Dialogus cum Tryphone Iudaeo 14.1
Διὰ τοῦ λουτροῦ οὖν τῆς μετανοίας καὶ τῆς γνώσεως τοῦ θεοῦ, ὅ ὑπὲρ τῆς ἀνομίας τῶν λαῶν τοῦ θεοῦ γέγονεν, ὡς Ἡσαίας βοᾷ, ἡμεῖς ἐπιστεύσαμεν, καὶ γνωρίζομεν ὅτι τοῦτ᾿ ἐκεῖνο, ὃ προηγόρευε, τὸ βάπτισμα, τὸ μόνον καθαρίσαι τοὺς μετανοήσαντας δυνάμενον, τοῦτό ἐστι τὸ ὕδωρ τῆς ζωῆς· οὓς δὲ ὑμεῖς ὠρύξατε λάκκους ἑαυτοῖς, συντετριμμένοι εἰσὶ καὶ οὐδὲν ὑμῖν χρήσιμοι. Τί γὰρ ὄφελος ἐκείνου τοῦ βαπτίσματος, ὃ τὴν σάρκα καὶ μόνον τὸ σῶμα φαιδρύνει;
「したがって、悔い改めと神の認識の洗いを通して——それは神の民の不法のためになされたものであり、イザヤが叫んでいるとおりである——我々は信じた。そして我々は、彼が予告したまさにそのもの、すなわちあの洗礼こそが、悔い改めた者たちを清めることのできる唯一のものであり、この命の水であることを知っている。だが諸君が自分たちのために掘った溜め井は、砕けたものであって、諸君にとって何の役にも立たない。なぜなら、肉と、肉体だけを輝かせるあの洗礼に、いったい何の益があろうか」。
Dialogus cum Tryphone Iudaeo 14.2
βαπτίσθητε τὴν ψυχὴν ἀπὸ ὀργῆς καὶ ἀπὸ πλεονεξίας, ἀπὸ φθόνου, ἀπὸ μίσους· καὶ ἰδοὺ τὸ σῶμα καθαρόν ἐστι. Τοῦτο γάρ ἐστι τὸ σύμβολον τῶν ἀζύμων, ἵνα μὴ τὰ παλαιὰ τῆς κακῆς ζύμης ἔργα πράττητε. Ὑμεῖς δὲ πάντα σαρκικῶς νενοήκατε, καὶ ἡγεῖσθε εὐσέβειαν, ἐὰν τοιαῦτα ποιοῦντες τὰς ψυχὰς μεμεστωμένοι ἦτε δόλου καὶ πάσης κακίας ἁπλῶς.
「魂を、怒りから、貪欲から、妬みから、憎しみから洗え。そうすれば見よ、肉体は清くなる。これこそが種なしパンのしるしなのだ。すなわち、悪い酵母の古い業を行わないためである。だが諸君はすべてを肉的に理解し、そのようなことをしながら魂を欺きとあらゆる悪とに満たしているならば、それを敬虔だと思い込んでいる」。
Dialogus cum Tryphone Iudaeo 14.3
Διὸ καὶ μετὰ τὰς ἑπτὰ ἡμέρας τῶν ἀζυμοφαγιῶν νέαν ζύμην φυρᾶσαι ἑαυτοῖς ὁ θεὸς παρήγγειλε, τουτέστιν ἄλλων ἔργων πρᾶξιν καὶ μὴ τῶν παλαιῶν καὶ φαύλων τὴν μίμησιν. Καὶ ὅτι τοῦτό ἐστιν ὅ ἀξιοῖ ὑμᾶς οὗτος ὁ καινὸς νομοθέτης, τοὺς προλελεγμένους ὑπ᾿ ἐμοῦ λόγους πάλιν ἀνιστορήσω μετὰ καὶ τῶν ἄλλων τῶν παραλειφθέντων. Εἴρηνται δὲ ὑπὸ τοῦ Ἡσαίου οὕτως·
「それゆえ、種なしパンを食する七日間の後に、神は新しい酵母を自分たちのために練り込むよう命じられた。すなわち、他の業を行い、古く卑しい業を模倣しないようにということである。そして、この新しい立法者が諸君に求めておられるのがまさにこのことであるという証しとして、私が先に述べた言葉を、なお省いていた他の言葉とともに、ふたたび語ろう。イザヤによって、こう語られている」。
Dialogus cum Tryphone Iudaeo 14.4
Εἰσακούσετέ μου, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια τοῦ Δαυῒδ τὰ πιστά. Ἰδοὺ μαρτύριον αὐτὸν ἔθνεσι δέδωκα, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. Ἔθνη, ἃ οὐκ οἴδασί σε. ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται, ἕνεκεν τοῦ θεοῦ σου τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε.
