Dialogus cum Tryphone Iudaeo 78.1
Καὶ γὰρ οὗτος ὁ βασιλεὺς Ἡρώδης, μαθὼν παρὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ ὑμῶν, τότε ἐλθόντων πρὸς αὐτὸν τῶν ἀπὸ Ἀρραβίας μάγων, καὶ εἰπόντων ἐξ ἀστέρος τοῦ ἐν τῷ οὐρανῷ φανέντος ἐγνωκέναι ὅτι βασιλεὺς γεγέννηται ἐν τῇ χώρᾳ ὑμῶν, καὶ ἤλθομεν προσκυνῆσαι αὐτόν, καὶ ἐν Βηθλεὲμ τῶν πρεσβυτέρων εἰπόντων, ὅτι γέγραπται ἐν τῷ προφήτῃ οὕτως· Καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου.
というのも、このヘロデ王は、諸君の民の長老たちから聞いて知ったのであるが、その折、アラビアから来た博士たちが彼のもとに来て、天に現れた星によって、諸君の地に王が生まれたことを知った、『そして我々は彼を拝みに来た』と言い、また、長老たちが『ベツレヘムで』と言って、預言者にこう書かれていると告げたからである。『そしてお前、ユダの地ベツレヘムよ、お前はユダの指導者たちのうちで決して最も小さい者ではない。お前からこそ指導者が出るであろう、その者が我が民を牧するであろう。』
Dialogus cum Tryphone Iudaeo 78.2
Τῶν ἀπὸ Ἀρραβίας οὖν μάγων ἐλθόντων εἰς Βηλεὲμ καὶ προσκυνησάντων τὸ παιδίον καὶ προσενεγκάντων αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, ἔπειτα κατ᾿ ἀποκάλυψιν, μετὰ τὸ προσκυνῆσαι τὸν παῖδα ἐν Βηθλεέμ, ἐκελεύσθησαν μὴ ἐπανελθεῖν πρὸς τὸν Ἡρώδην.
こうしてアラビアから来た博士たちはベツレヘムに来て、幼子を拝み、彼に贈り物、すなわち黄金と乳香と没薬とを献げたが、そののち、啓示によって、ベツレヘムで幼子を拝んだあとはヘロデのもとに帰るなと命じられた。
Dialogus cum Tryphone Iudaeo 78.3
Καὶ Ἰωσὴφ δέ, ὁ τὴν Μαρίαν μεμνηστευμένος, βουληθεὶς πρότερον ἐκβαλεῖν τὴν μνηστὴν αὐτῷ Μαριάμ. νομίζων ἐγκυμονεῖν αὐτὴν ἀπὸ συνουσίας ἀνδρός, τουτέστιν ἀπὸ πορνείας. δι᾿ ὁράματος κεκέλευστο μὴ ἐκβαλεῖν τὴν γυναῖκα αὐτοῦ, εἰπόντος αὐτῷ τοῦ φανέντος ἀγγέλου ὅτι ἐκ πνεύματος ἁγίου ὅ ἔχει κατὰ γαστρός ἐστι.
また、マリアと婚約していたヨセフは、初め、彼と婚約していたマリアが男との交わりによって、すなわち姦淫によって身ごもったと思い、彼女を追い出そうとしたが、幻によって、その妻を追い出さないようにと命じられた。彼に現れた天使が、彼女が胎に宿しているものは聖なる霊によるものだ、と告げたからである。
Dialogus cum Tryphone Iudaeo 78.4
Φοβηθεὶς οὖν οὐκ ἐκβέβληκεν αὐτήν, ἀλλά, ἀπογραφῆς οὔσης ἐν τῇ Ἰουδαίᾳ τότε πρώτης ἐπὶ Κυρηνίου, ἀνεληλύθει ἀπὸ Ναζαρέτ, ἔνθα ᾤκει, εἰς Βηθλεέμ., ὅθεν ἦν. ἀπογράψασθαι· ἀπὸ γὰρ τῆς κατοικούσης τὴν γῆν ἐκείνην φυλῆς Ἱούδα τὸ γένος ἦν. Καὶ αὐτὸς ἅμα τῇ Μαρίᾳ κελεύεται ἐξελθεῖν εἰς Αἴγυπτον καὶ εἶναι ἐκεῖ ἁμα τῷ παιδίῳ, ἄχρις ἂν αὐτοῖς πάλιν ἀποκαλυφθῇ ἐπανελθεῖν εἰς τὴν Ἰουδαίαν.
