Dialogus cum Tryphone Iudaeo 60.1
Καὶ ὁ Τρύφων· Οὐ τοῦτο νοοῦμεν ἀπὸ τῶν λόγων τῶν προλελεγμένων, ἔλεγεν, ἀλλ᾿ ὅτι ἄγγελος μὲν ἦν ὁ ὀφθεὶς ἐν φλογὶ πυρός, θεὸς δὲ ὁ ὁμιλῶν τῷ Μωσεῖ, ὥστε καὶ ἄγγελον καὶ θεόν, δύο ὁμοῦ ὄντας, ἐν τῇ τότε ὀπτασίᾳ γεγενῆσθαι.
トリュフォンは言った。「我々が先に語られた言葉から理解するのはそういうことではない。むしろ、火の炎の中に現れたのは使いであり、モーセと語り合ったのは神であって、使いと神という二つのものが、ともにあの時の幻の中に現れたのだ、ということである。」
Dialogus cum Tryphone Iudaeo 60.2
Κἀγὼ πάλιν ἀπεκρινάμην· Εἰ καὶ γέγονε τότε, ὦ φίλοι, ὡς καὶ ἄγγελον καὶ θεὸν ὁμοῦ ἐν τῇ ὀπτασίᾳ τῇ τῷ Μωσεῖ γενομένῃ ὑπάρξαι, ὡς καὶ ἀποδέδεικται ὑμῖν διὰ τῶν προγεγραμμένων λόγων, οὐχ ὁ ποιητὴς τῶν ὅλων ἔσται θεὸς ὁ τῷ Μωσεῖ εἰπὼν αὐτὸν εἶναι θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώβ, ἀλλ᾿ ὁ ἀποδειχθεὶς ὑμῖν ὦφθαι τῷ Ἀβραὰμ καὶ τῷ Ἰακώβ, τῇ τοῦ ποιητοῦ τῶν ὅλων θελήσει ὑπηρετῶν καὶ ἐν τῇ κρίσει τῶν Σοδόμων τῇ βουλῇ αὐτοῦ ὁμοίως ὑπηρετήσας· ὥστε, κἂν ὥς φατε ἔχῃ, ὅτι δύο ἦσαν, καὶ ἄγγελος καὶ θεός, οὐ τὸν ποιητὴν τῶν ὅλων καὶ πατέρα, καταλιπόντα τὰ ὑπὲρ οὐρανὸν ἅπαντα. ἐν ὀλίγῳ γῆς μορίῳ πεφάνθαι πᾶς ὁστισοῦν, κἂν μικρὸν νοῦν ἔχων, τολμήσει εἰπεῖν.
私はまた答えた。「友らよ、たとえそのとき、モーセに起こった幻において、使いと神とがともに現れたのだとしても——それは先に書かれた言葉によって諸君にも証明されたとおりであるが——モーセに、自分がアブラハムの神、イサクの神、ヤコブの神であると告げたのは、万物の造り主なる神ではなく、アブラハムとヤコブに現れたと諸君に証明されたその方であって、万物の造り主の意志に仕え、ソドムの裁きにおいても同様にその方の計画に仕えたのである。したがって、たとえ諸君の言うとおり、使いと神という二つのものがあったとしても、万物の造り主にして父が、天の上のすべてを離れて、地のわずかな一部に現れたなどとは、少しでも分別のある者なら、誰であれ言おうとはしないだろう。」
Dialogus cum Tryphone Iudaeo 60.3
Καὶ ὁ Τρύφων· Ἐπειδὴ ἤδη προαποδέδεικται ὅτι ὁ ὀφθεὶς τῷ Ἀβραὰμ θεὸς καὶ κύριος ὠνομασμένος ὑπὸ κυρίου τοῦ ἐν οὐρανοῖς λαβὼν τὰ ἐπαχθέντα τῇ Σοδόμων γῇ ἐπήγαγε, καὶ νῦν, κἂν ἄγγελος ἦν σὺν τῷ φανέντι τῷ Μωσεὶ θεῷ γεγενημένος, θεόν, τὸν ἀπὸ τῆς βάτου ὁμιλήσαντα τῷ Μωσεῖ, οὐ τὸν ποιητὴν τῶν ὅλων θεὸν νοήσομεν γεγονέναι, ἀλλ᾿ ἐκεῖνον τὸν καὶ τῷ Ἀβραὰμ καὶ τῷ Ἰακὼβ ἀποδειχθέντα πεφανερῶσθαι, ὃς καὶ ἄγγελος τοῦ τῶν ὅλων ποιητοῦ θεοῦ καλεῖται καὶ νοεῖται εἶναι ἐκ τοῦ διαγγέλλειν τοῖς ἀνθρώποις τὰ παρὰ τοῦ πατρὸς καὶ ποιητοῦ τῶν ἁπάντων.