「汝ら、私に聞き従え、そうすれば汝らの魂は生きるであろう。私は汝らと永遠の契約を結ぶであろう、ダビデへの確かな聖なる約束を。見よ、私は彼を諸国民への証しとして、諸国民を治め命じる君として与えた。お前を知らなかった諸国民はお前を呼び求め、お前を知らなかった民はお前のもとへ逃れ来るであろう、お前の神、イスラエルの聖なる方のゆえに、この方がお前を輝かしめたからである」。
Dialogus cum Tryphone Iudaeo 14.5
Ζητήσατε τὸν θεὸν καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε, ἡνίκα ἂν ἐγγίζῃ ὑμῖν. Ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ καὶ ἐπιστραφήτω ἐπὶ κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν. Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ αἱ ὁδοί μου ὥσπερ αἱ ὁδοὶ ὑμῶν, ἀλλὰ ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, τοσοῦτον ἀπέχει ἡ ὁδός μου ἀπὸ τῆς ὁδοῦ ὑμῶν καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.
「神を求めよ、そして彼を見出すときに呼びかけよ、彼が汝らに近づかれるときに。不敬虔な者は自分の道を、不法な者は自分の企てを捨てよ、そして主に立ち返れ、そうすれば憐れみを受けるであろう。主は汝らの罪を大いに赦されるからである。我が企ては汝らの企てのようではなく、我が道は汝らの道のようでもない。天が地から離れているほど、我が道は汝らの道から、我が思いは汝らの思いから離れているのだ」。
Dialogus cum Tryphone Iudaeo 14.6
Ὡς γὰρ ἂν καταβῇ χιὼν ἣ ὑετὸς ἐκ τοῦ οὐρανοῦ καὶ οὐκ ἀποστραφήσεται. ἕως ἂν μεθύσῃ τὴν γῆν καὶ ἐκτέκῃ καὶ βλαστήσῃ καὶ δῷ σπέρμα τῷ σπείραντι καὶ ἄρτον εἰς βρῶσιν, οὕτως ἔσται τὸ ῥῆμά μου, ὃ ἂν ἐξέλθῃ ἐκ τοῦ στόματός μου· οὐ μὴ ἀποστραφῇ, ἕως ἂν συντελεσθῇ πάντα ὅσα ἠθέλησα, καὶ εὐοδώσω τὰ ἐντάλματά μου.
「雪や雨が天から降ると、地を潤して芽生えさせ、萌え出させ、蒔く者に種を与え、食べるためのパンを与えるまでは、戻ることがないように、私の口から出る我が言葉もまた、そのようになるであろう。私が望んだことがすべて成し遂げられ、我が命じたことが成功するまでは、決して戻ることはない」。
Dialogus cum Tryphone Iudaeo 14.7
Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε καὶ ἐν χαρᾷ διδαχθήσεσθε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενοι ὑμᾶς, καὶ πάντα τὰ ξύλα τῶν ἀγρῶν ἐπικροτήσει τοῖς κλάδοις, καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη, καὶ ἔσται κύριος εἰς ὄνομα καὶ εἰς σημεῖον αἰώνιον καὶ οὐκ ἐκλείψει
「汝らは喜びのうちに出て行き、楽しみのうちに教えられるであろう。山々と丘々は汝らを迎えて躍り上がり、野のすべての木々は枝を打ち鳴らすであろう。茨の代わりに糸杉が生え上がり、いらくさの代わりにミルトスが生え上がるであろう。そして主は、名として、永遠のしるしとして在り、絶えることがないであろう」。
Dialogus cum Tryphone Iudaeo 14.8
Τῶν τε λόγων τούτων καὶ τοιούτων εἰρημένων ὑπὸ τῶν προφητῶν, ἔλεγον, ὦ Τρύφων, οἱ μὲν εἴρηνται εἰς τὴν πρώτην παρουσίαν τοῦ Χριστοῦ, ἐν ᾗ καὶ ἄτιμος καὶ ἀειδὴς καὶ θνητὸς φανήσεσθαι κεκηρυγμένος ἐστίν, οἱ δὲ εἰς τὴν δευτέραν αὐτοῦ παρουσίαν, ὅτε ἐν δόξῃ καὶ ἐπάνω τῶν νεφελῶν παρέσται, καὶ ὄψεται ὁ λαὸς ὑμῶν καὶ γνωριεῖ εἰς ὃν ἐξεκέντησαν, ὡς Ὠσηέ, εἷς τῶν δώδεκα προφητῶν, καὶ Δανιὴλ προεῖπον, εἰρημένοι εἰσί.
「預言者たちによって語られたこれらの、またこれに類する言葉のうち」と私は言った、「トリュフォンよ、あるものはキリストの最初の来臨について語られたものであり、その来臨において、彼は不名誉で、見苦しく、死すべき者として現れると告げ知らされている。またあるものは、彼の二度目の来臨について語られたものであり、そのとき彼は栄光のうちに、雲の上に来られるであろう。そして諸君の民は、自分たちが刺し貫いた方を見て、それが誰であるかを知るであろう。これは、十二人の預言者の一人であるホセアと、ダニエルとが、あらかじめ語ったとおりのことである」。