Dialogus cum Tryphone Iudaeo 65.1
Καὶ ὁ Τρύφων ἔφη· Ὑπὸ τῶν τοσούτων γραφῶν δυσωπούμενος οὐκ οἶδα τί φῶ περὶ τῆς γραφῆς ἣν ἔφη Ἡσαΐας, καθ᾿ ἣν ὁ θεὸς οὐδενὶ ἑτέρῳ δοῦναι τὴν δόξαν αὐτοῦ λέγει, οὕτως εἰπών· Ἐγὼ κύριος ὁ θεός, τοῦτό μου ὄνομα, τὴν δόξαν μου ἑτέρῳ οὐ μὴ δώσω οὐδὲ τὰς ἀρετάς μου.
するとトリュフォンが言った。「これほど多くの聖書に圧倒されて、私は、イザヤが語ったという聖書について何を言うべきか分からない。それによれば、神はご自分の栄光を他の誰にも与えないと言っておられる。すなわちこう言われている。『私は主なる神である。これが私の名である。私は自分の栄光を他の者に与えない、また自分の徳をも与えない。』」
Dialogus cum Tryphone Iudaeo 65.2
Κἀγώ· Εἰ μὲν ἁπλῶς καὶ μὴ μετὰ κακίας τούτους τοὺς λόγους εἰπὼν ἐσίγησας, ὦ Τρύφων, μήτε τοὺς πρὸ αὐτῶν προειπὼν μήτε τοὺς ἐπακολουθοῦντας συνάψας, συγγνωστὸς εἶ, εἰ δὲ χάριν τοῦ νομίζειν δύνασθαι εἰς ἀπορίαν ἐμβάλλειν τὸν λόγον, ἵνα εἴπω ἐναντίας εἶναι τὰς γραφὰς ἀλλήλαις, πεπλάνησαι· οὐ γὰρ τολμήσω τοῦτό ποτε ἢ ἐνθυμηθῆναι ἢ εἰπεῖν, ἀλλ᾿ ἐὰν τοιαύτη τις δοκοῦσα εἶναι γραφὴ προβληθῇ, καὶ πρόφασιν ἔχῃ ὡς ἐναντία οὖσα, ἐκ παντὸς πεπεισμένος ὅτι οὐδεμία γραφὴ τῇ ἑτέρᾳ ἐναντία ἐστίν, αὐτὸς μὴ νοεῖν μᾶλλον ὁμολογήσω τὰ εἰρημένα, καὶ τοὺς ἐναντίας τὰς γραφὰς ὑπολαμβάνοντας τὸ αὐτὸ φρονεῖν μᾶλλον ἐμοὶ πεῖσαι ἀγωνίσομαι.
私は答えた。「トリュフォンよ、もしお前が、これらの言葉を単純に、悪意なく語って口を閉ざしたのであれば——その前にある言葉も述べず、続く言葉もつなげずに——それは許されよう。しかし、もし論を窮地に陥れうると考えて、聖書が互いに矛盾していると私に言わせようとしてのことであれば、お前は思い違いをしている。私は決して、そのようなことを考えることも、口にすることもしない。むしろ、そのように矛盾しているように見える聖書がもし差し出され、矛盾しているという口実を持つとしても、私はどの聖書も他の聖書と矛盾することはないと徹底して確信しているがゆえに、語られたことを自分が理解していないのだとむしろ告白し、聖書が矛盾していると思い込んでいる者たちを、同じ考えに至らせるよう説得することにこそ努めよう。」
Dialogus cum Tryphone Iudaeo 65.3
Ὅπως δ᾿ ἂν ᾖς προτεθεικὼς τὸ πρόβλημα, θεὸς ἐπίσταται. Ἐγὼ δὲ ὡς εἴρηται ὁ λόγος ἀναμνήσω ὑμᾶς, ὅπως καὶ ἐξ αὐτοῦ τούτου γνωρίσητε ὅτι ὁ θεὸς τῷ Χριστῷ αὐτοῦ μόνῳ τὴν δόξαν δίδωσιν. Ἀναλήψομαι δὲ βραχεῖς τινας λόγους, ὦ ἄνδρες, τοὺς ἐν συναφείᾳ τῶν εἰρημένων ὑπὸ τοῦ Τρύφωνος καὶ τοὺς ὁμοίως συνημμένους κατ᾿ ἐπακολούθησιν· οὐ γὰρ ἐξ ἑτέρας περικοπῆς αὐτοὺς ἐρῶ, ἀλλ᾿ ὑφ᾿ ἓν ὥς εἰσι συνημμένοι· καὶ ὑμεῖς τὸν νοῦν χρήσατέ μοι.
