Dialogus cum Tryphone Iudaeo 18.1
Ἐπειδὴ γὰρ ἀνέγνως, ὦ Τρύφων, ὡς αὐτὸς ὁμολογήσας ἔφης, τὰ ὑπ᾿ ἐκείνου τοῦ σωτῆρος ἡμῶν διδαχθέντα, οὐκ ἄτοπον νομίζω πεποιηκέναι καὶ βραχέα τῶν ἐκείνου λόγια πρὸς τοῖς προφητικοῖς ἐπιμνησθείς.
「トリュフォンよ、お前自身が認めて述べたとおり、お前はかの我々の救い主によって教えられたことを読んだのだから、預言者たちの言葉に加えて彼の言葉もわずかながら思い起こしたことは、的外れではなかったと私は考える。」
Dialogus cum Tryphone Iudaeo 18.2
Λούσασθε οὖν καὶ νῦν καθαροὶ γένεσθε καὶ ἀφέλεσθε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ὡς δὲ λούσασθαι ὑμῖν τοῦτο τὸ λουτρὸν κελεύει ὁ θεὸς καὶ περιτέμνεσθαι τὴν ἀληθινὴν περιτομήν. Ἡμεῖς γὰρ καὶ ταύτην ἂν τὴν περιτομὴν τὴν κατὰ σάρκα καὶ τὰ σάββατα καὶ τὰς ἑορτὰς πάσας ἁπλῶς ἐφυλάσσομεν, εἰ μὴ ἔγνωμεν δι᾿ ἣν αἰτίαν καὶ ὑμῖν προσετάγη, τουτέστι διὰ τὰς ἀνομίας ὑμῶν καὶ τὴν σκληροκαρδίαν.
「『汝ら、今こそ洗って清くなれ。汝らの魂から悪事を取り除け』とあるとおり、神は諸君に、この洗いによって洗われ、真の割礼によって割礼を受けるよう命じておられる。我々自身、肉による割礼も安息日もあらゆる祭りも、単純にそのまま守ったことだろう。もし我々が、それが諸君に課せられた理由、すなわち諸君の不法と心の頑なさゆえであることを知らなかったならば。」
Dialogus cum Tryphone Iudaeo 18.3
Εἰ γὰρ ὑπομένομεν πάντα τὰ ἐξ ἀνθρώπων καὶ δαιμόνων φαύλων ἐνεργούμενα εἰς ἡμᾶς φέρειν, ὡς καὶ μέχρι τῶν ἀρρήτων, θανάτου καὶ τιμωριῶν, εὐχόμενοι ἐλεηθῆναι καὶ τοὺς τὰ τοιαῦτα διατιθέντας ἡμᾶς, καὶ μηδὲ μικρὸν ἀμείβεσθαι μηδένα βουλόμενοι, ὡς ὁ καινὸς νομοθέτης ἐκέλευσεν ἡμῖν, πῶς οὐχὶ καὶ τὰ μηδὲ βλάπτοντα ἡμᾶς, περιτομὴν δὲ σαρκικὴν λέγω καὶ σάββατα καὶ τὰς ἑορτάς, ἐφυλάσσομεν.
「もし我々が、人間や邪悪なダエモーンたちによって我々に加えられるすべてのことに耐え忍び、言い表しえぬことがら、死や様々な刑罰に至るまで耐え、そのような仕打ちを我々に加える者たちにさえ憐れみが注がれるよう祈り願い、誰に対してもいささかの仕返しも望まない者であるなら――新しい立法者が我々にそう命じたとおりに――、我々を何ら害することのないもの、すなわち肉による割礼、安息日、あらゆる祭りを、我々はどうして守らずにいられようか。」