それゆえ、恐れをなした彼は彼女を追い出さなかった。しかし、その頃キュレニオスのもとでユダヤに最初の人口調査があったので、彼は自分が住んでいたナザレから、自分の出身地であるベツレヘムへ、登録のために上って行った。彼は、あの地に住んでいたユダの部族の出だったからである。そして彼自身も、マリアと共にエジプトへ出て行き、再び啓示があってユダヤに帰るようにと告げられるまで、幼子と共にそこにいるようにと命じられた。
Dialogus cum Tryphone Iudaeo 78.5
Γεννηθέντος δὲ τότε τοῦ παιδίου ἐν Βηθλεέμ, ἐπειδὴ Ἰωσὴφ οὐκ εἶχεν ἐν τῇ κώμῃ ἐκείνῃ που καταλῦσαι, ἐν σπηλαίῳ τινὶ σύνεγγυς τῆς κώμης κατέλυσε· καὶ τότε, αὐτῶν ὄντων ἐκεῖ, ἐτετόκει ἡ Μαρία τὸν Χριστὸν καὶ ἐν φάτνῃ αὐτὸν ἐτεθείκει, ὅπου ἐλθόντες οἱ ἀπὸ Ἀρραβίας μάγοι εὗρον αὐτόν.
そのときベツレヘムで幼子が生まれたが、ヨセフはその村のどこにも宿るところがなかったので、村の近くのある洞窟に宿った。そして彼らがそこにいる間に、マリアはキリストを産み、彼を飼い葉桶に置いた。そこにアラビアから来た博士たちが来て、彼を見出したのである。
Dialogus cum Tryphone Iudaeo 78.6
Ὅτι δὲ Ἡσαΐας καὶ περὶ τοῦ συμβόλου τοῦ κατὰ τὸ σπήλαιον προεκεκηρύχει, ἀνιστόρησα ὑμῖν, ἔφην, καὶ δι᾿ αὐτοὺς δὲ τοὺς σήμερον σὺν ὑμῖν ἐλθόντας πάλιν τῆς περικοπῆς ἐπιμνησθήσομαι, εἶπον· καὶ ἀνιστόρησα ἥν καὶ προέγραψα ἀπὸ τοῦ Ἡσαίου περικοπήν, εἰπὼν διὰ τοὺς λόγους ἐκείνους τοὺς τὰ Μίθρα μυστήρια παραδιδόντας, ἐν τόπῳ ἐπικαλουμένῳ παρ᾿ αὐτοῖς σπηλαίῳ μυεῖσθαι ὑπ᾿ αὐτῶν, ὑπὸ τοῦ διαβόλου ἐνεργηθῆναι εἰπεῖν.
イザヤもまた、洞窟にまつわるしるしについて前もって告げ知らせていたことは、諸君に語った、と私は言った。そして、今日諸君と共に来られた方々のためにも、私はその一節に再び触れよう、と私は言い、先にイザヤから書き記して語った一節を再び語った。すなわち、あの言葉のゆえに、ミトラの秘儀を伝える者たちが、彼らの間で洞窟と呼ばれる場所で人を秘儀に入らせているというのは、悪魔がそう語らせるように仕向けたのだ、と語ったのである。
Dialogus cum Tryphone Iudaeo 78.7
Καὶ ὁ Ἡρώδης, μὴ ἐπανελθόντων πρὸς αὐτὸν τῶν ἀπὸ Ἀρραβίας μάγων, ὡς ἠξίωσεν αὐτοὺς ποιῆσαι. ἀλλὰ κατὰ τὰ κελευσθέντα αὐτοῖς δι᾿ ἄλλης ὁδοῦ εἰς τὴν χώραν αὐτῶν ἀπαλλαγέντων, καὶ τοῦ Ἰωσήφ ἅμα τῇ Μαρίᾳ καὶ τῷ παιδίῳ, ὡς καὶ αὐτοῖς ἀποκεκάλυπτο, ἤδη ἐξελθόντων εἰς Αἴγυπτον, οὐ γινώσκων τὸν παῖδα, ὅν ἐληλύθεισαν προσκυνῆσαι οἱ μάγοι, παντας ἁπλῶς τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ ἐκέλευσεν ἀναιρεθῆναι.