トリュフォンは言った。「アブラハムに現れた、神とも主とも名づけられた方が、天におられる主から受けて、ソドムの地にもたらされたものをもたらしたことがすでに証明されている以上、今、たとえモーセに現れた神とともに使いがいたのだとしても、柴の中からモーセと語り合った神を、我々は万物の造り主なる神が現れたのだとは考えないだろう。むしろ、アブラハムとヤコブにも現れたと証明されたあの方が現れたのだと考えるであろう。この方は、万物の造り主なる神の御使いとも呼ばれ、父にして万物の造り主のもとからのことを人間に告げ知らせることから、そう考えられているのである。」
Dialogus cum Tryphone Iudaeo 60.4
Κἀγὼ πάλιν· Ἤδη μέντοι, ὦ Τρύφων, ἀποδείξω ὅτι πρὸς τῇ Μωσέως ὀπτασίᾳ αὐτὸς οὗτος μόνος, καὶ ἄγγελος καλούμενος καὶ θεὸς ὑπάρχων, ὤφθη καὶ προσωμίλησε τῷ Μωσεῖ. Οὕτως γὰρ ἔφη ὁ λόγος· Ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἐν πυρὶ φλογὸς ἐκ βάτου· καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί, ὁ δὲ βάτος οὐ κατεκαίετο. Ὁ δὲ Μωσῆς εἶπε· Παρελθὼν ὄψομαι τὸ ὅραμα τοῦτο τὸ μέγα, ὅτι οὐ κατακαίεται ὁ βάτος. Ὡς δ᾿ εἶδε κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν κύριος ἐκ τῆς βάτου.
私はまた言った。「では、トリュフォンよ、モーセに起こった幻において、御使いとも呼ばれ、また神である、まさにこの方おひとりだけが現れ、モーセと語り合ったことを、いま証明しよう。というのも、聖書の言葉はこう語っているからである。『主の御使いが、柴の中から燃える火の炎のうちに彼に現れた。彼は、柴が火に燃えているのに、その柴が燃え尽きないのを見た。するとモーセは言った、近づいて、この大いなる光景を見よう、柴が燃え尽きないとは、と。主は、彼が近づいて見ようとしているのを見ると、柴の中から彼を呼ばれた。』」
Dialogus cum Tryphone Iudaeo 60.5
Ὃν οὖν τρόπον τὸν τῷ Ἰακὼβ ὀφθέντα κατὰ τοὺς ὕπνους ἄγγελον ὁ λόγος λέγει, εἶτα αὐτὸν τὸν ὀφθέντα κατὰ τοὺς ὕπνους ἄγγελον εἰρηκέναι αὐτῷ, ὅτι Ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ὅτε ἀπεδίδρασκες ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ σου, καὶ ἐπὶ τοῦ Ἀβραὰμ ἐν τῇ κρίσει τῶν Σοδόμων κύριον παρὰ κυρίου τοῦ ἐν τοῖς οὐρανοῖς τὴν κρίσιν ἐπενηνοχέναι ἔφη, οὕτως καὶ ἐνταῦθα ὁ λόγος, λέγων ἄγγελον κυρίου ὦφθαι τῷ Μωσεῖ καὶ μετέπειτα κύριον αὐτὸν ὄντα καὶ θεὸν σημαίνων, τὸν αὐτὸν λέγει ὃν καὶ διὰ πολλῶν τῶν λελεγμένων, τὸν αὐτὸν λέγει ὃν καὶ διὰ πολλῶν τῶν λελεγμένων ὑπηρετοῦντα τῷ ὑπὲρ κόσμον θεῷ, ὑπὲρ ὃν ἄλλος οὐκ ἔστι, σημαίνει.
「したがって、聖書の言葉が、夢の中でヤコブに現れた方を御使いと呼び、その後、その夢の中で現れた御使いが彼に、私はお前が兄エサウの顔を逃れていたときにお前に現れた神であると言ったとし、また、アブラハムのもとでのソドムの裁きにおいても、天におられる主のもとから裁きをもたらした主であると語ったのと同じように、ここでも聖書の言葉は、御使いがモーセに現れたと語り、その後には、彼が主であり神であることを示しながら、多くの語られたことを通して、世界の上におられる、その上には別の方がいないその神に仕える、同じ方のことを示しているのである。」