχ ὅ καὶ ἤδη πολλάκις πρὸς ὑμᾶς παρακεκαλυμμένως προπεφητευκέναι αὐτὸν εἶπον ἐστίν. ὅτι αἷμα μὲν ἔχειν αὐτὸν προεμήνυεν, ἀλλ᾿ οὐκ ἐξ ἀνθρώπων, ὃν τρόπον τὸ τῆς ἀμπέλου αἷμα οὐκ ἄνθρωπος ἐγέννησεν ἀλλ᾿ ὁ θεός;

また、イザヤが「彼の系図を誰が語り尽くせようか」と言うことも、彼が語り尽くせない族を有していることを示していた。というのも、人間から出た人間で、語り尽くせない族を有する者は誰もいないからである。また、モーセが、彼が自分の衣を葡萄の血で洗うであろうと言ったことも、私がすでに何度も諸君に向かって、覆い隠された仕方で預言していたと語ったことと同じではないか——すなわち、彼が血を持つことを前もって示していたが、それは人間からの血ではなく、ちょうど葡萄の血を、人間ではなく神が生み出されたのと同じ仕方によるのだ、ということを。

Dialogus cum Tryphone Iudaeo 76.3

3

Καὶ Ἡσαίας δὲ μεγάλης βουλῆς ἄγγελον αὐτὸν εἰπών, οὐχὶ τούτων ὧνπερ ἐδίδαξεν ἐλθὼν διδάσκαλον αὐτὸν γεγενῆσθαι προεκήρυσσεν; Ἃ γὰρ μεγάλα ἐβεβούλευτο ὁ πατὴρ εἴς τε πάντας τοὺς εὐαρέστους γενομένους αὐτῷ καἰ γενησομένους ἀνθρώπους, καὶ τοὺς ἀποστάντας τῆς βουλῆς αὐτοῦ ὁμοίως ἀνθρώπους ἢ ἀγγέλους, οὗτος μόνος ἀπαρακαλύπτως ἐδίδαξεν, εἰπών·

また、イザヤが彼を「大いなる計らいの御使い」と呼んだことも、彼が来て、まさにそれらのことを教える教師となったことを、あらかじめ告げていたのではないか。父が、御自身に喜ばれた、また喜ばれるであろうすべての人々に対して、また、御自身の計らいから離れ去った人間たちや天使たちに対しても、大いに計らわれたことを、この方だけが、覆いなく教えられた。すなわちこう言われた。

Dialogus cum Tryphone Iudaeo 76.4

4

Ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸὲ ξώτερον.

「東と西とから人々が来て、アブラハムとイサクとヤコブと共に、天の王国において席に着くであろう。しかし王国の子らは外の闇へと投げ出されるであろう。」

Dialogus cum Tryphone Iudaeo 76.5

5

Καί· Πολλοὶ ἐροῦσί μοι τῇ ἡμέρᾳ ἐκείνῃ· Κύριε, κύριε, οὐ τῷ σῷ ὀνόματι ἐφάγομεν καὶ ἐπίομεν καὶ προεφητεύσαμεν καὶ δαιμόνια ἐξεβάλομεν: Καὶ ἐρῶ αὐτοῖς· Ἀναχωρεῖτε ἀπ᾿ ἐμοῦ. Καὶ ἐν ἄλλοις λόγοις, οἶς καταδικάζειν τοὺς ἀναξίους μὴ σώζεσθαι μέλλει, ἔφη ἐρεῖν· Ὑπάγετε εἰς τὸ σκότος τὸ ἐξώτερον, ὃ ἡτοίμασεν ὁ πατὴρ τῷ σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.

また、「多くの者たちが、あの日に私に言うであろう。『主よ、主よ、我々はあなたの名によって食べ、飲み、預言し、悪霊どもを追い出したではありませんか』と。そして私は彼らに言うであろう、『私から離れ去れ』と。」また、救われるに値しない者たちを罪に定める、別の言葉のうちで、彼はこう言うであろうと述べられた。「父がサタンとその天使たちのために備えられた、外の闇へ行け。」

Dialogus cum Tryphone Iudaeo 76.6

6

Καὶ πάλιν ἐν ἑτέροις λόγοις ἔφη· Δίδωμι ὑμῖν ἐξουσίαν καταπατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ σκολοπενδρῶν καὶ ἐπάνω πάσης δυνάμεως τοῦ ἐχθρου. Καὶ νῦν ἡμεῖς, οἱ πιστεύοντες ἐπὶ τὸν σταυρωθέντα ἐπὶ Ποντίου Πιλάτου Ἰησοῦν κύριον ἡμῶν, τὰ δαιμόνια πάντα καὶ πνεύματα πονηρὰ ἐξορκίζοντες ὑποτασσόμενα ἡμῖν ἔχομεν. Εἰ γὰρ διὰ τῶν προφητῶν παρακεκαλυμμένως κεκήρυκτο παθητὸς γενησόμενος ὁ Χριστὸς καὶ μετὰ ταῦτα πάντων κυριεύσων, ἀλλ᾿ οὖν γε ὑπ᾿ οὐδενὸς νοεῖσθαι ἐδύνατο. μέχρις αὐτὸς ἔπεισε τοὺς ἀποστόλους ἐν ταῖς γραφαῖς ταῦτα κεκηρύχθαι διαρρήδην.

また、別の言葉のうちで、彼はこう言われた。「私は汝らに、蛇と蠍と百足との上を、また敵のあらゆる力の上を踏みにじる権能を与える。」そしていま我々は、ポンティオ・ピラトのもとで十字架につけられたイエス、我々の主を信じる者として、あらゆる悪霊と悪しき霊とを祓いのけ、それらを我々に服従させている。というのも、たとえ預言者たちを通して、キリストが受苦する者となり、その後にすべての者を治める者となるであろうことが覆い隠された仕方で宣べ伝えられていたとしても、彼自身が使徒たちに、これらのことが聖書のうちに明白に宣べ伝えられていたと説き伏せるまでは、誰にも理解されえなかったからである。

Dialogus cum Tryphone Iudaeo 76.7

7

Ἐβόα γὰρ πρὸ τοῦ σταυρωθῆναι· Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ὑπὸ τῶν γραμματέων καὶ Φαρισαίων, καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ Δαυΐδ δὲ πρὸ ἡλίου καὶ σελήνης ἐκ γαστρὸς γεννηθήσεσθαι αὐτὸν κατὰ τὴν τοῦ πατρὸς βουλὴν ἐκήρυξε, καὶ θεὸν ἰσχυρὸν καὶ προσκυνητόν, Χριστὸν ὄντα, ἐδήλωσε.

というのも、彼は十字架につけられる前にこう叫ばれたからである。「人の子は多くの苦しみを受け、律法学者たちとファリサイ派の人々によって拒まれ、十字架につけられ、三日目に甦らねばならない。」そしてダビデもまた、彼が父の御旨に従って、太陽と月よりも前に胎から生まれるであろうことを宣べ伝え、力強い神であり礼拝されるべき方、キリストであることを示した。