そしてヘロデは、アラビアから来た博士たちが、自分が求めたとおりに彼のもとへ帰って来ず、命じられたとおり別の道を通って自分たちの国へ去って行き、また、ヨセフもマリアと幼子と共に、彼らにも啓示があったとおり、すでにエジプトへ出て行ってしまったので、博士たちが拝みに来たあの幼子が誰であるか知らないまま、ベツレヘムにいる幼子たちをすべて残らず殺すよう命じた。
Dialogus cum Tryphone Iudaeo 78.8
Καὶ τοῦτο ἐπεπροφήτευτο μέλλειν γίνεσθαι διὰ Ἱερεμίου, εἰπόντος δι᾿ αὐτοῦ τοῦ ἁγίου πνεύματος οὕτως· Φωνὴ ἐν Ῥαμᾶ ἠκούσθη. κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσί Διὰ οὖν τὴν φωνήν, ἣ ἔμελλεν ἀκούεσθαι ἀπὸ Ῥαμᾶ, τουτέστιν ἀπὸ τῆς Ἀρραβίας (ἔστι γὰρ καὶ μέχρι τοῦ νῦν τόπος καλούμενος ἐν Ἀρραβίᾳ Ῥαμᾶ), κλαυθμὸς ἔμελλεν τὸν τόπον καταλαμβάνειν, ὅπου Ῥαχήλ, ἡ γυνὴ Ἰακώβ. τοῦ ἐπικληθέντος Ἰσραήλ, τοῦ ἁγίου πατριάρχου, τέθαπται, τουτέστι τὴν Βηθλεέμ, κλαιουσῶν τῶν γυναικῶν τὰ τέκνα τὰ ἴδια τὰ ἀνῃρημένα καὶ μὴ παράκλησιν ἐχουσῶν ἐπὶ τῷ συμβεβηκότι αὐταῖς.
そしてこのことは、エレミヤを通して、聖なる霊自身がこう語って、起こるべきことと預言されていた。『ラマで声が聞かれた。泣くことと大いなる嘆きと。ラケルが自分の子らのことで泣いていて、慰められることを望まなかった、彼らがもういないから。』それゆえ、ラマから、すなわちアラビアから(今なおアラビアにラマと呼ばれる場所があるからである)聞こえるはずのその声のために、泣くことが、ヤコブ――イスラエルと呼ばれた聖なる族長――の妻ラケルが葬られている場所、すなわちベツレヘムを満たそうとしていた。それは、女たちが自分の殺された子らのことで泣き、その身に起こったことについて慰めを持たなかったからである。
Dialogus cum Tryphone Iudaeo 78.9
Καὶ γὰρ τὸ εἰπεῖν τὸν Ἡσαΐαν· Λήψεται δύναμιν Δαμασκοῦ καὶ σκύλα Σαμαρείας, τὴν τοῦ πονηροῦ δαίμονος, τοῦ ἐν Δαμασκῷ οἰκοῦντος, δύναμιν ἐσήμαινε νικηθήσεσθαι τῷ Χριστῷ ἅμα τῷ γεννηθῆναι· ὅπερ δείκνυται γεγενημένον. Οἱ γὰρ μάγοι, οἵτινες ἐσκυλευμένοι ἦσαν πρὸς πάσας κακὰς πράξεις, τὰς ἐνεργουμένας ὑπὸ τοῦ δαιμονίου ἐκείνου, ἐλθόντες καὶ προσκυνήσαντες τῷ Χριστῳ φαίνονται ἀποστάντες τῆς σκυλευσάσης αὐτοὺς δυνάμεως ἐκείνης, ἣν ἐν μυστηρίῳ ἐσήμαινεν ἡμῖν ὁ λόγος οἰκεῖν ἐν Δαμασκῷ.