お前がどのようにこの問題を差し出したのかは、神がご存じである。しかし私は、語られたとおりにこの言葉を諸君に思い起こさせよう。それによって、まさにこのことから、神がご自身のキリストにのみ栄光を与えられることを諸君が知るためである。そこで私は、諸君よ、トリュフォンによって語られた言葉に連なるいくつかの短い言葉と、同じく結びついて続く言葉とを取り上げよう。私はこれらを別の一節から語るのではなく、結びついているとおり一つながりに語る。諸君も私に心を用いてもらいたい。
Dialogus cum Tryphone Iudaeo 65.4
Εἰσὶ δὲ οὗτοι· Οὕτως λέγει κύριος ὁ θεός, ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ᾿ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν. Ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου καὶ ἰσχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδημένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.
それらとはこうである。「天を造り、これを据え、地とその中のものを固め、その上にある民に息を与え、それを踏み歩く者たちに霊を与える方、主なる神は、こう言われる。私、主なる神は、正義のうちにあなたを召した。私はあなたの手を握って、あなたを強くし、あなたを族の契約とし、諸国民の光として立て、盲人の目を開かせ、縛られた者たちを枷から、暗闇に座す者たちを牢獄から連れ出させる。」
Dialogus cum Tryphone Iudaeo 65.5
Ἐγὼ κύριος ὁ θεός, τοῦτό μου ὄνομα, τὴν δόξαν μου ἑτέρῳ οὐ μὴ δώσω οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. Τὰ ἀπ᾿ ἀρχῆς ἰδοὺ ἥκει, καινὰ ἃ ἐγὼ ἀναγγέλλω. καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν. Ὑμνήσατε τῷ θεῷ ὕμνον καινόν· ἀρχὴ αὐτοῦ ἀπ᾿ ἄκρου τῆς γῆς· οἱ καταβαίνοντες τὴν θάλασσαν καὶ πλέοντες, αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς.
「私、主なる神、これが私の名である。私は自分の栄光を他の者に与えない、また自分の徳を彫像どもに与えない。見よ、初めからのことは来た。私が告げる新しいことどもも、告げる前に汝らに示された。神に新しい歌を歌え。その始まりは地の果てから。海に下る者たち、船を行く者たち、島々、そこに住む者たちよ。」
Dialogus cum Tryphone Iudaeo 65.6
Εὐφράνθητι ἔρημος καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις, καὶ οἱ κατοικοῦντες Κηδάρ εὐφρανθήσονται, καὶ οἱ κατοικοῦντες πέτραν ἀπ᾿ ἄκρου τῶν ὀρέων βοήσονται, δώσουσι τῷ θεῷ δόξαν, τὰς ἀρετάς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσι. Κύριος ὁ θεὸς τῶν δυνάμεων ἐξελεύσεται, συντρίψει πόλεμον, ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς μετ᾿ ἰσχύος.
「喜べ、荒野よ、その村々よ、その居留地よ。ケダルに住む者たちも喜ぶであろう。岩に住む者たちは、山々の頂から叫ぶであろう。彼らは神に栄光を帰し、その徳を島々に告げ知らせるであろう。万軍の主なる神は出て行かれ、戦いを打ち砕き、熱情を奮い立たせ、力をもって敵に向かって叫ばれるであろう。」
Dialogus cum Tryphone Iudaeo 65.7
Καὶ ταῦτα εἰπὼν ἔφην πρὸς αὐτούς· Νενοήκατε, ὧ φίλοι, ὅτι ὁ θεὸς λέγει δώσειν τούτῳ, ὃν εἰς φῶς ἐθνῶν κατέστησε, δόξαν καὶ οὐκ ἄλλῳ τινί, ἀλλ᾿ οὐχ, ὡς ἔφη Τρύφων, ὡς ἑαυτῷ κατέχοντος τοῦ θεοῦ τὴν δόξαν; Καὶ ὁ Τρύφων ἀπεκρίνατο· Νενοήκαμεν καὶ τοῦτο· πέραινε τοιγαροῦν καὶ τὰ ἐπίλοιπα τοῦ λόγου.
こう述べてから、私は彼らに向かって言った。「友よ、諸君は理解したであろうか——神が、ご自分が諸国民の光として立てたこの方に栄光を与えると言っておられるのであって、他の誰にも与えないと言っておられるのを。トリュフォンが言ったように、神がご自分のうちに栄光を保持しておられるということではないのを。」するとトリュフォンが答えた。「それも理解した。それゆえ、話の残りを続けてくれ。」