そしてまた、イザヤが『彼はダマスコの力とサマリアの分捕り物とを取るであろう』と言ったのは、ダマスコに住む悪しきダエモーンの力が、キリストの生まれると同時に打ち負かされることを意味していた。そしてそのことは、現に起こったことが示すとおりである。すなわち、あの悪霊によって行われるあらゆる悪しき行いに向けて分捕られていた博士たちが、来てキリストを拝み、自分たちを分捕っていたあの力から離れ去ったことが明らかとなったのである。その力を、ロゴスは奥義のうちに、ダマスコに住むと我々に示していたのである。
Dialogus cum Tryphone Iudaeo 78.10
Ἁμαρτωλὸν δὲ καὶ ἄδικον οὖσαν ἐν παραβολῇ τὴν δύναμιν ἐκείνην καλῶς Σαμάρειαν καλεῖ. Ὅτι δὲ Δαμασκὸς τῆς ἀρραβικῆς γῆς ἦν καὶ ἔστιν, εἰ καὶ νῦν προσνενέμηται τῇ Συροφοινίκῃ λεγομένῃ, οὐδ᾿ ὑμῶν τινες ἀρνήσασθται δύνανται. Ὥστε καλὸν ἂν εἴη ὑμᾶς, ὦ ἄνδρες, ἃ μὴ νενοήκατε, παρὰ τῶν λαβόντων χάριν ἀπὸ τοῦ θεοῦ ἡμῶν τῶν Χριστιανῶν μανθάνειν, ἀλλὰ μὴ κατὰ πάντα ἀγωνίζεσθαι τὰ ὑμέτερα διδάγματα κρατύνειν, ἀτιμάζοντας τὰ τοῦ θεοῦ.
そして、その力が罪深く不義であることを、譬えによって、ロゴスはうまくサマリアと呼んでいる。そしてダマスコがアラビアの地に属していたし、今も属していることは、たとえ今はシロフェニキアと呼ばれる地に組み入れられているとしても、諸君のうちの誰も否むことはできない。したがって、男たちよ、諸君は、諸君が思い至らなかったことを、我々キリスト教徒の神から恵みを受けた者たちから学ぶのがよいであろう。神のことを蔑ろにして、あらゆる点で諸君の教えを固めようと争うのではなく。
Dialogus cum Tryphone Iudaeo 78.11
Διὸ καὶ εἰς ἡμᾶς μετετέθη ἡ χάρις αὕτη, ὡς Ἡσαΐας φησὶν εἰπὼν οὕτως· Ἐγγίζει μοι ὁ λαὸς οὗτος· τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ· μάτην δὲ σέβονταί με, ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας διδάσκοντες. Διὰ τοῦτο ἰδοὺ ἐγὼ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον, καὶ μεταθήσω αὐτούς, καὶ ἀφελῶ τὴν σοφίαν τῶν σοφῶν αὐτῶν, τὴν δὲ σύνεσιν τῶν συνετῶν ἀθετήσω.
それゆえ、この恵みは我々のもとへと移されたのである。イザヤがこう言っているとおりである。『この民は口先では私を敬うが、その心は私から遠く離れている。彼らは人間のおきてと教えとを教えて、私を空しく崇めている。それゆえ見よ、私はこの民を移すことを重ねて行い、彼らを移すであろう。そして私は彼らの知者たちの知恵を取り去り、賢い者たちの分別を無きものとするであろう。』